4 Ἰανουαρίου 2026
Χθὲς ἅμ' ἕῳ οὐδεὶς ἀκριβῶς ᾔδει ὅ τι ἐν τῇ Βενεζουέλῃ γίγνοιτο, ἀλλὰ τοῦ χρόνου ἐξιόντος πάντα σαφῆ ἐγένετο. ὡς εἰπεῖν λόγῳ, πρῶτον μὲν ὁ τῆς Βενεζουέλης ἄρχων Nicolás Maduro καὶ ἡ γυνὴ αὐτοῦ ὑπ' Ἀμερικανῶν στρατιωτῶν κατελήφθησαν, ἔπειτα δὲ ἡ ναῦς USS Iwo Jima αὐτοὺς πρὸς τὸ Γουαντάναμον ἵδρυμα ἐκόμισεν, τέλος δὲ ἐκεῖθεν ἐν ἀεροσάφει εἰς τὴν Νέαν Ἰόρκην ἠνέχθησαν, οὗ νῦν ἐν δεσμωτηρίῳ μένουσιν. κατὰ τὸν τῆς Λευκῆς Οἰκίας φερέφωνον, ὁ Ν. Μ. ἐκεῖ δικασθήσεται, αὐτοῦ γὰρ πέμψιν φαρμάκων εἰς τὴν χώραν κατηγοροῦσιν. ὅστις νῦν τῆς Βενεζουέλης ἄρξεται οὔπω σαφές ἐστιν, ἀλλὰ αἱ Ἀμερικαναὶ τοῦ πετρελαίου ἑταιρεῖαι ἤδη παρασκευάζονται ἵνα ἐν ἐκείνῃ τῇ χώρᾳ ἐπιχειρήσεις ποιῶνται.
3 Ἰανουαρίου 2026
Ἡ πολεμικὴ διάτασις ἐν τῇ Βενεζουέλῃ αὐξάνεται, ἔξεστι δὲ ἐν πολλοῖς κοινωνικοῖς δικτύοις πολλὰς ἐκρήξεις ἰδεῖν ἃς οἱ τῆς Καράκας πολῖται χθὲς τῆς νυκτὸς ἤκουσαν, καὶ δὴ καὶ ἡ τῶν ἀγγελμάτων ἑταιρεία Bloomberg λέγει ὅτι πολλοὶ ἰδεῖν ἐδυνήθησαν ἀεροσκάφη τινὰ ἐπὶ τῇ πόλει πετόμενα. κατὰ τὸν τῆς χώρας πρόεδρον Nicolás Maduro, ὁ D. Trump αἴτιός ἐστι τούτων τῶν προσβολῶν, ἤδη γὰρ τὸ τῶν ΗΑΠ στράτευμα τοῦ D. T. κελεύσαντος πρὸ τῆς τοῦ ἔτους τελευτῆς λιμένι τῆς Βενεζουέλης ἐπέθετο ἐν ᾧ κατὰ τὸν D. T. φάρμακα ἠθροίζετο πρὶν πρὸς τὰς ΗΑΠ πεμφθῆναι, ὃ κατὰ τὸν N. M. πρόφασίς ἐστιν.
12 Δεκεμβρίου 2025
Ἡ María Corina Machado, πεντήκοντα καὶ ὀκτὼ ἔτη γεγονυῖα, ἀφίκετο χθὲς εἰς τὴν πόλιν Ὄσλο· οὐκ ἐδυνήθη εἰς καιρὸν ἀφίκεσθαι προχθὲς ἵνα τὸ τῆς Εἰρήνης Νόβελ ἆθλον δέξαιτο, ὃ ἡ θυγατὴρ αὐτῆς ἐδέξατο, χαλεπώτατον γὰρ ἐγένετο ἐκ τῆς Βενεζουέλης ἀποφυγεῖν, ἔδει δὲ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ κατὰ ἀέρα πορεύεσθαι. πρῶτον μὲν ἐκ τῆς Καράκας κατὰ γῆν πρὸς μικρὰν κώμην παρὰ τῇ παραλίᾳ κειμένην ἐπορεύθη, ἔπειτα δὲ ἀπὸ ταύτης τῆς κώμης κατὰ θάλατταν μέχρι τοῦ Κουραζάο, τέλος δὲ ἀπὸ τοῦ Κουραζάο κατὰ ἀέρα μέχρι τῆς Νορβηγίας. ἐξ οὗ τῷ 2024ῳ ἔτει ἡ M. C. M. ἐν ταῖς ἀρχαιρεσίαις ἐνίκησεν ὁ Nicolás Maduro, τὴν ἧτταν οὐ δεξάμενος, πειρᾷ αὐτὴν κατέχειν.
29 Νοεμβρίου 2025
Ὁ τῶν ΗΑΠ πρόεδρος Donald Trump ἤγγειλε τήμερον πάσῃ τῇ οἰκουμένῃ ὅτι δεῖ πάντας ἡγεῖσθαι τὸν ἀέριον τῆς Βενεζουέλης χῶρον κλειστόν, ἴσως δὲ τοῦτο σημαίνει ὅτι ὁ D. T. ἐν νῷ ἔχει κατὰ γῆν μέρεσί τισι ἐκείνης τῆς χώρας οὐ διὰ πολλοῦ ἐπιθέσθαι, ὁ γὰρ D. T. καὶ ὁ τῆς Βενεζουέλης πρόεδρος Nicolás Maduro καθ' ἡμέραν ἀλλήλους πάντα καλοῦσιν πλὴν “καλοῦ“. κατὰ μὲν τὸν D. T. ὁ σκοπὸς οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν νοσώδων φαρμάκων ἀποστολὴν ἀπὸ τῆς Βενεζουέλης πεμφθεῖσαν παύειν, κατὰ δὲ τὸν N. M. ὁ D. T. πειρᾷ τὴν τῆς χώρας ἀρχὴν μεταβαλεῖν.
12 Σεπτεμβρίου 2025
Ἐν τῇ Βραζιλίᾳ οἱ τῆς πολιτείας δικασταὶ κατέγνωσαν χθὲς τοῦ προτέρου τῆς χώρας προέδρου Bolsonaro εἴκοσι καὶ ἑπτὰ ἔτη. κατὰ τὸ κατηγόρημα ὁ Bolsonaro, ἐν ταῖς ἀρχαιρεσίαις ἡττηθείς, ἐπείρασε τῷ 2023ῳ ἔτει τὴν ἀρχὴν βίᾳ κατέχειν.