• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
  • Πρότερα νέα
    • News of this year 24-25
    • News of former years
  • Νέοι λόγοι
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Sherlock Holmes in Classical Greek
    • The Little Prince in Ancient Greek
    • Don Camillo in Classical Greek
    • The Importance of Being Earnest in Ancient Greek and Latin
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
  • Πλείονα
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
Picture
Ἡνωμένον Βασίλειον
27 Μαίου 2025

Ἐν τῇ πόλει Liverpool χθὲς τῆς ἑσπέρας οἱ μὲν πολῖται μακαρίως τὴν τῆς ποδοσφαιρικῆς ὁμάδος ἐν τῷ Ἀγγλικῷ ἀγῶνι νίκην ἐνεκώμιαζον, ἐξαίφνης δὲ αὐτοκίνητόν τι ἐξ οὐδενὸς λόγου πρὸς τοὺς παρόντας ἐνέβαλεν· πεντήκοντα μὲν ἄνθρωποι ἐτρώθησαν, ὧν ἕνδεκα ἔτι ἐν τῷ νοσοκομείῳ μένουσιν, εὐτυχῶς δὲ οὐδεὶς ἀπέθανεν.

κατὰ τὸν τῶν φυλάκων φερέφωνον, ἡ μὲν τούτου τοῦ δυστυχήματος αἰτία οὐκ ἔστι τρομοκρατία, ὁ δὲ τὸ αὐτοκίνητον ἐλαύνων, ἀνὴρ πεντήκοντα μὲν καὶ τρία ἔτη γεγονώς, Ἀγγλικὸς δὲ τὸ γένος, φαρμάκοις κατεκάμπτετο. ὁ ἀνὴρ κατειργμένος μένει.



Picture
Harvard Πανεπιστήμιον
24 Μαίου 2025

Νέον μέρος τῆς τοῦ προέδρου Trump πρὸς τὸ Harvard Πανεπιστήμιον ἁμίλλης, τὸ δὲ μέρος αὐτὸ τρεῖς σταθμοὺς δείκνυσιν.
 
πρῶτον μὲν ὁ πρόεδρος Trump τῷ πανεπιστημίῳ ἀπεῖπε ξένους μαθητὰς δέξασθαι, ὃ δεινόν ἐστιν, πάντα γὰρ τὰ πανεπιστήμια διὰ τῆς οἰκουμένης οὐ μόνον ξένους μαθητὰς ἔχουσιν ἀλλὰ καὶ πειρῶσιν ὡς πλείστους ἔχειν, ὁπόσους ἂν δύνωνται, παραδείγματος ἕνεκα νῦν ἐν τῷ Harvard Πανεπιστημίῳ 27% τῶν μαθητῶν τυγχάνουσι ξένοι ὄντες· ἔπειτα δὲ τὸ Η. Π. τὸν πρόεδρον Trump αὐτὸν γραφὴν ἐγράψατο ὡς παράνομόν τι κελεύοντα, καὶ δὴ καὶ ὁ τοῦ Η. Π. πρόεδρος Alan Garber εἶπεν ὅτι “ἄνευ τῶν ξένων μαθητῶν Harvard οὐκ ἔστι Harvard.“ τέλος δὲ χθὲς τῆς νυκτὸς (ἔτι τῆς μεσημβρίας ἐν ταῖς ΗΑΠ) ὁ τρίτος σταθμὸς ἐγένετο, δικαστὴς γάρ τις τῆς Massachusetts ἐπαρχίας ἔκρινεν ὅτι οὐκ ἔξεστι τῷ προέδρῳ Trump τοιοῦτό τι ἐπιθεῖναι, ἐκέλευσε δὲ τὸ τοῦ προέδρου Trump κέλευσμα ἄκυρον καταλιπεῖν.



Picture
ΗΑΠ
22 Μαίου 2025

Χθὲς τῆς νυκτὸς δύο ἄνθρωποι βίᾳ ἀπέθανον ἐν τῇ πόλει Οὐάσιγκτον ἐγγὺς τοῦ Ἰουδαικοῦ Μουσείου, οὗ ὁμιλία τῆς Ἰουδαικῆς ἑταιρείας ἐγίγνετο. ὁ φονεύς, Elías Rodríguez ὀνόματι καὶ τριάκοντα ἔτη γεγονώς, ἐξαίφνης μὲν τοῖς ἐκεῖ παροῦσι προσεχώρησε καὶ πυροβολῶν ἤρξατο, ταχέως δὲ ὑπὸ τῶν φυλάκων ἐπαύσθη· ἔπειτα δέ, ἤδη καταληφθείς, “ Ἐλευθέρα Παλαιστίνα! “ ἐβόησεν. οἱ μὲν δύο ἄνθρωποι ἐν τῇ τοῦ Ἰσραῆλ πρεσβείᾳ εἰργάζοντο, ὁ δὲ φονεὺς ἐν τῇ πόλει Σικάγῳ ᾤκει.
 
τοῦ ἐν τῇ Γάζῃ πολέμου διαμένοντος, ἡ τοῦ Ἰρσαῆλ ἀρχὴ τοῖς ἐν ἄλλαις χώραις οἰκοῦσιν τοῦ Ἰσραῆλ πολίταις ὡς μάλιστα εὐλαβεῖσθαι παραινεῖ, κατὰ γὰρ τὸ εἰκὸν πλείονες τοιούτων ἐπιβολῶν γενήσονται.



Picture
ΗΑΠ
19 Μαίου 2025

χθὲς ὁ τοῦ πρόσθεν τῶν ΗΑΠ προέδρου George Biden φερέφωνος ἤγγειλεν ὅτι ὁ G. B., νῦν ὀγδοήκοντα δύο ἔτη γεγονώς, καρκίνον τοῦ προστάτου πάσχει, εἶπε δὲ ὅτι οὗτος ὁ καρκίνος μετάστασιν τῶν ὁστῶν γεννᾷ. πότερον ἐξέσται τοῖς ἰατρεῦσι ταύτην τὴν νόσον νικῆσαι χημειοθεραπείᾳ χρωμένοις ἢ οὒκ οὔπω ἴσασιν, ἐξαρτᾶται γὰρ ἐκ τῆς ἐπιδόσεως.
 
ὁ G. B. ἤδη τὸν τέταρτον μῆνα ἐκ τῆς πολιτικῆς διαίτης ἐξῆλθεν, πολλοὶ γὰρ τῶν τοῦ κόμματος ἑταῖροι τὸν πρόσθεν πρόεδρον ἀσθενέστερον τοῦ δέοντος ἰδόντες αὐτῷ τῶν ἀρχαιρεσιῶν μὴ μετέχειν  παρῄνησαν· νεωστὶ δὲ ἐλέγετο καὶ ὅτι οὐχ οἷός τ' ἐστιν ἀνθρώπους ἀναγνωρίζειν ἑαυτῷ προσήκοντας.



Picture
Τουρκία
16 Μαίου 2025

Ἄρχεται τήμερον ἐν τῇ Κονσταντινουπόλει ἡ περὶ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου σύνοδος· ὅμως δέ, τοῦ τῆς Ῥωσίας προέδρου Putin διακρίναντος μὴ παρεῖναι, οὐδεὶς ἐλπίδαν οὐδεμίαν ἔχει, τῷ γὰρ τῆς Οὐκραίνας προέδρῳ Zelenski, καίπερ ἐν τῇ Κονσταντινουπόλει ὄντι, ἔδοξε τὸ αὐτὸ τῷ Putin ποιῆσαι καὶ μὴ τῆς συνόδου μετέχειν.

ὁ μὲν Vladímir Medinski τῆς Ῥωσικῆς πρεσβείας ἄρχει, ὁ δὲ Andriï Iermak τῆς Οὐκρανῆς.



Picture
ΗΑΠ
14 Μαίου 2025

Ὁ τῶν ΗΑΠ πρόεδρος Trump εἶπε χθὲς τῷ ἀεροσκάφει Air Force One πετόμενος  ὅτι, ἐμπορικοῦ συνθήματος συγγραφέντος, ἡ Σίνα τὸν ὅρον ταῖς Ἀμερικαναῖς ἐπιχειρήσεσιν ἀνοίξει, προχθὲς γὰρ τῇ τε Σίνᾳ καὶ ταῖς ΗΑΠ ἔδοξε τὰ τέλη ἀναιρεῖν ἃ αἱ δύο χῶραι τῷ Ἀπριλίῳ ἀλλήλαις ἐπέθεσαν· ὅμως δὲ αὕτη ἡ ἀναίρεσις μόνον ἐνενήκοντα ἡμέρας μενεῖ.


ταύταις δὲ ταῖς ἡμέραις ὁ Trump διὰ τῶν τοῦ Περσικοῦ Κόλπου χωρῶν πορεύεται ἵνα ἄρχουσι τισὶ συντυγχάνῃ, χθὲς δὲ μέγιστον ἐμπορικὸν σύνθημα τῇ Σαουδικῇ Ἀραβίᾳ συνέγραψεν.


Picture
Τὸ Βατικανόν
11 Μαίου 2025

Ὁ νέος Πάπας Λέων XIV τήμερον τῆς μεσημβρίας ἐν τῇ τοῦ Ἁγίου Πέτρου ἀγορᾷ τὴν πρώτην “Βασίλειαν τοῦ Οὐρανοῦ“ ἑορτὴν ἐποίησεν. ὁ Πάπας τὴν ἑορτὴν ποιῶν ἑαυτὸν πολλάκις “ἐπίσκοπον Ῥώμης“ ἐκάλει.

