Welcome to AKWN
the site of world news in Ancient Greek
After 10 years of existence, AKWN was migrated in August 2012 to this new site in order to allow Greek texts to be uploaded as real texts instead of as images. Please go to "General information" to read more about this new stage of AKWN. Please feel free to tell me your opinion about font size, etc.
Juan Coderch (University of St Andrews)
NOTE: I have published a new book, Vergil's Aeneid rephrased in prose. Vergil's own words, with vocabulary help. I you want to download a free
PDF, please go to my other website:
http://coderch-greek-latin-grammar.weebly.com

Ἡνωμένον Βασίλειον
25 Ἀπριλίου 2024
Διαμένει τὸ πρᾶγμα ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ περὶ τοῦ εἰς τὴν Ῥουάνδαν τοὺς εἰς τὴν χώραν μὴ κατὰ τοὺς νόμους εἰσελθόντας ἐκπέμπειν, ἤδη μὲν γὰρ τρεῖς πρωθυπουργοὶ μάτην πολλάκις ἐπεπειράκεσαν τὴν βουλὴν πείθειν τοῦτον τὸν ἀμφισβητήσιμον νόμον δέχεσθαι, νῦν δὲ ὁ τρίτος, ὁ Ῥίσι Σοῦνακ, τῆς βουλῆς τὸν νόμον δέχεσθαι πεισθείσης, λέγει μὲν ὅτι οὐ διὰ πολλοῦ ἄρξονται αἱ πτήσεις, ἴσως περὶ τοῦ μηνὸς Ἰουνίου, διαβεβαιοῦται δὲ ὅτι “οὐδὲν ξένον δικαστήριον κωλύσει ἡμᾶς τῶν πτήσεων μὴ ἄρχεσθαι.“
οἱ τῷ νόμῳ ἀνθιστάμενοι λέγουσιν ὅτι ἡ Ῥουάνδα τοῖς ἐκεῖσε πεμφθεῖσιν ἀσφαλὴς χώρα οὐκ ἔστιν, διὰ δὲ τοῦτο ὁ νόμος ὃν ἡ βουλὴ νεωστὶ ἐδέξατο καλεῖται “Νομοσχέδιον τῆς ἐν τῇ Ῥουάνδᾳ ἀσφαλείας.“

Ἰσραῆλ - Γάζα
22 Ἀπριλίου 2024
Ὁ τῆς Ἐθνικῆς Στρατιωτικῆς Ὑπηρεσίας Πληροφοριῶν τοῦ Ἰσραῆλ, ὁ Aharon Haliva, ἐκ τῆς ἀρχῆς ἑκὼν ἐξέστη χθές. ὁ μὲν Α. Η. ἤδη τῷ Ὁκτωβρίῳ τὴν αἰτίαν ἐδέξατο τοῦ τὴν ὐπὸ τῆς Χαμᾶς ἐπιβολὴν μὴ κωλύειν δυνηθῆναι, ἀλλὰ ἐν τῷ ἀξιώματι ἔμενεν, κατὰ δὲ τοὺς πολιτολόγους τοῦτο ἐποτρύνειν δύναιτο ἂν ἄλλους τῆς Ε. Σ. Υ. Π. ἄρχοντας τῷ A. H. ἕπεσθαι.
περὶ δὲ τὸν πόλεμον αὐτόν, τὸ τοῦ Ἰσραῆλ στράτευμα διαμένει τῇ πόλει Ῥάφα κατ' ἀέρα ἐπιτιθέμενον, οὖ τὸ ἥμισυ τῶν τῆς Γάζης πολιτῶν μένουσιν ἀποφυγόντες ἀπὸ ἄλλων τῆς χώρας μερῶν, πολλαὶ δὲ χῶραι πειρῶσι τὸν Νετανιάχου πείθειν μὴ ταύτῃ τῇ πόλει κατὰ γῆν ἐπιθεῖσθαι, ὃ ποιεῖν αὐτὸς ἤδη πολλάκις εἶπεν ὅτι ἐν νῷ ἔχει.

