• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
  • Πρότερα νέα
    • News of this year 23-24
    • News of former years
  • Νέοι λόγοι
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Sherlock Holmes in Classical Greek
    • The Little Prince in Ancient Greek
    • Don Camillo in Classical Greek
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
  • Πλείονα
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
Picture
Ῥωσία - Βορεία Κορέα
13 Σεπτεμβρίου 2023

Ὁ τῆς Βορείας Κορέας ἡγεμὼν Kim Jong-un ἀφίκετο χθὲς εἰς τὴν Ῥωσίαν τῷ ἑαυτοῦ τεθωρακισμένῳ σιδηροδρόμῳ ἵνα τῷ Ποῦτιν συνέλθῃ, οἱ γὰρ δύο ἡγεμόνες μέλλουσι συνθήκας ὑπογράφεσθαι καθ' ἃ ἡ Β. Κ. τῇ Ῥωσίᾳ ὅπλα παρέξει· κατὰ δὲ τὸ εἰκὸς ἡ σύνοδος ἐν τῇ πόλει Βλαδιβοστὸκ γενήσεται.

ὁ τῆς Β. Κ. ἡγεμὼν ἐκ τῆς χώρας οὐκ ἐξεληλύθει ἐξ οὗ ὁ τοῦ Covid-19 λοιμὸς ἤρξατο.

αἱ ΗΑΠ τῇ Β. Κ. παραινοῦσι μὴ ὅπλα τῇ Ῥωσίᾳ παρέχειν, ὑποπτεύουσι γὰρ τὴν Ῥωσίαν αὐτοῖς χρήσεσθαι ἐν τῷ τῆς Οὐκραίνας πολέμῳ· ὅμως δὲ ἤδη πολλάκις ἡ Β.Κ. ἐκήρυξε τὴν ἑαυτῆς τῇ Ῥωσίᾳ ἐπικουρίαν, οἱ οὖν δύο ἡγεμόνες εἰκότως περὶ τούτων τῶν συνθηκῶν ῥᾳδίως ὁμολογήσονται.



Picture
Μαρόκον
10 Σεπτεμβρίου 2023

Δεινὸς σεισμὸς ἐγένετο προχθὲς ὑπὸ νύκτα ἐν τῷ Μαρόκῳ, δι' ὃν δισχίλιοι μὲν ἄνθρωποι ἀπέθανον, πλείονες δὲ ἐτρώθησαν· τὸ δὲ ἐπίκεντρον ἐν τοῖς τοῦ Ἄτλαντος ὄρεσιν ἔκειτο, ὀκτωκαίδεκα χιλιόμετρα ὑπὸ τῆς γῆς τὸ βάθος. πολλαὶ δὲ χῶραι ἤδη ὠφέλειάν τε καὶ τὰ ἐπιτήδεια ὡς τάχιστα ἔπεμψαν, πολλοῖς γὰρ πάντων ἔνδειά ἐστιν· σίτου, ὕδατος, κτλ.

ταύτας δὲ τὰς δύο προτεραίας νύκτας πολλοὶ τῶν ἐκεῖ ἐνοικούντων ἔξω τῶν οὐ καταπεπτωκυιῶν οἰκιῶν καθηύδησαν φοβούμενοι μὴ τὰ ἔτι ἑστηκότα οἰκήματα, τῷ σεισμῷ βεβλαμμένα, καταπίπτῃ, καὶ δὴ καὶ δυνατόν ἐστιν ἐπαναλήψεις γενέσθαι, ὃ πολλάκις γίγνεται μετὰ μέγαν σεισμόν.



Picture
Ἰνδία
8 Σεπτεμβρίου 2023

Αὔριόν τε καὶ μεταύριον σύνοδος γενήσεται τῶν οὕτω καλουμένων G-20 ἐν τῇ Ἰνδίᾳ, ἐν τῇ πρωτευούσῃ Νέῳ Δελχί, ἀλλὰ οὐδαμῶς ἔσται σύνοδος φιλῶν, αἱ γὰρ χῶραι ἐσχισμέναι εἰσὶ διὰ τόν τε ἐν τῇ Οὐκραίνᾳ πόλεμον καὶ τὴν Σίνα - ΗΑΠ ἅμιλλαν· ἡ δὲ σχίσις οὐδένα λανθάνει αὐξανομένη, καὶ δὴ καὶ ἔνδον ἑκατέρου μέρους ἅμιλλαί τινες κεῖνται, παραδείγματος ἕνεκα ἔνδον τῆς ἑταιρείας BRICS καλουμένης ἡ Ἰνδία καὶ ἡ Σίνα ἁμιλλῶνται ἥτις ἡ τῆς ἑταιρείας ἄρχουσα γενήσεται, ὁ δὲ Xi Jinping αὐτὸς οὐ παρέσται, ὃ πολλοὶ ἑρμηνεύουσιν ὡς τὸν X. J. βουλόμενον περιφρόνησιν πρὸς τῇ Ἰνδίᾳ δεικνύναι.

ὡς ἐπὶ τὸ πολὺ τούτων τῶν συνόδων τελευτησασῶν πᾶσαι αἱ μετέχουσαι χῶραι κοινὴν ἀγγελίαν ἀγγέλλουσι περὶ ἅτινα ἂν ὁμολογήσωσιν, ἀλλὰ πολλοὶ τῶν φερεφόνων νομίζουσι τούτῳ τῷ ἔτει εἰκότως οὐδεμίαν κοινὴν ἀγγελίαν τὸ φῶς ὄψεσθαι.