τοσούτων πολέμων διὰ τῆς οἰκουμένης νῦν γιγνομένων, πάντες ἐβούλοντο τὴν πρώτην Βασίλειαν τοῦ Οὐρανοῦ ἑορτὴν ἀκούειν, δῆλος γὰρ ἦν ὁ Πάπας περὶ τῆς νῦν καταστάσεως λόγους τινὰς ἐρῶν· πῶς γὰρ οὔ, ᾔτησε τοὺς ἄρχοντας τοὺς πολέμους πάντας εὐθὺς παῦσαι, τοῦτο δὲ ἀκούων οὐδεὶς ἐθαύμασεν, προσδόκιμοι γὰρ ἦσαν οὗτοι οἱ λόγοι, ἀλλὰ φράσιν τινὰ εἶπεν ἣ μεγάλην δύναμιν ἔχει, μνείαν γὰρ ἐποιήσατο τοῦ τρίτου παγκοσμίου “κατὰ μέρη“ πολέμου (ἄλλα μέρη ἐν ἄλλαις τῆς οἰκουμένης χώραις)· τῆς οὖν ἑορτῆς τέλος λαβούσης πολλοὶ εἶπον ὅτι ἴσως ἀρίστη μέθοδος οὐχ ὑπάρχει τοῦ τὴν γενησομένην κατάστασιν ἐξηγεῖσθαι, τρίτον παγκόσμιον πόλεμον “κατὰ μέρη.“


Picture
Ἰνδία - Πακιστᾶν
9 Μαίου 2025

Διαμένει ἡ ἐπικίνδυνος ἐν τῇ Ἰνδίᾳ καὶ τῷ Πακιστᾶν κατάστασις, τῆς μὲν γὰρ Ἰνδίας χθὲς χώρους τινὰς τοῦ Πακιστᾶν βομβαρδισάσης πολλοὶ πολῖται ἀπέθανον, τὸ δὲ Πακιστᾶν διαβεβαιοῦται ὅτι ἑβδομήκοντα τῆς Ἰνδίας μὴ ἐπανδρωμένα ἀεροσκάφη (ὃ ἀγγλιστὶ ὡς ἐπὶ τὸ πολὺ καλεῖται "dron") κατέβαλεν. ἐξ οὗ ἡ ἅμιλλα ἐν τῷ Κασμὶρ ἤρξατο, ἤδη ὀγδοήκοντα ἄνθρωποι ἀπέθανον.
 
τὸ νῦν ἴσως αὕτη ἡ κατάστασις μόνον ὡς ἅμιλλα κεῖται, ἀλλὰ οἱ πλεῖστοι φοβοῦνται μὴ ἡ κατάστασις πόλεμος γίγνηται, αἱ γὰρ δύο χῶραι πυρηνικὰ πύραυλα ἔχουσιν.



Picture
Ῥώμη
7 Μαίου 2025

Τήμερον 133 καρδινάλιοι ἐν τῇ Ῥώμῃ τῆς ὁμιλίας ἄρχονται ἵνα τὸν νέον Πάππας αἱρῶνται· κατὰ δὲ τὴν παράδοσιν δεήσει αὐτοὺς ἐν τῷ Σιξτίνῳ ἱερῷ, τοὺς ἀνθρώπους ἐκβαλούντας ("Extra homines" γὰρ λέγουσι πρὶν τὴν θύραν κλεῖσθαι, οὐδαμῶς "Extra omnes" ὡς πολλοὶ νομίζουσιν αὐτοὺς λέγειν, οἱ γὰρ καρδινάλιοι κατὰ τὸν νόμον “ἄνθρωποι“ εἶναι οὐ δοκοῦσιν) καθ' ἡμέραν ὁμιλίαν ποιεῖν ἕως ἂν δύνωνται "Habemus Papam" τοῖς ἔξω μένουσιν εἰπεῖν.
 
πῶς γὰρ οὔ, μετὰ ἑκάστην διαψήφισιν πάντες οἱ ὀφθαλμοὶ πρὸς τὸν καπνὸν ἐκ τοῦ ἱεροῦ ἐξιόντα βλέψουσι καὶ δεικνύοντα πότερον λευκὸν (ἤδη νέον Πάπας ἔχομεν) ἢ μέλαν (οὔπω ἔχομεν) ἐστίν.



Picture
Ἰσραῆλ
5 Μαίου 2025

Οἱ τοῦ Ἰέμεν Χουθίες ἤγγειλαν τήμερον ὅτι τοῖς ἀερολιμέσιν ἐπιτιθέμενοι, ἄλλοις τε καὶ τῷ Ben Gurion ἀερολιμένι, πειρῶνται ἀεροπορικὴν κλεῖσιν τῷ Ἰσραῆλ ἐπιθεῖναι, ᾔτησαν δὲ τὰς ἀεροπορικὰς ἑταιρείας πάσας τὰς πρὸς τὸ Ἰσραῆλ πτήσεις καθαιρεῖν ἵνα τὴν ἀσφάλειαν τὴν τῶν τε ἐπιβατῶν καὶ τῶν ἀεροσκάφων φυλάττωσιν· κατὰ δὲ τὸν τῶν Χουθίων φερέφωνον, τὸν Yahya Sarea, ἡ ἐπίθεσις τῇ Κυριακῇ γενομένη (ἓξ ἄνθρωποι ἐτρώθησαν) ἡ πρώτη ἐστὶ πολλῶν ἄλλων γενησομένων.


Picture
ΗΑΠ
3 Μαίου 2025

Νέον ἐριστικὸν τοῦ Donald Trump πρᾶγμα, προχθὲς μὲν γὰρ εἶπεν ὅτι αὐτὸς ἄριστος ἀνὴρ εἴη ἂν ἵνα ὁ νέος Πάπας γένοιτο, πάντες δὲ ἐνόμιζον αὐτὸν ἐπισκώπτειν, τήμερον δὲ ἡ μὲν Λευκὴ Οἰκία ἐν τῷ δημοσίῳ ὀργάνῳ “Χ“ (“Twitter“ πρόσθεν) φωτογραφίαν (χειροποίητῳ συνέσει πεποιημένην) ἐξέδωκεν ἣ τὸν πρόεδρον ὡς Πάπαν ἐνδεδυμένον δείκνυσιν, ὁ δὲ πρόεδρος αὐτὸς ἐν τῇ ἑαυτοῦ τοῦ “Χ“ ὁδῷ τὴν φωτογραφίαν αὖθις ἐξέδωκεν.
 
πῶς γὰρ οὕ, τοῦτο τοῖς Καθολικοῖς οὐκ ἤρεσεν, νῦν δὲ πολλοὶ ἀμφισβητοῦσι πότερον ἡ Λευκὴ Οἰκία τοῦτο ἐπισκώπτουσα ἐποίησεν ἢ σπουδαίως ὁ Trump ἐν νῷ ἔχει ὁ νέος Πάπας γενέσθαι.


Picture
Οὐκραίνα - ΗΑΠ
1 Μαίου 2025

Ἡ Οὐκραίνα καὶ αἱ ΗΑΠ χθὲς τὴν συγγραφὴν ὑπεγράψαντο καθ' ἧν αἱ δύο χῶραι συνεργάσονται τὰ ἐν τῇ Οὐκραίνᾳ κείμενα μεταλλεῖα ἐξορύττουσαι, ἤδη γὰρ πάλαι ὁ Trump ταύτην τὴν ὁμολογίαν ᾔτησεν ἀντὶ τῆς πολεμικῆς τῇ Οὐκραίνα δοθείσης βοηθείας.
 
κατὰ τὸν Trump, ἐὰν ἐργασταὶ τῶν ΗΑΠ ἐκεῖ παρῶσι μεταλλεῖα ἐξορύττοντες ὁ Putin οὐ θαρρήσει τῇ Οὐκραίνᾳ ἐπιθέσθαι, ἀλλὰ τῷ ὄντι ἡ συγγραφὴ οὐδὲν περὶ τοῦδε ἰσχυρίζεται, ὅ τι αἱ ΗΑΠ ἐν νῷ ἔχουσι ποιεῖν ἐὰν ἡ Ῥωσία διαμένῃ τῇ Οὐκραίνᾳ ἐπιτιθεμένη.



Picture
Καναδά
29 Ἀπριλίου 2025

Προχθὲς οἱ τοῦ Καναδὰ πολῖται νέον τῆς χώρας πρωθυπουργὸν ἐψηφίσαντο, οὐδένα δὲ λανθάνει ὁ τῶν ΗΑΠ πρόεδρος Trump τὸ ὀπίσω τῶν ψήφων κείμενον μέρος γενόμενος ὃ πάντας τοὺς πολίτας ἔνθα καὶ ἔνθα ἔωσεν, οἱ γὰρ τοῦ Trump λόγοι βουλομένου τὸ Καναδὰ νέαν τῶν ΗΑΠ ἐπαρχίαν γενέσθαι πάντας τοὺς πολίτας ἐτάραξαν, τοῦ δὲ νῦν προέδρου Mark Carney νικήσαντος οἱ τοῦ Καναδὰ πολῖται σαφὲς ἄγγελμα τῷ Trump ἔπεμψαν· “Βουλόμεθα διαμένειν αὐτόνομοι ὅντες.“

ὅμως δὲ οὔπω δῆλόν ἐστι πότερον ὁ Mark Carney ἱκανοὺς βουλευτὰς ἕξει ἵνα οὐδενὸς ἄλλου κόμματος ὁμολογοῦντος ἄρχῃ ἢ ἀναγκαῖον ἔσται αὐτῷ τὴν ἄλλου κόμματος ἐπικουρίαν δέχεσθαι.



Picture
Ἰταλία
27 Ἀπριλίου 2025

Ὁ τῶν ΗΑΠ πρόεδρος Trump καὶ ὁ τῆς Οὐκραίνας Zelenski ἀλλήλοις συνέτυχον χθὲς ἐν τῷ Bατικάνῳ τῷ τοῦ Πάπας τάφῳ συνόντες. ἐξ οὗ ἐκείνην τὴν ἔνδοξον ἅμιλλαν ἐν τῇ Λευκῇ Οἰκίᾳ ἔσχον ἣ περὶ πάσης τῆς οἰκουμένης διεπορεύθη, οἱ δύο πρόεδροι οὔπω αὖθις συνετετυχήκεσαν.

καθ' ὃ αὐτὸς ἐν τῷ διαδικτύῳ ἔπειτα ἔγραψεν, ὁ Trump προὔθηκε οἰκονομικήν τινα κόλασιν τῷ Putin ἐπιθεῖναι ἐὰν τοὺς βομβαρδισμοὺς μὴ παύῃ, εἶπε δὲ ὅτι “οὐδαμῶς μὲν ἀναγκαῖον ἦν ταύταις ταῖς τελευταίαις ἡμέραις ἐπὶ Οὐκρανούς τε πολίτας καὶ πόλεις πύραυλα ἱέναι, ἴσως δὲ ὁ Putin τὸν πόλεμον παύειν οὐ βούλεται.“


Picture
Οὐκραίνα
24 Ἀπριλίου 2025

Ὁ  τῶν ΗΑΠ πρόεδρος Trump προὔθηκε χθὲς τῷ τῆς Οὐκραίνας προέδρῳ Zelenski τῇ Ῥωσίᾳ παραδοῦναι τοσαύτην χώραν ὅσην τὸ Ῥωσικὸν στράτευμα ἤδη ἂν κατέχῃ, οὐ μόνον τὴν Κριμέαν, ἣν ἡ Ῥωσία ἤδη πάλαι βίᾳ κατέλαβεν, ἀλλὰ καὶ πάντα τὰ ἄλλα τῆς Οὐκραίνας μέρη εἰς ἅτινα νεωστὶ εἰσέβαλεν.