Γαλλία
20 Ἀπριλίου 2024
Φόβος ἐν τῷ Παρίσι χθὲς περὶ τῆς ἑνδεκάτης ἡμερινῆς ὥρας· ἀνήρ τις (κατὰ τὸν τῶν φυλάκων φερέφωνον Νικολάος Κ-Μ τὸ ὄνομα, ἑξήκοντα ἔτη γεγονὼς καὶ Ἰρανὸς ὢν τὸ γένος, καίπερ Γαλλικὴν πολιτείαν ἔχων) εἰς μὲν τὴν τοῦ Ἰρᾶν πρεσβείαν εἰσῆλθε καὶ τοῖς παροῦσιν ἠπείλησε χειροβομβίδας τινὰς αἳ περὶ ἑαυτοῦ ἐκρεμάννυσαν ἐκρηγνύναι, ἔπειτα δὲ ἤδη ἐντὸς τῆς πρεσβείας μεγάλῃ φωνῇ ἐβόησε “γυνὴ καὶ βίος καὶ ἐλευθερία!,“ τὸ αὐτὸ σύνθημα ὃ ἐβόων οἱ τῷ 2022ῳ ἔτει τῇ ἀρχῇ ἀνθιστάμενοι τῆς γυναικὸς Μάσα Ἀμίνι ὑπὸ τῶν φυλάκων ἀποθανούσης ἅτε τὸ πέπλον οὐκ ὀρθῶς ἐνδυομένης, εἶπε δὲ καὶ ὅτι τὸν θάνατον τιμωρεῖν τῷ ἑαυτοῦ ἀδελφῷ βούλοιτο (ὑπὸ γὰρ Ἰρανῶν φυλάκων ἀπέθανεν ὁ ἀδελφός)· τέλος δὲ οἱ Γάλλοι φύλακες ἀφικόμενοί τε καὶ τὸν ἄνδρα καθείρξαντες ᾔσθοντο τὰς χειροβομβίδας ψευδεῖς οὔσας.

17 Ἀπριλίου 2024
Τὸ τοῦ καπνίζειν πρόβλημα οὐδαμῶς νέον τί ἐστιν, πάντες γὰρ ἴσμεν ταύτην τὴν πρᾶξιν, τῇ ὑγιείᾳ κακίστην οὖσαν, ἐν πάσαις ταῖς χώραις μεγάλην δαπάνην τῷ κοινῷ θησαυρῷ ἐπιτιθεῖσαν, οἱ δὲ ἄρχοντες τοὺς πολίτας, ἄλλους τε καὶ τοὺς νεανίας, πείθειν πειρῶσι μὴ καπνίζειν· χθὲς οὖν ἡ τοῦ Ἡνωμένου Βασιλείου βουλὴ νέον νόμον ἐψηφίσατο καθ' ὃν μὴ καπνίζειν τοῖς νεανίαις τοῖς πρὸ τοῦ 2009ου ἔτους γενομένοις ἀπαγορευθήσεται, οὐδὲ μόνον ἡ πρᾶξις αὐτὴ ἀλλὰ καὶ τὰ εἰς τὸ καπνίζειν ἀναγκαῖα μὴ πρίασθαι.
383 μὲν βουλευταὶ τῷ νέῳ νόμῳ ἐψηφίσαντο, 67 δὲ κατ' αὐτοῦ, οἱ πλεῖστοι τούτων τῶν 67 ἑταῖροι ὄντες τοῦ πρωθυπουργοῦ ὃς τὸν νόμον προὔθηκεν.

Ἐγγὺς Ἀνατολή
15 Ἀπριλίου 2024
Προχθὲς ἐγένετο ὃ πάντες ἐφοβοῦντο μὴ γένοιτο· τὸ Ἰρᾶν τῷ Ἰσραῆλ ἐπέθετο, οὐ μὴν τὸ στράτευμα κατὰ γῆν πέμπον ἀλλὰ δρόνοις (περὶ τριακοσίοις) χρώμενον καὶ πύραυλα ἀνιέν· ὅμως δὲ κατὰ τὸν τοῦ Ἰσραῆλ ἐν τῷ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμῷ πρεσβευτὴν οἱ πλεῖστοι τούτων τῶν δρόνων διεφθάρησαν ἔτι πετόμενοι.
χθὲς δέ, τοῦ τῶν ΗΕΟ τῆς Ἀσφαλείας Συμβουλίου ὡς τάχιστα κληθέντος, ὅ τε τοῦ Ἰσραῆλ πρεσβευτὴς καὶ ὁ τοῦ Ἰρᾶν πρεσβευτὴς ἀλλήλους ᾐτιάσαντο τήν τε κατάστασιν ἐπὶ τὸ χεῖρον τρέπειν καὶ τῇ εἰρήνῃ ἐμπόδισμα εἶναι, ἑκατέρα δὲ χώρα τὸ Συμβούλιον ἐπώτρυνε τὴν ἑτέραν ζημιοῦν.