Welcome to AKWN
the site of world news in Ancient Greek
After 10 years of existence, AKWN has been migrated to this new site in order to allow Greek texts to be uploaded as real texts instead of as images. Please go to "General information" to read more about this new stage of AKWN. Please feel free to tell me your opinion about font size, etc.
Webmaster: Juan Coderch (University of St Andrews)
• Please go to the section Περὶ τῶν ἐμῶν βίβλων above to find information about my Greek and my Latin grammars (the Latin one has been
published just some days ago, on the 7th of May 2013).

Στρατιώτην κεφαλοτομοῦσιν ἐν τῷ Λονδίνῳ
23 Μαίου 2013

Ὁ φονεὺς μάχαιραν ταῖς ᾑματωμέναις χερσὶν ἔχων
Δύο ἄνθρωποι στρατιώτην ἀποκτείνουσιν ”ὁ Ἀλλὰ μέγας ἐστὶν” κεκραγότες
Ἄνθρωπός τις ἐκεφαλοτομήθη ἐν τῇ τοῦ Ἡνωμένου Βασιλείου πρωτευούσῃ· λέγουσιν οἱ τὴν προσβολὴν μαρτυρήσαντες ὅτι δύο ἄνθρωποι στρατιώτῃ τινὶ ὃς ἔτυχεν ἐκεῖ ὢν προσέβαλον ἅμα τοὺς λόγους ”ὁ Ἀλλὰ μέγας ἐστίν” κεκραγότες καὶ μαχαίρᾳ ἀπέκτειναν· ἔπειτα δὲ πρὸς μὲν τοὺς φύλακας οὐ διὰ πολλοῦ ἀφικομένους τὰς μαχαίρας σείοντες ἔτρεχον, οἱ δὲ ἐπυροβόλησαν· ὅμως δὲ οἱ φονεῖς οὐ μὲν ἀπέθανον, ἐτρώθησαν δὲ καὶ κατελήφθησαν.
κατὰ μὲν τὸν πρωθυπουργὸν Δαβὶδ Κάμερον, ὃς περὶ τούτου ἀκούσας ταχέως πάντας τοὺς ὑπουργοὺς συνεκάλεσεν, τοῦτο τρομοκρατικὴ προσβολὴ ἦν, ἡ δὲ τοῦ Ἡνωμένου Βασιλείου Μουσουλμανικὴ Βουλὴ ταχέως ταύτην τὴν προσβολὴν ἐμέμψατο.
Διὰ τῆς Βρετανικῆς τελεωράσεως ITV ἔξεστιν ἕνα τῶν τρομοκρατῶν ταῖς ᾑματωμέναις χερσὶ μάχαιραν ἔχοντα ἰδεῖν, ἔξεστι δὲ καὶ γυναῖκα ἰδεῖν αὐτῷ διαλεγομένην· αὕτη ἡ γυνή, πάντα μαρτυρήσασα, τῷ νεκρῷ προσχωρήσασα τῷ φονεῖ διελέγετο ἵνα οὗτος ἐκεῖ μένοι ἕως οἱ φύλακες ἀφίκοιντο.

Ὁ Ἀργεντίνος δικτάτωρ Γεώργιος Βιδέλα ἀποθνῄσκει
17 Μαίου 2013

Ὁ Βιδέλα ἐν τῇ τελευταίᾳ δίκῃ
Ὁ πέντε ἔτη δικτάτωρ γενόμενος ἐν τῷ δεσμωτηρίῳ ἀπέθανεν
Ὁ Ἀργεντίνος δικτάτωρ Γ. Βιδέλα τήμερον ἐν δεσμωτηρίῳ τινὶ ἐγγὺς τῆς πόλεως Βουένος Αἶρες κειμένῳ ἀπέθανεν, ὀγδοήκοντα καὶ ἑπτὰ ἔτη γεγονώς. ὅ τε Βιδέλα καὶ ἄλλοι σρατηγοὶ τῷ ἔτει 1987 τὴν μὲν πρόεδρον κατὰ τοὺς νόμους εἱρεθεῖσαν Στέλλαν Περὼν ἐκ τῆς ἀρχῆς ἐξέβαλον τῷ στρατεύματι χρώμενοι, δικτατωρείαν δὲ βίᾳ ἐπιθέντες ἐν τέλει πολλὰ ἔτη ἔμενον ἕως ἡ δημοκρατία πάλιν εἰς τὴν χώραν ἐπανῆλθεν (ὁ μὲν Βιδέλα πέντε ἀκριβῶς ἔτη ἦρξεν, ἔπειτα δὲ ἄλλος τις στρατηγός, ὁ Ῥοβέρτος Βιόλα, αὐτῷ διεδέξατο)· τῆς δημοκρατίας εἰς τὴν Ἀργεντίναν ἐπανελθούσης, ὁ Βιδέλα καταληφθεὶς μὲν εἰς δίκην ἐκλήθη, τῷ δὲ ἔτει 1984 κατεγνώσθη ἐν δεσμωτηρίῳ εἰσαεὶ μένειν (τοῦ Βιδέλα ἄρχοντος, πολλοὶ μὲν ἄνθρωποι ἀπέθανον ἅτε τῇ ἀρχῇ ἀνθιστάμενοι, πολλοὶ δὲ ἄλλοι ἀφανεῖς ἐγένοντο).
ὅμως δὲ ἐν τῷ δεσμωτηρίῳ οὐ πολὺν χρόνον ἔκειτο, τῷ γὰρ ἔτει 1990 ὁ τότε πρόεδρος Καρόλος Μένεμ, δημοσιογράφος ὃς τὸ πρότερον τῆς δικτατωρείας ἔτι οὔσης ἔτυχεν ἐν δεσμωτηρίῳ μικρὸν χρόνον κείμενος, αὐτὸν ἀπροσδοκήτως ἔλυσεν, ὁ δὲ αὖθις ἐλεύθερος ἐγένετο· τῶν δὲ Κίρχνηρ εἰς τὴν ἁρχὴν ἀφικομένων ὁ Βιδέλα αὖθις μὲν κατελήφθη τε καὶ ἐδικάσθη, τῷ δὲ ἔτει 2010 αὖθις κατεγνώσθη, ἐν δὲ τῷ δεσμωτηρίῳ ἔμενεν ἕως χθὲς ἀπέθανεν.