ὁ δὲ Zelenski τοῦτο τὸ βούλευμα παντελῶς ἀπέωσεν, λέγει γὰρ ὅτι τοῦτο τὸν Putin, ἰδόντα ὅτι κέρδος τι κτᾶται, ἐποτρύνοι ἂν οὐ μόνον αὖθις εἰς τὴν Οὐκραίναν εἰσβαλεῖν ἀλλὰ καὶ εἰς ἄλλας χώρας, κατὰ γὰρ πολλοὺς ἡ Μολδαβία ἔσται ἡ ἐπιγιγνομένη χώρα εἰς ἣν ὁ Putin, βουλόμενος τὴν ἀρχαίαν Ῥωσικὴν ἀρχὴν ἀναλαβεῖν, ἂν εἰσβάλλῃ.



Picture
Σίνα
22 Ἀπριλίου 2025

Τοῦ ἐμπορικοῦ πολέμου διαμένοντος, ἡ Σίνα ἀπέπεμψε χθὲς πρὸς τὰς ΗΑΠ δύο Boeing ἀεροσκάφη ἃ ἤδη ἐν τῇ Σίνῃ ἦσαν, ἑτοῖμα ἵνα τῇ Σινικῇ ἑταιρείᾳ Xiamen Air δοθείη· τὰ δὲ δύο ἀεροσκάφη εἰς τὸν τῆς πόλεως Seattle ἀερολιμένα ἀφίκοντο, ὅθεν τούτου τοῦ μηνὸς ἀρχομένου πρὸς τὴν Σίναν ἔπτοντο. τὰ δύο ἀεροσκάφη ἤδη τὸ ὄνομα τὸ τῆς Σινικῆς ἑταιρείας ἐδείκνυ.


οὔπω ἴσμεν πότερον ἄλλα ἀεροσκάφη τὴν αὐτὴν τύχην πείσεται ἢ οὔκ, ἡ γὰρ Σίνα νεωστὶ πέντε τῆς Boeing ἑταιρείας ἀεροσκάφη ὠνήσατο.


Picture
Οὐκραίνα
20 Ἀπριλίου 2025

Καὶ εἰ ὁ Ποῦτιν ἤγγειλε χθὲς ἕωθεν ὅτι διὰ τῆς Πάσχης ἐκεχειρίαν μὲν ἐάσοι, ἐλπίζοι δὲ τὴν Οὐκραίναν τὸ αὐτὸ ποιήσειν, αἱ Ῥωσικαὶ προσβολαὶ διέμειναν, ἐκ γὰρ οὗ ὁ Ποῦτιν τοῦτο τὸ ἄγγελμα ἤγγειλε πεντήκοντα καὶ ἐννέα νέοι ἐπὶ τὴν Οὐκραίναν βομβαρδισμοὶ εγένοντο.

κατὰ δὲ τὸν τῆς Οὐκραίνας πρόεδρον ὁ μὲν Ποῦτιν προσποιεῖται τὴν εἰρήνην μετιέναι, ἔργῳ δὲ διαμένει τὴν Οὐκραίναν λυμαίνεσθαι πειρώμενος, ἡ δὲ Οὐκραίνα ἔτι καὶ νῦν λόγον περὶ σπονδῶν τριάκοντα ἡμερῶν προσφέρει.


Picture
ΗΑΠ
17 Ἀπριλίου 2025

Διαμένει ἡ ἅμιλλα ἡ τοῦ προέδρου D. Trump ἐπὶ τὸ Harvard πανεπιστήμιον, νῦν γὰρ ὁ D. T. τὸ πανεπιστήμιον αἰτεῖ τὸν τῶν ξένων μαθητῶν κατάλογον καὶ τῶν τούτων τῶν μαθητῶν πράξεων αἵτινες βίαιαι γένωνται ἄν.

ἐν ἀγγέλματι ὃ εἰς τὸ κοινὸν διαδικτύον Truth Social εἰσέπεμψεν, ὁ D. T. ἔγραψε μὲν ὅτι οὐ δέοι ἂν τὸ Harvard πανεπιστήμον ἐν τῷ τῶν ἀρίστων τῆς οἰκουμένης πανεπιστημίων καταλόγῳ φαίνεσθαι, ἔγραψε δὲ ὅτι Harvard ὡς μῖσός τε καὶ μωρίαν διδάσκον οὐκ ἄξιόν ἐστι τῶν τοῦ κοινοῦ χρημάτων (προχθὲς ἤγγειλεν ὁ D. T. ὅτι τὴν οἰκονομικὴν πρὸς τὸ Harvard ὠφέλειαν ἀναιρεῖν ἐν νῷ ἔχει).

ὁ δὲ τοῦ Harvard πρόεδρος, ὁ Alan Garber, ἀπεκρίνατο ὅτι οὐκ ἔξεστι τῷ D. T. τὸ πανεπιστήμιον κελεύειν ὅ τι διδάσκειν δεῖ.


Picture
ΗΑΠ
15 Ἀπριλίου 2025

Ὁ τῶν ΗΑΠ πρόεδρος Trump νῦν ἅμιλλαν ἔχει πρὸς τὰ πανεπιστήμια, ἄλλα τε καὶ τὸ ἐνδοξότατον Harvard, τῇ μὲν γὰρ πρόσθεν ἑβδομάδι ὁ πρόεδρος ἐπιστολὴν ἔπεμψε πρὸς τοῦτο τὸ πανεπιστήμιον ᾗ προρρήσεις δίδωσι περὶ ὅ τι δεῖ τὸ πανεπιστήμιον ποιεῖν καὶ ὅ τι οὐ δεῖ ποιεῖν, χθὲς δὲ ὁ τοῦ Harvard φερέφωνος εἶπεν ὅτι χρὴ τὸ πανεπιστήμιον διαμένειν αὐτόνομον ὂν καὶ τοῖς πολιτευομένοις μὴ πείθεσθαι οἵτινες ἂν τῶν πανεπιστημίων κρατεῖν πειρῶσιν.

ἔδοξεν οὖν τῷ Trump τοιαύτην ἀπόκρισιν ἀκούσαντι μὴ πέμψαι τῷ πανεπιστημίῳ τὰς μυρίαδας χρημάτων ἃς ἀεὶ κατ' ἐνιαυτὸν ἡ τῆς χώρας ἀρχὴ πέμπει.



Picture
Σίνα
12 Ἀπριλίου 2025

Θύελλα ἰσχυρωτάτων ἀνέμων ἐν τῷ τε τῆς Σίνης κέντρῳ καὶ τῇ μεσημβρίᾳ. χθὲς ἐν τῷ τοῦ Πεκίνου ἀερολιμένι ἐδέησε μὲν 412 πτήσεις ἀναιρεῖν, ἐδέησε δὲ καὶ πολλοὺς ἐπισημαντικοὺς τῆς πόλεως τόπους κλεῖσαι, οἷα τὸ τοῦ Οὐρανοῦ Ἱερὸν καὶ τὸ Θέρετρον, καὶ δὴ καὶ τριακόσια δένδρα κατέπησεν· βλαβὴν δὲ ἐδέξαντο τὸ διαδικτύον (πολλαὶ γὰρ ἠλεκτρονικαὶ ἐπιστολαὶ πρὸς τὴν Εὐρώπην ἢ ἀπὸ τῆς Εὐρώπης πεμφθεῖσαι οὐκ ἀφίκοντο) καὶ τὸ σύστημα τὸ τῶν ταχίστων σιδηροδρόμων (“γαοτιε“ καλούμενον).

κατὰ δὲ τοὺς μετεωρολόγους τήμερον ἡ θύελλα εἰς τὸ ἀκρότατον τῆς δυνάμεως ἀφίξεται, διὰ δὲ τοῦτο ἐξῆν χθὲς πολλοὺς πολίτας ἰδεῖν ὡς πλεῖστα ἐπιτήδεια ὠνοῦντας ἅτε φοβουμένους μὴ ἀναγκασθῶσιν οἴκοι δύο ἢ τρεῖς ἡμέρας μένειν.



Picture
ΗΑΠ - Σίνα
9 Ἀπριλίου 2025

Πῶς γὰρ οὔ, δεῖ αὖθις περὶ τὸν οἰκονομικὸν πόλεμον διαλέγεσθαι ὃν αἱ ΗΑΠ πρὸς τὴν Σίναν ἐπιβάλλουσιν, τὰ γὰρ τέλη ἃ ὁ πρόεδρος Trump τοῖς ἀπὸ τῆς Σίνης ἀφικομένοις εἰσαγωγίμοις ἐπιτέθηκε πρῶτον μὲν εἰς τὸ 34%  ἀφίκετο, ἔπειτα δὲ εἰς τὸ 54%, νῦν δὲ τῇ Σίνῃ δόξαν τὸ 34% τοῖς ἀπὸ τῶν ΗΑΠ ἀφικομένοις εἰσαγωγίμοις ἐπιθεῖναι τὸ τῷ Trump ἐπιτεθειμένον τέλος εἰς τὸ 104% ἀφικνεῖται, ὃ σχεδὸν τὸ αὐτό ἐστι καὶ τοὺς τῶν ΗΑΠ πολίτας ἀπαγορεύειν μὴ Σινικὰ ἀγωγίματα πρίασθαι.


Picture
Ἰσραῆλ - Ἡνωμένον Βασίλειον
6 Ἀπριλίου 2025

Δύο Βρετανικαὶ βουλευταὶ χθὲς εἰς τὸ Ἰσραῆλ ἀφικόμεναι οὐκ ἐδυνήθησαν εἰς τὴν χώραν εἰσιέναι, ἡ γὰρ τοῦ Ἰσραῆλ ἀρχὴ τὴν ἐξουσίαν οὐκ ἔδωκεν, τήμερον οὖν εἰς τὸ Ἡνωμένον Βασίλειον ἐπανῆλθον. ἡ δὲ αἰτία; αὗται αἱ δύο βουλευταὶ ἐνίοτε ἐν τῇ Βρετανικῇ Βουλῇ ὑπὲρ τῶν Παλαιστίνων πολιτῶν λόγους ἐποιήσαντο.

