20 Δεκεμβρίου 2025
Ἆρα βούλει τὴν ἐνδοξοτάτην τοῦ Τρέβι Κρήνην ἰδεῖν, δήπουθην τὸν τῆς Ῥώμης τόπον ὃν πάντες οἱ περιηγηταὶ ἐπέρχονται ὁπόταν εἰς τὴν αἰώνιον πόλιν ἀφίκωνται; ἴθι νῦν, ἕως ἂν ἔτι προῖκα ἐξῇ σοι ταύτην τὴν κρήνην ἰδεῖν, τῇ γὰρ τῆς πόλεως βουλῇ ἔδοξε ἀπὸ τῆς πρώτης τοῦ Φεβρουαρίου ἡμέρας τοὺς περιηγητὰς οἵτινες ἂν βούλωνται τὴν κρήνην ἐπέρχεσθαι δύο εὐρὼ αἰτεῖν· ὅμως δὲ οἱ τῆς Ῥώμης πολῖται δύνανται ἡσύχως καθεύδειν, ἐλεύθεροι γὰρ μενοῦσι ταύτης τῆς ἀποδόσεως ἐὰν ἀποφαίνωσι γράφημά τι δεικνὺν σφᾶς τῆς Ῥώμης πολίτας ὄντας. ἆρα διαμενεῖ τὸ ἔθος τοῦ νόμισμά τι εἰς τὸ τῆς κρήνης ὕδωρ εἰσβαλεῖν ἢ ἴσως οἱ περιηγηταὶ ἐροῦσι “σύγγνωθί μοι, ἀλλὰ ἤδη ἱκανὸν ἀνήλωσα δεῦρο εἰσελθών“;
26 Ὀκτωβρίου 2025
Ὁ ἐμπορικὸς τοῦ Donald Trump πρὸς τὸ Καναδὰ πόλεμος διαμένει· προχθὲς μὲν ἡ κεφαλαία ἐν τῷ Καναδὰ τηλεορασικὴ ἑταιρεία ἄγγελμα ἀφῆκεν ἐν ᾧ ὁ Ronald Reagan, πρόεδρος τῶν ΗΑΠ ἀπὸ τοῦ 1980ου ἔτους μέχρι τοῦ 1988ο, τοὺς ἐμπορικοὺς φόρους ἐμέμψατο, καὶ δὴ καὶ τὸ ἄγγελμα ἀφείθη ὅτε πλεῖστοι πολῖται τὴν τηλεόρασιν ἐθεῶντο, ὁ δὲ D. T., ὀργισθείς, ἐπαχθεῖς γὰρ ἐμπορικοὺς φόρους τῷ Καναδὰ ἐπιτέθηκεν, εἶπεν ὅτι τοὺς πρὸς τὸ Καναδὰ φόρους τὸ 10% ἐπὶ τοῖς ἤδη νῦν ὑπάρχουσιν αὐξήσοι. ὅμως δὲ χθὲς ἡ αὐτὴ τηλεορασικὴ ἑταιρεία αὖθις τὸ αὐτὸ ἄγγελμα ἀφῆκεν, δεῖ δὲ νῦν ἰδεῖν ὅ τι ὁ D. T., ὃς τυγχάνει νῦν ἐν τῇ Μαλασίᾳ ὤν, ποιήσει.
14 Σεπτεμβρίου 2025
Οἱ τῶν τε ΗΑΠ καὶ τῆς Σίνης πρέσβεις συνέρχονται τήμερον ἐν τῇ Ἱσπανίᾳ, ἐν τῷ Ματρίτι, ἵνα τρεῖς ἡμέρας περὶ τῶν ἐμπορικῶν φόρων καὶ περὶ τῆς τοῦ TikTok ἐξουσίας διαλέγωνται, κατὰ δὲ τὴν τελευταίαν σύμβασιν ἡ ἐξουσία ἵνα TikTok ἔνδον τῶν ΗΑΠ ἐργάζεσθαι δύνηται οὐ διὰ πολλοῦ τελευτήσεται.