Τερατώδης λύσις ἐν τῷ Βαγγλαδές
11 Μαίου 2013

Τὴν Ρ. Βέγουν πρὸς τὸ νοσοκομεῖον προσφέρουσιν
Γυναῖκα εὑρίσκουσι τῇ ἑπτακαιδεκάτῃ ἡμέρᾳ μετὰ τὴν ἐργαστηρίου πτῶσιν
Πάντες ἀκηκόαμεν περὶ τῆς συμφορᾶς νεωστὶ ἐν τῷ Βαγγλαδές γενομένης· ὑφαντικοῦ ἐργαστηρίου καταπεσόντος ἐν ᾧ οἱ ἐργασταὶ ἐπὶ ἐλαχίστῳ μισθῷ πολλὰς ὥρας καθ᾿ ἡμέραν ἐργάζονται, χίλιοι μὲν καὶ τετταράκοντα ἐργασταὶ οἳ ἔτυχον τότε ἐκεῖ ἐργαζόμενοι ἀπέθανον, πολλοὶ δὲ ἄλλοι ἐτρώθησαν.
χθὲς τῇ ἑπτακαιδεκάτῃ ἡμέρᾳ μετὰ τὴν τοῦ ἐργαστηρίου πτῶσιν οἱ τὰ ἐρείπια ἀπολαμβάνοντες μέγα τεῖχος ῥήξειν μέλλοντες γυναῖκα μὲν βοῶσαν ἤκουσαν, αἰσθόμενοι δὲ τῆς καταστάσεως μιᾶς ὥρας αὐτὴν ἀπέλυσαν· ἡ δὲ γυνή, Ῥέσμα Βέγουν ὀνόματι, ἐννεακαίδεκα ἔτη γεγονυῖα, εἶπεν ὅτι τοῦ ἐργαστηρίου καταπεσόντος μόνη μὲν ἔνδον μικροῦ χωρίου κατελείφθη, τύχῃ δὲ βρῶμά τε καὶ ὕδωρ εὕροι, εἶπε δὲ καὶ ὅτι καίπερ πολὺν χρόνον βοῶσαν οὐδεὶς αὐτὴν ἀκούσειεν.
οἱ τὰ ἐρείπια ἀπολαμβάνοντες οὐκ ἤλπιζον ζῶντά τινα εὑρήσειν, τοσούτων ἡμερῶν ἤδη διελθουσῶν. ἡ Ῥέσμα, ταχέως πρὸς τὸ νοσοκομεῖον προσενεχθεῖσα, ἐκεῖ νῦν κεῖται, λέγει δὲ ὅτι εὐδαιμονοῦσα αἰσθάνεται διότι τὸ φῶς αὖθις ὁρᾶν οἷά τ᾿ ἐστίν.