οὐδαμῶς δὲ τὸ πρῶτον τοιοῦτό τι γίγνεται, τὸ Βρετανικοὺς πολίτας εἰς τὸ Ἰσραῆλ ἀφικομένους ἀπωσθῆναι, ἀλλὰ νῦν διπλωματικὴν ἅμιλλαν μαρτυροῦμεν, αὗται γὰρ αἱ δύο ἄνθρωποι βουλευταὶ τυγχάνουσιν οὖσαι.


Picture
ΗΑΠ
4 Ἀπριλίου 2025

Διαμένει ὁ οἰκονομικὸς περὶ τὰ τέλη πόλεμος ἃ ὁ τῶν ΗΑΠ πρόεδρος Trump τοῖς εἰσαγωγίμοις ἐπιτέθηκεν, ἄλλοις τε καὶ τοῖς ἀπὸ τῆς Εὐρώπης καὶ τῆς Σίνας ἀφικνουμένοις· κατὰ μὲν τὴν Ursula von der Leyen τοῦτο τὸ βούλευμα ῥοπὴν ἕξει τοῦ 70% τῶν ἀγωγίμων ἃ ἡ Εὐρωπαικὴ Ἕνωσις εἰς τὰς ΗΑΠ εἰσπέμπει, προσήκει δὲ τούτῳ καὶ λέγειν ὅτι ἡ Σίνα τὰ αὐτὰ τέλη πᾶσι τοῖς τῶν ΗΑΠ εἰσαγωγίμοις ἐπιθήσει ἃ ὁ Trump τῇ Σίνῃ ἐπιτέθηκεν, τὸ 34%.


Picture
ΗΑΠ
2 Ἀπριλίου 2025

Τήμερον ὁ Donald Trump ἀγγελεῖν τὰ τέλη μέλλει ἃ τοῖς εἰσαγωγίμοις ἐπιθεῖναι βούλεται, λέγει δὲ ὅτι αὕτη ἔσται “ἡ τῆς ἐλευθερώσεως ἡμέρα,“ πολλοὶ οὖν φοβοῦνται μὴ ἐμπορικὸς πόλεμος γένηται.

κατὰ τὸν Trump τό τε Καναδὰ καὶ ἡ Σίνη καὶ ἡ Ἰνδία καὶ τὸ Μεξικὸν καὶ τὸ Βρασὶλ καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις ἀνίσως πρὸς τὰς ΗΑΠ συναλλάττουσιν, βούλεται δὲ τοὺς Ἀμερικανοὺς πολίτας ἐποτρύνειν εἰς τὸ ἐγχώρια ἀγωγίματα πρίασθαι ἵνα τὴν Ἀμερικανὴν οἰκονομίαν ἐνάγῃ.



Picture
Μιανμάρ
30 Μαρτίου 2025

Ὁ ἀριθμὸς ὁ τῶν ὑπὸ τοῦ ἐν τῇ Μιανμὰρ σεισμοῦ ἀποθανόντων ἤδη εἰς τοὺς 1,700 ἀφικνεῖται, οἱ δὲ ἄρχοντες φοβοῦνται μὴ πλείονες νεκροὶ εὑρεθῶσιν. καὶ εἰ πάντες οἱ ὠφελοῦντες πειρῶσι τοὺς ἴσως ἔτι ζῶντας ὐπὸ τῶν ἐρειπίων κειμένους εὑρεῖν, τοῦ χρόνου προιόντος τοῦτο χαλεπώτερον γίγνεται.

ἐπὶ δὲ τούτοις ῥητέον ἐστὶν ὅτι καίπερ τοῦτου τοῦ δεινοῦ σεισμοῦ γενομένου οἱ τῶν ἐν τέλει στρατιῶται καὶ οἱ τῇ ἀρχῇ ἀνθιστάμενοι οὐ πεπαύκασι μαχόμενοι, ὃ τὴν κατάστασιν δυσχερεστάτην ποιεῖ, ἄλλαι δὲ χῶραι ὠφέλειαν εἰσπέμπειν πειρῶσαι περὶ τούτου τοῦ ἐμποδίσματος σχετλιάζουσιν.



Picture
Μιανμάρ
28 Μαρτίου 2025

Μέγας σεισμὸς ἐτίναξε τήμερον ἅμ' ἕῳ (τῇ 6:20 GMT ὥρᾳ) τὴν Νοτιοανατολικὴν Ἀσίαν, ἡ δὲ σφοδρότης εἰς τὸν βαθμὸν 7.7 ἀφίκετο· τὸ δὲ τοῦ σεισμοῦ ἐπίκεντρον ἐν τῇ Μιανμὰρ γενόμενον ἑπτακαίδεκα χιλιόμετρα ἀπὸ τῆς πόλεως Μανδαλαῖ ἀπέχει, τῆς δευτέρας τῆς χώρας πόλεως τὸ μέγεθος (1,2 ἑκατομμύρια οἰκητῶν).

καὶ εἰ τὸ ἐπικέντρον ἐν τῇ Μιανμὰρ κεῖται, τὸ δεινότατον ἀποβὰν ἐν τῇ προσχώρῳ Ταιλανδίᾳ ἐγένετο, ἐκεῖ γὰρ μέγα οἴκημα κατέπεσεν ἐν ᾧ τετταράκοντα ἄνθρωποι ἔνδον ἔτυχον ὄντες τοῦ σεισμοῦ ἀρχομένου.



Picture
Νοτία Κορέα
26 Μαρτίου 2025

Εἴκοσι καὶ τέτταρες ἄνθρωποι ταῖς ἐμπρήσεσιν αἳ τὴν Νοτίαν Κορέαν πορθοῦσιν ἀπέθανον, καὶ δὴ καὶ ὃ τὴν ἀποσβέννυσιν κωλύει τόδε ἐστίν, ὅτι ὁ ἄνεμος οὕτως ἰσχυρῶς πνεῖ ὥστε ἀδύνατόν ἐστι τοῖς 560 τοὺς πυροσβέστεις ὠφελοῦσιν ἀεροσκάφεσιν ἀσφαλῶς πέτεσθαι (ἑλικόπτερόν τι τῷ ἀνέμῳ κατέπεσε χθές, ὁ δὲ κυβερνήτης ἀπέθανεν).

ἡ ἔμπρησις ἤδη τὴν πεμπτὴν ἡμέραν κάεται, τοῦ δὲ κινδύνου προσιόντος ἐδέησε 30,000 ἀνθρώπους τὰς οἰκίας καταλιπεῖν, οἱ οὖν ἐν τέλει τὴν καταστροφῆς κατάστασιν ἐκήρυξαν,


Picture
Τουρκία
23 Μαρτίου 2025

Τήμερον τῇ Κυριακῇ οἱ δικασταὶ τὸν τῆς Κωνσταντινουπόλεως δήμαρχον, τὸν Ekren Imamoglu (ἐν τῇ φωτογραφίᾳ), εἰς δεσμωτήριον εἰσέπεμψαν. ὁ μὲν δήμαρχος, ὃς τυγχάνει ὁ ἄρχων ὢν τοῦ κόμματος ὃ τῷ προέδρῳ Erdogan ἀνθίσταται, τῇ Τετάρτῃ καθείρχθη, μετὰ δὲ τὴν κάθειρξιν (κατὰ πολλοὺς οὐδαμῶς ἀπροσδόκητον) πολλαί τε καὶ μέγισται διὰ τῆς χώρας ἐνστάσεις ἐγένοντο (ἄλλοθί τε καὶ ἐν τῇ τε Ἀγκύρᾳ καὶ τῇ Κωνσταντινουπόλει) πολιτῶν τὸν πρόεδρον Erdogan μεμφομένων ὅτι τὴν χῶραν εἰς αὐτοκρατίαν ἄγειν πειρᾷ· οὐδὲ μόνον ὁ Ε. Ι. καθείρχθη ἀλλὰ καὶ ἄλλοι ἐνενήκοντα καὶ ἐννέα τοῦ δημάρχου συνεργοί.


Picture
Ἡνωμένον Βασίλειον
21 Μαρτίου 2025

Ὁ τοῦ Heathrow ἀερολιμήν, ὁ μέγιστος τῶν ἐν τῇ Εὐρώπῃ ἀερολιμένων, κεκλεισμένος μένει, τήμερον μὲν γὰρ ἅμ' ἕῳ ἔμπρησις ἐγένετο ἐν τῷ σταθμῷ ὃς ἠλεκτρικὴν δύναμιν τῷ ὅλῳ ἀερολιμένι πορίζει, ἐδέησε δὲ 1,350 πτήσεις ἀναιρεῖν.

πολλοὶ δὲ ἄλλοι κατὰ πᾶσαν τὴν οἰκουμένην ἀερολιμένες ταύτην τὴν κλεῖσιν πάσχουσιν, ὁ γὰρ τοῦ Heathrow ἀερολιμὴν μέγιστον τῆς ἀεροπορείας κέντρον ἐστίν, κατὰ δὲ τὸν τῆς Βρετανικῆς ἀρχῆς φερέφωνον ὁ μὲν ἀερολιμὴν κεκλεισμένος μενεῖ ἕως ὀψέ, ἴσως ἕως τῆς μέσης νυκτός, ἀναγκαῖον δὲ ἔσται τρεῖς ἢ τέτταρας ἡμέρας μένειν ἕως ἂν πάντα ἡσυχάζῃ.


Picture
Ἡνωμένον Βασίλειον
19 Μαρτίου 2025

Προχθὲς ἐν τῷ Δουβλίνῳ ἀπέθανεν ὁ John Hemingway, ἑκατὸν καὶ πέντε ἔτη γεγονώς, ὁ τελευταῖος ἔτι ζῶν τῶν τοῦ RAF κυβερτητῶν οἳ τῷ 1940ῳ ἔτει ἐν τῇ τῆς Ἀγγλίας Μάχῃ ἐμαχέσαντο· ὡς δὲ ἐπὶ τὸ πολὺ οἱ ταύτης τῆς μάχης μετασχόντες καλοῦνται “οἱ τοῦ Churchill ὀλίγοι.“

ὁ J. H., Ἰρλανδικὸς πολίτης ὃν οἵ τε φίλοι καὶ οἱ συγγενεῖς "Paddy" ἀεὶ ἐκάλουν, εἰς μὲν τὸ Βρετανικὸν ἀέριον στράτευμα νεανίας ὢν εἰσέβη πρὶν τὸν Δεύτερον Παγκόσμιον Πόλεμον ἄρχεσθαι, ταύτης δὲ τῆς ἐνδόξου μάχης μετέσχεν, ἐνδοξοτάτου δή, εἰ γὰρ τὸ Ἑνωμένον Βασίλειον ἐν ταύτῃ τῇ μάχῃ μὴ ἐνίκησεν ἴσως τὸ τοῦ πολέμου ἀποβὰν ἄλλο τι ἐγένετο ἄν.