Picture
Ἰνδία
6 Σεπτεμβρίου 2023

Ἡ Ἰνδία, ἡ πρώτη τῆς οἰκουμένης χώρα κατὰ τὸν τῶν ἐνοικούντων ἀριθμὸν (τῷ μηνὶ Ἀπριλίῳ τὴν Σίναν ὑπερέβη), ἴσως οὐ διὰ πολλοῦ Bharat ὀνομασθήσεται, ἡ γὰρ ἀρχὴ ἐν νῷ ἔχει τοῦτο τὸ βούλευμα πρὸ τῆς Βουλῆς τῇ ἐπιγιγνομένῃ 18ῃ Δεκεμβρίου προθεῖναι. κατὰ δὴ τὴν μυθολογίαν, ὁ Bharata βασιλεὺς ἦν ὃς πρῶτος πᾶσαν τὴν χώραν κατεστρέψατο.

ἡ δὲ τῆς ἀπροσδοκήτου μεταβολῆς αἰτία; κατὰ τὸν τῆς χώρας πρωθυπουργὸν Ναρένδρα Μόδι τὸ μὲν ὄνομα “ Ινδία “ ὑπὸ τῶν Βρετανικῶν ἐπετέθη, τῷ δὲ ὄντι οἱ ἐνοικοῦντες Bharat λέγουσιν ὁπόταν περὶ τῆς χώρας διαλέγωνται.


Picture
Αὐστραλία - Σίνα
3 Σεπτεμβρίου 2023

Ἡ τῆς Αὐστραλίας πρὸς τὴν Σίναν κοινωνία δοκεῖ αὖθις βελτιοῦσθαι, αὕτη γὰρ ἡ χώρα πέμψει πρεσβείαν βιομηχανίας τε καὶ ἀκαδημικῶν πρὸς τὸ Πεκίνον ἵνα τοῖς ἑαυτῶν ἀντιρρόποις διαλέγωνται· ἡ δὲ σύνοδος τῇ 7ῃ τούτου τοῦ μηνὸς ἡμέρᾳ γενήσεται.

τοιαύτη σύνοδος ἐγίγνετο κατ' ἐνιαυτὸν ἀπὸ τοῦ 2014ου ἔτους μέχρι τοῦ 2020ου, ἀλλὰ ἐκείνῳ τῷ ἔτει, ἐπειδὴ ἡ Αὐστραλία τὴν ἐπιχείρησιν Huawei ἀπὸ τῶν βουλευμάτων τῶν τοῦ 5G συστήματος ἀπέβαλεν, ἡ σύνοδος ἐπαύσατο γιγνομένη· νῦν δὲ ἡ νέα τῆς Αὐστραλίας ἀρχὴ (ἀρχαιρεσίαι ἐγένοντο τῷ προτέρῳ ἔτει) φαίνεται τῇ Σίνᾳ φιλικώτερον διακειμένη.


Picture
Γαβόν
1 Σεπτεμβρίου 2023

προχθὲς ἐν τῇ Ἀφρικῇ νέα στρατιωτικὴ κατάληψις ἐγένετο, τὸ γὰρ τοῦ Γαβὸν στράτευμα τὴν τῆς χώρας ἀρχὴν βίᾳ κατέλαβεν· τοῦ δὲ προτέρου προέδρου Ἀλὶ Βόγγο ἐν τῇ ἑαυτοῦ οἰκίᾳ καθειρχθέντος, τὸ στράτευμα τήν τε Βουλὴν διέλυσε καὶ τὸ τῶν ἀρχαιρεσιῶν ἀποβὰν ἀνεῖλεν (αἱ ἀρχαιρεσίαι τῷ προτεραίῳ Σαββάτῳ ἐγένοντο) καὶ ἤγγειλε τὸ τέλος τὸ τῆς τοῦ Βόγγο γένους δυναστείας, ὃ τῆς χώρας ἀπὸ τοῦ 1967ου ἔτους ἤρχεν.

τῆς δὲ στρατιωτικῆς καταλήψεως γενομένης, ἡ μὲν Ἀφρικανικὴ Ἕνωσις χθὲς τὸ Γαβὸν ἐξέβαλεν, τὰ δὲ τῆς χώρας ὅρια κεκλεισμένα μένει.



Picture
Οὐκραίνα
29 Αὐγούστου 2023

Μετὰ τοῦτο τὸ θέρος ᾧ τὸ τῆς Οὐκραίνας στράτευμα βραδύτατα προὐχώρει, ἕκαστον γὰρ χιλιόμετρον ὑψηλότατον αἵματος τίμημα εἶχεν, οἱ Οὐκρανοὶ ἤγγειλαν χθὲς ὅτι τὴν μικρὰν πόλιν Ῥοβοτίνην ἕλοιεν· ἡ δὲ ταύτης τῆς πόλεως αἵρεσις πολλοῦ ἀξία ἐστὶ διότι, καὶ εἱ ἡ πόλις αὐτὴ οὐδαμῶς μεγάλη ἐστίν, τυγχάνει μὲν ἐν τῇ πρώτῃ Ῥωσικῇ ἀμυντηρίῳ τάξει κειμένη, ἀναγκαῖον δὲ ἦν τῇ Οὐκραίνᾳ αὐτὴν ἑλεῖν εἰ βούλεται εἰς τὴν Ἀζοφικὴν Θάλατταν ἀφίκεσθαι.

ἐὰν ἡ Οὐκραίνα εἰς τὴν Ἀζοφικὴν Θάλατταν ἀφικνῆται, σχίσει τὰς χώρας τὰς τῇ Ῥωσίᾳ κατειλημμένας, κωλύσει οὖν τὴν Ῥωσίαν ἐπιτήδεια πρὸς τὸ ἑαυτῆς στράτευμα πέμψαι.


Powered by Create your own unique website with customizable templates.