Ἀμερικανὸν στρατιώτην ἐν τῷ Βιετνᾶμ εὑρίσκουσιν
2 Μαίου 2013

Ἀμερικανοὶ στρατιῶται ἐν τῷ Βιετνᾶμ
Αἰχμάλωτος γενόμενος, ἐν τῇ χώρᾳ ἔμενε καίπερ λυθείς
Ὁ Ἰωάννης Ῥόβερτσον Ἀμερικανὸς στρατιώτης ἦν ὃς πρὸς τὸ Βιετνᾶμ ἐπέμφθη ἤδη τὸ τετταρακοστὸν καὶ τέταρτον ἔτος. πάντες περὶ τοῦ ἐν τῷ Βιετνᾶμ πολέμου ἀκηκόαμεν, ἴσμεν δὲ πολλοὺς μὲν Ἀμερικανοὺς στρατιώτας ἐκεῖ ἀποθανόντας, πολλοὺς δὲ οἴκαδε ἐπανελθόντας. ὅμως δὲ πολὺ μὲν λέγεται ἀεὶ περὶ τῶν οὔτε ἀποθανόντων οὔτε πρὸς τὰς ΗΑΠ ἐπανελθόντων, νῦν δὲ ἐκεῖ ἐν τῷ Βιετνᾶμ στρατιώτην τινὰ ἐν μικρᾷ κώμῃ οἰκοῦντα ηὑρήκασιν. ἥδε ἐστὶν ἡ ἱστορία·
τῷ ἔτει 1968 τὸ μὲν ἑλικόπτερον ἐν ᾧ ὁ Ἰωάννης Ῥόβερτσον ἔτυχεν ὢν πυραύλῳ κατεβλήθη, τὸν δὲ τοῦ Ι. Ρ. νεκρὸν οὐδέποτε ηὗρον· οἱ συγγενεῖς, οὐκ εἰδότες πότερον ὁ Ι. Ρ. ἀποθάνοι ἢ οὔ, πολὺν μὲν χρόνον ἐζήτουν, μάτην δέ· τέλος δέ, οὐδὲν εὑρόντες, πάντες ἐνόμισαν αὐτὸν ἀποθανεῖν. νῦν δὲ ἄλλος τις Ἀμερικανὸς στρατιώτης, πρὸς τὸ Βιετνᾶμ νεωστὶ ἐπανελθών, γεωργούς τινας περὶ τοῦ Ι. Ρ. διαλεγομένους τύχῃ ἀκούσας αὐτὸν ἐζήτει ἕως ηὗρεν. ὁ ἄνθρωπος, ἤδη ἑβδομήκοντα καὶ ἓξ ἔτη γεγονώς, τῇ Ἀγγλικῇ γλώττῃ οὐκέτι χρῆται, καὶ δὴ καὶ οὔτε τοῦ ὀνόματος τοῦ τῆς ἑαυτοῦ γυναικὸς οὐκέτι μέμνηται οὔτε τὰ τῶν ἑαυτοῦ υἱῶν.
ὁ Καναδέζος κινηματογραφικὸς ἄρχων Μιχαὴλ Ἰόργενσον ἔργον περὶ αὐτοῦ πεποίηκεν ἐν ᾧ τὴν ἱστορίαν ἐξηγεῖται, τὸ δὲ τοῦ ἔργου ὄνομα "Unclaimed" ἐστίν.

Ἔξεσται ταῖς γυναιξὶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει προσεύχεσθαι
27 Ἀπριλίου 2013

Τὸ τῶν Οἰμωγῶν Τεῖχος
Οἱ τοῦ Ἰσραῆλ δικασταὶ νομίζουσι τὸ τῷ τουλῖτ χρῆσθαι μὴ παρὰ τοὺς νόμους εἶναι
Τὸ ἐν τῷ Ἰερουσαλῆμ Πρῶτον Δικαστήριον εἶπεν ὅτι ἐξείη ταῖς γυναιξὶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει προσεύχεσθαι τῷ τουλῖτ (τὸ τουλῖτ ἱερὸς πέπλος ἐστίν) χρωμέναις, κατὰ γὰρ τοὺς δικαστὰς οὗτος ὁ πέπλος τὰ τῶν Ἰουδαίων ἔθη οὐχ ὑβρίζει. ἆρα τίς ἐστιν ἡ ταύτης τῆς δίκης αἰτία; ἥδε ἐστίν·
ἐν τῷ Ἰσραῆλ πολλάκις ἅμιλλα γίγνεται περὶ τῶν ἱερῶν τοῖς τε ὀρθοδόξοις καὶ τοῖς νεωτερίζειν πειρῶσιν· τῇ μὲν ἑνδεκάτῃ Ἀπριλίου πέντε γυναικῶν ἐν τῷ τῶν Οἰμωγῶν Τείχει καταληφθεισῶν ἅτε τῷ τε τουλῖτ χρωμένων καὶ ἐκεῖ προσευχομένων, ἡ ὀργάνωσις ”Γυναῖκες τοῦ Τείχους”, ἣ τὸ τῶν γυναικῶν ἐν τούτῳ τῶ ἱστορικῷ τόπῳ προσεύχεσθαι ἐποτρύνει, τῇ καταλήψει ἐνέστη λέγουσα ὅτι τοῦτο οὐδεμίαν ταραχὴν φύοι, νῦν δὲ οἱ δικασταὶ συμβεβουλεύκασιν ὅτι οὕτως μὲν ἔχει ὡς αὕτη ἡ ὀργάνωσις διαβεβαιοῦται, ἔξεστι δὲ ταῖς γυναιξὶ τοῦτο ποιεῖν.