Picture
ΗΑΠ
16 Μαρτίου 2025

Χθὲς ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump ἐκέλευσε τοὺς ῥαδιοφωνικοὺς σταθμοὺς “Τὴν τῆς Ἀμερικῆς Φωνὴν“ καὶ “Τὴν Ἐλευθέραν τῆς Εὐρώπης Ῥαδιοφωνίαν“ καὶ “Τὴν Ἐλευθέραν τῆς Ἀσίας Ῥαδιοφωνίαν“ κλεισθῆναι· εἰς μὲν τὸ νῦν πᾶσαι αἱ πρόσθεν τῶν ΗΑΠ ἀρχαὶ τούτοις τοῖς ῥαδιοφωνικοῖς σταθμοῖς οἳ τῇ Ῥωσίᾳ φιλόψογοι ἦσαν ἐπεκούρουν, νῦν δὲ τῷ νέῳ προέδρῳ ἔδοξεν οὐ μόνον αὐτοῖς μὴ ἐπικουρεῖν ἀλλὰ καὶ κλεῖσαι.

χθὲς οὖν πάντες οἱ τούτων τῶν σταθμῶν ἐργασταὶ ἠλεκτρονικὴν ἐπιστολὴν ἐδέξαντο δεικνῦσαν ὅτι ἡ ἀρχὴ ἀπαγορεύει μὲν αὐτοῖς μὴ εἰς τὰ ἐργαστήρια αὖθις εἰσελθεῖν, κελεύει δὲ αὐτοὺς πάντα τὰ ἠλεκτρονικὰ σκεύη παραδοῦναι· ὁ δὲ Τῆς Ἐλευθέρας Εὐρώπης Ῥαδιοφωνίας ἄρχων εἶπεν ὅτι αὕτη ἡ κλεῖσις μέγιστον δῶρον τοῖς τῶν ΗΑΠ ἐχθροῖς ἐστιν.


Picture
Οὐκραίνα
14 Μαρτίου 2025

Περὶ τῆς τριάκοντα ἡμερῶν ἑκεχειρίας οὐδὲν ἄλλο ἢ τὸ προσδόκιμον ἐγένετο, ἐκεῖνο ὃ πάντες γενησόμενον εἶπον, ὅτι ὁ Putin τὴν ἐκεχειρίας δέξεται ἐὰν ἥ τε Οὐκραίνα καὶ αἱ ἑσπέριαι χῶραι δέξωνται τὰ τῆς Οὐκραίνας μέρη ἃ νῦν ἡ Ῥωσία κατέχει εἰς ἀεὶ μέρος τῆς Ῥωσίας γενέσθαι· εἶπε δὲ καὶ ὁ Putin ὅτι ἵνα ἡ εἰρήνη μακραίων γένηται δεήσει τῇ τῆς ἁμίλλης αἰτίᾳ χρῆσθαι, ἀλλὰ ἥτις αὕτη ἡ ἀσαφὴς αἰτία ἐστὶν οὐκ εἶπεν.

πῶς γὰρ οὔ, ὁ ἐμπορικὸς πόλεμος ὃν αἱ ΗΑΠ καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις μάχονται διαμένει, νῦν γὰρ ὁ Trump τὴν Εὐρωπαικὴν Ἕνωσιν ἀπειλῶν προτίθησι φόρον τοῦ 200% τῷ Γαλλικῷ οἴνῳ ἐπιθεῖναι, ὁ δὲ οἶνος μέγιστον μέρος τυγχάνει ὢν τῶν ὑπὸ τῆς Γαλλίας εἰς τὰς ΗΑΠ ἐξαγωγίμων.


Picture
Οὐκραίνα
12 Μαρτίου 2025

Χθὲς ὁμιλίας ἐν τῇ Σαουδικῇ Ἀραβίᾳ γιγνομένης αἱ ΗΑΠ ἐκεχειρίαν τριάκοντα ἡμερῶν τῇ τε Οὐκραίνᾳ καὶ τῇ Ῥωσίᾳ προὔθεσαν, ἀλλὰ αἱ δύο χῶραι οὐχ ὁμοίως ἀπεκρίναντο, ἡ μὲν γὰρ Οὐκραίνα τοῦτο τὸ βούλευμα ταχέως ἐδέξατο, τὴν δὲ τῆς Ῥωσίας ἀπόκρισιν ἔτι καὶ νῦν μένομεν· τῆς δὲ ὁμιλίας τέλος σχούσης ἡ Λευκὴ Οἰκία εἶπεν ὅτι αὖθις βοήθειαν τῇ Οὐκραίνᾳ πέμψοι ἅτε τὸ βούλευμα δεξαμένῃ, ἀλλὰ ἔτι ἄδηλόν ἐστι ὅ τι ποιήσει ἐὰν ἡ Ῥωσία τὴν ἐκεχειρίαν μὴ δέξηται.

περὶ δὲ τοῦ ἄλλου πολέμου, τοῦ ἐμπορικοῦ, ὁ Trump καὶ ἡ Εὐροπαικὴ Ἕνωσις διαμένουσι φόρους τοῖς ἑκατέρωθεν εἰσαγωγιμοῖς ἀγοράσμασι τιθέντες.


Picture
Συρία
9 Μαρτίου 2025

Ὁ νέος τῆς Συρίας πρόεδρος, ὁ Ahmed al Sharaa (ἐν τῇ φωτογραφίᾳ), εἶπεν τήμερον ὅτι τὸ βίαιον κῦμα ὃ ταύταις ταῖς τεττάρσιν ἡμέραις τὴν χώραν ἄνω καὶ κάτω ἐτάραττε προσδόκιμόν τι εἴη.

τὸ χείρωμα τῇ Πεμπτῇ ἤρξατο ἐπεὶ τάχιστα στασιάζοντές τινες τῷ πρόσθεν προέδρῳ Asad πιστοὶ ὄντες ἐν τῇ πόλει Λατακίᾳ στρατιώταις τῆς νέας ἀρχῆς ἐπιτιθέμενοι ἑκατὸν εἴκοσι καὶ πέντε ἀπέκτειναν, τῶν δὲ στασιαζόντων αὐτῶν ἑκατὸν τετταράκοντα κὰ ὀκτὼ ἀπέθανον· ἔπειτα δὲ τῆς βίας διὰ τῆς χώρας ταχέως σκεδαννυμένης ἄλλοι ἑπτακόσιοι τετταράκοντα πολῖται ὑπὸ τῶν στρατιωτῶν ἀπέθανον, ἀλλὰ ἄδηλόν ἐστι πότερον ἔτυχον τῷ Asad προσήκοντες ἢ οὔ.



Picture
Γαλλία
7 Μαρτίου 2025

Ἐν τῷ ἐνδόξῳ Βορείῳ Σταθμῷ τοῦ Παρίσι, Gare du Nord καλουμένῳ, ἴσως τῷ μεγίστῳ σιδηροδρομικῷ τῆς Εὐρώπης σταθμῷ, πᾶσα ἡ σιδηροδρομικὴ κίνησις ἀκίνητος μένει τήμερον τῇ Παρασκευῇ ἕωθεν, χθὲς γὰρ τῆς νυκτὸς ἐργασταί τινες ἐν τῷ δήμῳ Saint Denis παρὰ τῇ σιδηροδρομικῇ ὁδῷ αὐτῇ ἐργα τινὰ ἐπισκευάζοντες βόμβαν τοῦ Δευτέρου Παγκοσμίου Πολέμου ηὗρον, καίπερ δὲ τοῦ τόπου οὗ ἡ βόμβα ηὑρέθη δύο χιλιόμετρα ἀπὸ τοῦ σταθμοῦ αὐτοῦ ἀπέχοντος ἔδοξε τοῖς τοῦ Παρίσι ἄρχουσι τὴν κίνησιν παῦσαι ἕως ἂν ἡ βόμβα ἀφαιρέθῃ.
 
τήμερον οὖν τῇ ὀγδοῇ ὥρᾳ ὁ σταθμὸς πληρὴς ἦν ἐπιβατῶν νέα ἀγγέλματα ἀναμενόντων, οὐ γὰρ μόνον οἱ ἐθνικοὶ σιδηροδρόμοι πεπαυσμένοι κεῖνται ἀλλὰ καὶ οἱ διεθνεῖς, παραδείγματος ἕνεκα ὁ Eurostar, ὃς τὸ Λονδίνον καὶ τὸ Παρίσι συνάπτει.


Picture
Οὐκραίνα
4 Μαρτίου 2025

Χθὲς τῆς ἑσπέρας (τήμερον ἅμ' ἕῳ ἐν τῇ Εὐρώπῃ) ὁ τῶν ΗΑΠ πρόεδρος Trump ἐκέλευσεν εὐθὺς τὴν τῇ Οὐκραίνᾳ βοήθειαν παῦσαι, οὐ μόνον μηδεμίαν πρὸς τὴν Οὐκραίναν πέμψαι ἀλλὰ καὶ τὴν βοήθειαν ἥτις ἂν ἤδη πεμφθεῖσα μήπω εἰς τὴν Οὐκραίναν ἀφίκηται, βούλεται γὰρ οὕτω πράττων τὸν τῆς Οὐκραίνας πρόεδρον Zelenski ἀναγκάζειν τὰς σπονδὰς δέχεσθαι αἵτινες ἂν τῷ Putin ἀρέσκωσιν· καὶ δὴ καὶ προὔθηκεν τὰς ζημίας ἀφαιρεῖν ἃς ἥ τε Εὐρωπαικὴ Ἕνωσις καὶ αἱ ΗΑΠ τῇ Ῥωσίᾳ ἐπέθησαν.
 
ἡ δὲ Ε. Ε. ἔτι χθὲς πισύνη ἦν τῇ τῶν ΗΑΠ βοηθείᾳ, ἀλλὰ ταύτης τῆς βοηθείας ἐξ ἀπροσδοκήτου τελευτησάσης δεήσει ἰδεῖν ὅ τι τῇ Ε. Ε. νῦν ποιεῖν δοκεῖ, ἡ γὰρ κατάστασις τοῦ Trump προέδρου γενομένου καθ' ἡμέραν θᾶττον μεταβάλλεται ἢ τὰ τῆς Ε. Ε. βουλεύματα.


Picture
Εὐρώπη
2 Μαρτίου 2025

Μετὰ τὴν ἐν τῇ Λευκῇ Οἰκίᾳ ἅμιλλαν διαμένουσιν αἱ ἀμφισβητήσεις, οἱ μὲν γὰρ Εὐρωπαῖοι προστάται τῷ Zelenski εὐνοοῦσιν, ὁ δὲ τοῦ NATO φερέφωνος Mark Rutte μᾶλλον τῷ Trump ὡμολόγησεν· τὸ δὲ ἀποβαῖνον, χθὲς μὲν ὁ Zelenski εἰς τὸ Λονδίνον ἀφικόμενος τῷ τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργῷ Starmer συνῆλθεν, ὃς εὐμενέστατα ἐδέξατο αὐτόν, τήμερον δὲ ὁμιλία γενήσεται τῶν Εὐρωπαίων προστατῶν τοῦ Zelenski παρόντος ὡς ὅ τι δεῖ ποιεῖν διαγνωσομένων.
 
πρὸ δὲ ταύτης τῆς ὁμιλίας ὁ τῆς Γαλλίας πρόεδρος E. Macron εἶπεν ὅτι ὁ Putin, μηδενὸς κωλύοντος, πρῶτον μὲν εἰς τὴν Μολδαβίαν, ἔπειτα δὲ εἰς τὴν Ῥουμανίαν εἰσβαλεῖ.


Picture
ΗΑΠ-ΗΒ
28 Φεβρουαρίου 2025

Χθὲς ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump καὶ ὁ τοῦ ΗΒ πρωθυπουργὸς K. Starmer ἐν τῇ Λευκῇ Οἰκίᾳ συνελθόντες καλὴν συμφωνίαν ἀπέδειξαν, περὶ δὲ τῆς Οὐκραίνας διελέχθησαν, πῶς γὰρ οὔ, τήμερον γὰρ ὁ τῆς Οὐκραίνας πρόεδρος Zelenski (ὃν αὐτὸς ὁ Trump, τὸν Putin τέρπειν βουλόμενος, νεωστὶ “δικτάτορα“ ἐκάλεσεν) εἰς τὴν Λευκὴν Οἰκίαν ἀφίξεται ἵνα τὰ γράμματα τὰ περὶ τῶν μεταλλείων γράφῃ καὶ συσσημαίνηται· ὁ μὲν Starmer προτίθησι στρατιώτας εἰς τὴν Οὐκραίναν εἰσπέμψαι ἵνα τοῦ πολέμου τελευτήσαντος (ἐάν ποτε τέλος γίγνηται) τὴν εἰρήνην φυλαττωσιν, ὁ δὲ Trump λέγει ὅτι εἰ Ἀμερικανοὶ ἐργασταὶ ἐν τῇ Οὐκραίνᾳ ἐργαζόμενοι τυγχάνουσιν ὁ Putin οὐ τολμήσει εἰς τὴν χώραν αὖθις εἰσβαλεῖν.


Picture
Γερμανία
25 Φεβρουαρίου 2025

Ὁ γενησόμενος τῆς Γερμανίας πρωθυπουργὸς Friedrich Merz εἶπε χθὲς ὅτι ἀηδές ἐστι τὸ τὰς ΗΑΠ καὶ τὴν Ῥωσίαν περὶ τῆς ἐν τῇ Οὐκραίνᾳ εἰρήνης διαλέγεσθαί τε καὶ διαπεραίνειν τῆς τε Εὐρώπης καὶ τῆς Οὐκραίνας αὐτῆς οὐ προσπεριληφθείσων, περὶ δὲ τοῦ εἰς τὸ μέλλον ἐρύματος εἶπεν ὅτι δεῖ τὴν Εὐρώπην ἀπὸ τῶν ΗΑΠ ἀποστῆναι.

χθὲς δὲ ψήφισμα ἐν τῷ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμῷ ἐγένετο ᾧ αἱ πλεῖσται τῶν χωρῶν τὴν Ῥωσικὴν εἰσβολὴν ἐμέμψαντο, ταῖς δὲ ΗΑΠ ἀντιχειροτονεῖν ἔδοξεν ἅμα τῇ τε Ῥωσίᾳ καὶ τῇ Λευκορωσίᾳ καὶ τῇ Βορείᾳ Κορέᾳ.



Picture
Γάζα
23 Φεβρουαρίου 2025

Ὁ τοῦ Ἰσραῆλ πρωθυπουργὸς B. Netanyahu εἶπε χθὲς ὅτι τὴν τῶν Παλαιστίνων αἰχμαλώτων ἀπαλλαγὴν ἀναβαλοῖτο, ἣν χθὲς τῷ Σαββάτῳ γενέσθαι ἔδει· ἡ δὲ αἰτία, κατὰ τὸν Β. Ν., τόδε τὸ πρᾶγμά ἐστιν, ὅτι ἡ Χαμὰς ὁπόταν Ἰσραηλινοὺς ὁμήρους τῷ Ἑρυθρῷ Σταυρῷ παραδιδῷ αὐτοὺς ἐπιφαίνεσθαι ἀναγκάζει ὡς ἂν εἰ τὸ τῆς Χαμᾶς δόγμα ἑκόντες ἀγγέλλοιεν, ὃ κατὰ τὸν Β. Ν. παράσπονδόν ἐστιν.


Picture
Ἰαπωνία
21 Φεβρουαρίου 2025

Ὁ βασιλικὸς τῆς Ἰαπωνίας οἶκος ἀνεώσατο ταύτῃ τῇ ἑβδομάδι τὴν τοῦ οἴκου ἠλεκτρονικὴν σελίδα, πολλοὶ δὲ ὄψεσθαι ἤλπιζον μεταβολάς τινας, ἀλλὰ ἡ μεταβολὴ ἧς πολλοὶ ἐπιθυμοῦσιν οὐκ ἀφικνεῖται· τῷ μὲν βασιλεῖ θυγάτηρ ἐστίν, ἡ πριγκίπισσα Aiko, αὕτη δὲ ἐν τῇ τῆς διαδοχῆς γραμμῇ οὐκ ἐπιφαίνεται.

ὁ μὲν ΗΕΟ νεωστὶ τὸν νόμον ἔψεξεν ὃς κωλύει ἐν ἐκείνῃ τῇ χώρᾳ τὰς γυναῖκας μὴ εἰς τὸν θρόνον ἀφίκεσθαι, τὸν οὕτω καλούμενον “σαλικὸν νόμον,“ τοὺς δὲ τοῦ ΗΕΟ ψόγους ἀκούσασα ἡ Ἰαπωνικὴ ἀρχὴ ἀπεκρίνατο ὅτι τοῦτο ἐντὸς πρᾶγμα εἴη.



Picture
Οὐκραίνα
19 Φεβρουαρίου 2025

Ἐν τῇ Σαουδικῇ Ἀραβίᾳ συνῆλθον χθὲς οἱ τῶν ἐξωτερικῶν ὑπουργοὶ οἱ τῆς τε Ῥωσίας καὶ τῶν ΗΑΠ, ἐγένετο δὲ ὃ πολλαὶ Εὐρωπαικαὶ χῶραι ἐφοβοῦντο μὴ γένοιτο, ὁ γὰρ τῶν ΗΑΠ πρόεδρος Trump δέχεται μὲν συγχωρήσεις (τὴν νίκην, ὡς ἔπος εἰπεῖν) τῇ Ῥωσίᾳ παρέχειν, τῷ δὲ Zelenski, τῷ τῆς Οὐκραίνας προέδρῳ, τὸν πόλεμον ἐπετίμησεν.

αἱ δὲ πλεῖσται τῶν Εὐρωπαικῶν χωρῶν, ἐν τῷ Παρίσι συνελθοῦσαι, αἰσθάνονται μὲν ὅτι τῷ μέλλοντι χρόνῳ ἀναγκαῖον ἔσται μὴ τὰς ΗΑΠ εἰς τὸ τῆς οὕτω καλουμένης “παλαίας ἠπείρου“ ἔρυμα ὑπολογίζεσθαι, διαλέγονται δὲ πότερον τοῦ πολέμου τελευτήσαντος δεήσει στρατιώτας εἰς τὴν Οὐκραίναν εἰσπέμπειν ἵνα τὴν ἀσθενῆ εἰρήνην φυλάττωσιν ἢ οὔ.



Picture
Οὐκραίνα
16 Φεβρουαρίου 2025

Οἱ τῶν ἐξωτερικῶν ὑπουργοὶ οἱ τῆς τε Ῥωσίας καὶ τῶν ΗΑΠ, ὅ τε Marco Rubio καὶ ὁ Serguei Lavrov, χθὲς τηλεφωνικῶς διελέχθησαν ἵνα τὴν τοῦ Putin καὶ τοῦ Trump ὁμιλίαν παρασκευάζοιντο, ἣν ὡς τὸ εἰκὸς ἐν τῇ Σαουδικῇ Ἀραβίᾳ γενήσεται, καὶ εἰ ἔτι καὶ νῦν οὐδεὶς ἀκριβῶς οἶδε ὅποτε.

ὁ τῶν ΗΑΠ πρόεδρος Trump βούλεται τὴν Εὐρωπαικὴν Ἕνωσις μὴ τῶ λόγων μετέχειν, ὃ τῇ Ε. Ε. ἀπαρέσκει· καὶ δὴ καὶ ἡ Οὐκραίνα φοβεῖται μὴ πρῶτον μὲν ὁ Trump, τῷ Putin φίλτατος ὢν καὶ βουλόμενος αὐτὸν ὠφελεῖν (ὃ ἤδη πολλοὶ ὑποπτεύουσιν), ἑαυτοὺς ἀναγκάζῃ σπονδὰς δέχεσθαι αἵτινες ἂν τῷ ὄντι τό τε αὐτὸ καὶ ἡ τῆς Οὐκραίνας παράδοσις ὦσι καὶ τὸν Putin ὡς τὸν νικήσαντα δείξωσιν, ἔπειτα δὲ οὐ διὰ πολλοῦ ὁ Putin πρόφασίν τινα εὕρῃ ὡς εἰς τὸ λοιπὸν τῆς Οὐκραίνας εἰσβαλῶν.



Picture
Δανία
14 Φεβρουαρίου 2025

Τοῦ τῶν ΗΑΠ προέδρου D. Trump εἰπόντος ὅτι τὴν μὲν Γροιλανδία (τῇ Δανίᾳ προσήκουσαν) πρίασθαι βούλεται, εἰ δὲ ἀναγκαῖόν ἐστι βίᾳ χρήσεται ἵνα ἕλῃ, Δανικοί τινες πολῖται γελοίαν τε καὶ σατυρικὴν ἠλεκτρονικὴν σελίδα πεπράχασιν ἵνα ἡ Δανία τὴν Καλιφορνία πρίηται. ἐν δὲ τῇ σελίδι δυνάμεθα Måke Califørnia Great Ægain ἀναγιγνώσκειν, οὕτω Δανικοῖς γράμμασι γεγραμμένον ἵνα γελοιότερον γένηται, οὐδὲ μόνον τοῦτο τὸ κεφάλαιον ἀλλὰ καὶ ὀνόματα οἷα Løs Ångeles. τὰ δὲ ἐνθυμήματα ἐν τῇ σελίδι δεδειγμένα τοιαῦτά ἐστιν· ἀπολειπόμεθα ἡλίου τε καὶ φοινίκων καὶ πατινίων.

ἤδη 251,000 πολῖται τὴν σατυρικὴν προστροπὴν ὑπέγραψαν· εἰ δὲ βούλει τὴν ἠλεκτρονικὴν σελίδα ἰδεῖν, πίεσον τοῦτον τὸν σύνδεσμον.



Picture
Γάζα
12 Φεβρουαρίου 2025

Ἡ ἐν τῇ Γάζῃ ἐκεχειρία ἐν ῥοπῇ κεῖται, ἡ μὲν γὰρ ἑταιρεία Χαμὰς διαβεβαιοῦται μὲν νῦν ὅτι τὸ Ἰσραῆλ οὐκ ἐᾷ τὴν ὠφέλειαν ἣν πολλαὶ χῶραι πέμπουσιν εἰς τὴν Γάζαν ἀφίκεσθαι, ἡ δὲ τὴν τῶν αἰχμαλώτων ἔκλυσιν ἔπαυσεν, ὁ δὲ Νετανιάχου λέγει ὅτι ἐὰν τῷ Σαββάτῳ τῆς μεσημβρίας οἱ τρεῖς ἐπιγιγνόμενοι αἰχμάλωτοι οὓς κατὰ τὴν ἐκεχειρίαν τὴν Χαμὰς δέοι ἂν ἐκλῦσαι μὴ ἐκλυθῶσιν ὁ πόλεμος αὖθις ἄρξεται.

καὶ δὴ καὶ ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump εἶπε χθὲς ὅτι δεῖ οὐ μόνον τούτους τοὺς τρεῖς ἐκλυθῆναι ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἑβδομήκοντα καὶ ἓξ οὓς ἡ Χαμὰς ἔτι καὶ νῦν κατέχει· ὅμως δὲ ὁ Νετανιάχου οὐδὲν περὶ τούτου εἶπεν.


Picture
Ἑλλάς
9 Φεβρουαρίου 2025

Διαμένει ἡ ἀβέβαιος  κατάστασις ἐν τῇ νήσῳ Θήρᾳ, τήμερον γὰρ δύο νέοι σεισμοί, 4.1 τὸν βαθμόν, ἐτίναξαν τὸ τῆς θαλάττης μέρος τὸ μεταξὺ ταύτης τῆς νήσου καὶ τῆς Ἀμοργοῦ. τὰ μὲν διδασκαλεῖα κεκλεισμένα μένει, ἡ δὲ νῆσος ἔρημος φαίνεται, τῶν γὰρ 17,000 πολιτῶν οἳ ἐκεῖ οἰκοῦσιν ἤδη 11,000 τὴν νῆσον ἀπέλιπον, ξένοι δὲ οὐ πάρεισιν (τοῦ θέρους ἴσως τρία ἑκατομμύρια εἰς τὴν Θήραν ἀφικνεῖται). προχθὲς ὁ πρωθυπουργὸς Κ. Μητσοτάκης εἰς τὴν νῆσον ἀφίκετο ἵνα ἐπὶ τόπου τὰς προαιρέσεις ἐξετάζοι.


Picture
Εὐρωπαικὴ Ἕνωσις
7 Φεβρουαρίου 2025

τοῦ τῶν ΗΑΠ προέδρου Trump εἰπόντος ὅτι δεῖ πάντας τοὺς Παλαιστίνους ἐκ τῆς Γάζης πρὸς τὴν Αἰγύπτον καὶ τὴν Ἰορδανίαν ἐξελαύνειν (αἳ ταχέως τοῦτο ἀπέωσαν), ἀναγκαῖον ἐγένετο δύο ἡμέρας μένειν ἵνα ἡ Εὐρωπαικὴ Ἕνωσις ἀποκρίναιτο, τέλος δὲ χθὲς ὁ τῆς Ε. Ε. φερέφωνος εἶπεν μὲν ὅτι ἡ Γάζα μέρος ἐστὶ τῆς Παλαιστίνης, αὖθις δὲ τὴν λύσιν τὴν τοῖν δυοῖν χώραιν, τοῦ τε Ἰσραῆλ καὶ τῆς Παλαιστίνης, προὔθηκεν.


τοῦτο δὲ περὶ τῆς ἐκβολῆς εἰπὼν ὁ Trump ἄλλο τι προσέθηκεν ὃ ἔτι μᾶλλον πάντας ἐτάραξεν, εἶπε γαρ ὅτι βούλεται τὰς ΗΑΠ τῆς Παλαιστίνης ἄρχειν καὶ ἐκείνην τὴν χώραν εἰς τὸν τοῦ Μεσογείου θαλάττης παράδεισον μετασχηματίζειν οἷ πᾶσιν ἰέναι ἐξέσται πλὴν τῶν Παλαιστίνων· τοῦτο δὲ τὸ νόημα ἡ Ε. Ε. παντελῶς ἀπέωσεν.


Picture
Ἑλλάς
4 Φεβρουαρίου 2025

Ἐν τῇ νήσῳ Θήρᾳ (ἣν πολλοὶ ξένοι Santorini καλοῦσιν) 200 σεισμοὶ ταῖς τελευταίαις τρισὶν ἡμέραις ἐγένοντο· καὶ εἰ τὰ πάντων τῶν σεισμῶν ἐπίκεντρα ἐν τῇ θαλάττῃ ἔκειτο, ἐν τῇ νήσῳ αὐτῇ ἐξῆν τοῖς ἐνοικοῦσι τοῦ τρόμου αἰσθάνεσθαι, τοῖς οὖν ἄρχουσιν ἔδοξε τὰ ἐκεῖ διδασκαλεῖα κλεῖσαι, ἰατρικὴ δὲ ἐπικουρία πρὸς τὴν νῆσον πέπεμπται, φοβοῦνται γάρ, καίπερ τοῦτων τῶν σεισμῶν εἰς τὸ νῦν μικρῶν γενομένων, μὴ μείζων τε καὶ φοβερός τις γένηται.

πλῆθος μὲν μέγα ἐν τῷ λιμένι ἀθροισμένον διαμένει, οἱ γὰρ πλεῖστοι πειρῶνται εἰς τὰ πορθμεῖα εἰσβάντες τὴν νῆσον καταλιπεῖν, τὸ δὲ αὐτὸ ἐν τῷ ἀερολιμένι γίγνεται.



Picture
ΗΑΠ
2 Φεβρουαρίου 2025

Τῷ τε Καναδᾷ καὶ τῷ Μεξικῷ καὶ τῇ Σίνῃ δοκεῖ τῷ τοῦ Trump νόμῳ (οὗτος ὁ νόμος μεταύριον τῇ 4ῃ τοῦ Φεβρουαρίου ἰσχύσει) ἀντιποιεῖν ὃς ἐμπορικοὺς δασμοὺς τοῖς ἐπεισαγωγίμοις τοῖς ἀπὸ τούτων τῶν τριῶν χωρῶν ἀφικομένοις ἐπιτίθησι (25% τοῖς τοῦ τε Καναδᾷ καὶ τοῦ Μεξικοῦ, 10% τοῖς τῆς Σίνης).
 
τὸν νόμον ἐπιθείς, ὁ Trump ταύταις ταῖς τρίσι χώραις παρῄνησε μὴ τίσιν τινὰ ζητούσαις ἀντιποιεῖν, ἀπειλεῖ δὲ τοὺς δασμοὺς ἔτι μᾶλλον αὐξάνειν ἐὰν τοιοῦτό τι ποιῶσιν, ἀλλὰ αἱ τρεῖς χῶραι ταύτης τῆς ἀπειλῆς ἀμελοῦσαι ἤδη ἀπεκρίναντο ὅτι οὐκ ἀργῶς ἔχουσαι μενοῦσιν· παραδείγματος ἕνεκα ὁ Justin Trudeau ἤδη εἶπεν ὅτι ὁ Καναδὰς τὸν αὐτὸν ἐμπορικὸν δασμὸν (25%) τοῖς ἀπὸ τῶν ΗΑΠ ἐπεισαγωγίμοις ἐπιθήσει.



Picture
ΗΑΠ
31 Ἰανουαρίου 2025

Τῶν ἀρχόντων τὴν αἰτίαν τὴν τῆς ταλαιπώρου συμφορᾶς ἐν τῷ τοῦ Βασινγτόνος ἀερολιμένι προχθὲς γενομένης ζητούντων λέγεται νῦν ὅτι ἐκείνῃ τῇ ἡμέρᾳ εἷς τῆς ἐναερίου πορείας ἐλεγκτὴς ἀντὶ δυοῖν τὰ δυοῖν ἐλεγκταῖν ἔργα ἔπραττεν.

ἐν ἐκείνῳ τῷ ἀερολιμένι ὡς μὲν ἐπὶ τὸ πολὺ οὔποτε ὁ αὐτὸς ἐλεγκτὴς ἅμα ἀεροσκάφη τε καὶ ἑλικόπτερα κατέχει, ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ὁ αὐτὸς ἐλεγκτὴς τὼ δύο ἔργω ἔπραττεν· ὅμως δὲ οὔπω παρὰ πάντων ὁμολογεῖται τοῦτο τὴν αἰτίαν εἶναι.



Picture
Σερβία
29 Ἰανουαρίου 2025

Χθὲς ὁ Milos Vucevic, ὃς τῷ Μαίῳ εἰς τὴν ἀρχὴν ἀφικόμενος τῆς Σερβίας πρωθυπουργὸς κατέστη, ἑκὼν τῆς ἀρχῆς ἐξέστη, τῷ γὰρ Δεκεμβρίῳ οἱ μὲν πάντων τῶν τῆς Σερβίας πανεπιστημίων μαθηταί, παντελεῖς μεταβολὰς αἰτοῦντες, ἐπ' αὐτὸν σχετλιάζοντες ἤρξαντο, ὁ δὲ M. V. νέας ἀρχαιρεσίας ποιεῖσθαι αὐτοῖς προὔθηκεν. 

ὅμως δὲ οἱ μαθηταί, οὐδενὸς κόμματος ἑταῖροι ὄντες, οὐδαμῶς μὲν νέας ἀρχαιρεσίας δέχεσθαι ἐθέλουσιν, φοβούμενοι μὴ τοῦτο μέθοδος γένηται ἵνα ὁ M. V. τὸ ἀποβὰν λυμαινόμενος αὖθις τὴν ἀρχὴν λάβῃ, βούλονται δὲ νέους ἄρχοντας τεχνοκράτας τε ὄντας καὶ τὴν χώραν μεταβαλοῦντας ἔχειν.



Picture
Ἡ Ἐγγὺς Ἀνατολή
26 Ἰανουαρίου 2025

Ὁ τῶν ΗΑΠ πρόεδρος Donald Trump χθὲς ἐν τῷ ἀεροσκάφει Air Force One δημοσιογράφοις τισὶ διαλεγόμενος προὔθηκε τῇ τε Αἰγύπτῳ καὶ τῇ Ἰωρδανίᾳ τοὺς πλείστους τῶν Παλαιστίνων οἳ ἐν τῇ Γάζῃ ᾤκουν εἴτε εἰς τὸ παραυτίκα εἴτε εἰς ἀεὶ δέχεσθαι, ἡ γὰρ Γάζα σχεδὸν παντελῶς διεφθαρμένη κεῖται· ὅμως δὲ τοῦ πολέμου ἀρχομένου αὗται αἱ δύο χῶραι, ἤδη πρὸ τοῦ πολέμου πολλοὺς Παλαιστίνους φυγάδας ἔχουσαι, πλείους δέχεσθαι οὐκ ἠθέλησαν.

ἐν τῷ Ἰσραῆλ τὸ μέρος τῆς τοῦ Netanyahu ἀρχῆς τὸ πρὸς τὴν δεξιὰν προπετέστατον ἀσμένως τοῦτο τὸ νόημα ἐδέξατο.



Picture
Ταιλανδία
24 Ἰανουαρίου 2025

Χθὲς ἐν τῇ τῆς Ταιλανδίας πρωτευούσῃ Βαγγκὸκ ἡ τοῦ ἀέρος ῥυπαρία τοιαύτη ἐγένετο ὥστε ἔδοξε τοῖς ἄρχουσι 103 διδασκαλεῖα τέτταρας ἡμέρας κλεῖσαι καὶ τοὺς παῖδας κελεύειν οἴκοι μένειν. πολλάκις μὲν οἱ ταύτης τῆς πόλεως πολῖται ταύτην τὴν κατάστασιν πάσχουσιν, νῦν δὲ οἱ ἄρχοντες αὐτοῖς παραινοῦσιν οἴκοι τε ἐργάζεσθαι (αὖθις τηλεργασία, τὸ αὐτὸ καὶ τῆς πανδημίας σκεδαννυμένης ἔδει ποιεῖν) καὶ τὰς πρὸς τὸν ἀέρα πράξεις φυγεῖν.

ἐν τῇ Ταιλανδίᾳ ἡ τοῦ ἀέρος ῥυπαρία τῷ “ξηρῷ χρόνῳ“ (ἀπὸ τοῦ Νοεμβρίου μέχρι τοῦ Ἀπριλίου) ἰσχυρωτέρα γίγνεται, οὐ μόνον διὰ τὰ αὐτοκίνετα καὶ τὰ ἐργαστήρια ἀλλὰ καὶ διότι οἱ γεωργοὶ πολλὰ ἄχυρα καίουσιν, τοῦτο δὲ μέγαν ῥοπὴν ἔχει διότι καὶ εἰ τοῦτο ἐν τοῖς ἀγροῖς γίγνεται τὰ μικρομορία εἰς τὴν πόλιν ἀφικνεῖται.

ῥᾴδιον δέ ἐστιν ἐν τῇ φωτογραφίᾳ ἰδεῖν ὅτι τοῦτο καὶ εἰς τὴν ὄψιν ῥοπὴν ἔχει.


Picture
ΗΑΠ
21 Ἰανουαρίου 2025

Ὁ Donald Trump αὖθις ἐγένετο χθὲς πρόεδρος τῶν ΗΑΠ, ταχέως δὲ ἐποίησεν ὃ ποιήσειν ὑπέσχετο εἰ ἐν ταῖς ἀρχαιρεσίαις νικῴη, συγγιγνώσκειν τοῖς τῷ 2021ῳ ἔτει εἰς τὸ Καπιτώλιον εἰσβαλοῦσιν· ἔπειτα δὲ ἄλλα προσκρούοντα κελεύσματα ὑπέγραψεν, παραδείγματος ἕνεκα τὴν τῶν ΗΑΠ πολιτείαν τοῖς ἐν ταῖς ΗΑΠ ἐκ γονέων τὴν πολιτείαν οὐκ ἐχόντων γενομένοις μὴ δοῦναι.

ὅ τι δὲ περὶ τῆς Οὐκραίνας ποιεῖν ἐν νῷ ἔχει, ὃ τῷ ὄντι κεφαλαιότατόν ἐστιν, οὔπω οὐδεὶς οἶδεν, πολλάκις γὰρ εἶπεν ὁ D. T. ὅτι πρόεδρος γενόμενος τὴν τῇ Οὐκραίνᾳ βοήθειαν παύσοι, οἱ δὲ τῶν Εὐρωπαίων χωρῶν ἄρχοντες τὰ τοῦ νέου προέδρου περὶ τούτου βουλεύματα μένουσιν.



Picture
ΗΑΠ
18 Ἰανουαρίου 2025

Ὁ τοῦ ἐνδόξου κοινωνικοῦ δικτύου TikTok φερέφωνος εἶπεν τήμερον ὅτι αὔριον τῇ 19ῃ τοῦτο τὸ δίκτυον πάσας τὰς ἑαυτῶν ἐν ταῖς ΗΑΠ πράξεις παύσει.

καὶ εἰ χθὲς ὁ τῶν ΗΑΠ  Ἄρειος Πάγος νόμον ἐδέξατο ὃς ἀναγκάζει τὸ Τ.Τ. τὰς ἐν ταῖς ΗΑΠ πράξεις παῦσαι, ὁ ἔτι πρόεδρος Biden, ὃν δέοι ἂν βουλεύεσθαι ἵνα τοῦτο οὕτως εἴη, διέγνω τὴν ὕστατην διάγνωσιν ἐν τοῖς τοῦ ἐπιγιγνομένου προέδρου Trump γόνασι καταλιπεῖν· ὅμως δὲ ἔδοξε τῷ Τ.Τ. μὴ τὴν τοῦ Trump διάκρισιν μένειν.

κατὰ τὸν  Ἄρειον Πάγον δέοι ἂν τὸ δίκτυον Τ.Τ. ἀπὸ τῆς Σινικῆς ἑταιρείας ByteDance αὐτόνομον γενέσθαι, ἀλλὰ ταύτης τῆς ἀπαλλαγῆς οὐ γενομένης ὁ  Ἄρειος Πάγος ἀναγκάζει τὸ Τ.Τ. τὰς ΗΑΠ ἀπολιπεῖν.


Picture
Γάζα
16 Ἰανουαρίου 2025

Ἡ ἐν τῷ τῆς Γάζης πολέμῳ ἐκεχειρία ἣν πάντες διὰ τῆς οἰκουμένης χθὲς ἐπῄνησαν οὔπω ἀσφαλές ἐστιν, ἐπεὶ γὰρ πάντες ἐνόμισαν τὴν ἐκεχειρίαν εὐθὺς γενήσεσθαι τήμερον ὁ τοῦ Ἰσραῆλ πρωθυπουργὸς Β. Netanyahu τὴν διαχειροτονίαν ἀνεβάλετο, λόγῳ μὲν διότι ἡ Χαμὰς μεταβολάς τινας ποιεῖν προτίθησιν, ἔργῳ δὲ διότι ὁ Β. Ν. αὐτὸς ἀναπείθειν πειρᾷ τοὺς τῆς ἀρχῆς ἑταίρους τοὺς μάλιστα πρὸς τῇ δεξιᾷ κειμένους, οἷς ὁ Bezalel Smotrich ἡγεῖται, ὅτι ἡ ἐκεχειρία ἐπιτήδειός ἐστιν, οὗτοι γάρ, νομίζοντες τὴν ἐκεχειρίαν τὸ αὐτὸ καὶ ἧτταν εἶναι, τὴν ἀρχὴν καταλιπεῖν ἀπειλοῦσιν ἐὰν ὁ πόλεμος παύηται.


Picture
Γερμανία
20 Δεκεμβρίου 2024

Τοῦ Scholz τῇ τῆς πίστεως διαψηφίσει ἡττηθέντος, πάντες βούλονται νῦν εἰδέναι ὅστις ὁ ἐπιγιγνόμενος τῆς Γερμανίας ἄρχων ἔσται, κατὰ δὲ τὰς σκέψεις ὁ Friedrich Merz, ἑταῖρος τοῦ CDU κόμματος, ἐν ταῖς ἀπροσδοκήτως προβεβλημέναις ἀρχαιρεσίαις τῇ 23ῃ τοῦ Φεβρουαρίου γενησομέναις τὴν νίκην κτήσεται.

οὗτος ὁ ἀνήρ, ἑξήκοντα καὶ ἐννέα ἔτη γεγονώς, ἀεὶ μὲν ἐχθρὸς ἦν τῆς A. Merkel, διὰ γὰρ τέλους τὸ κόμμα πρὸς τὰ δεξιὰ ὠθεῖν ἐπείρα, ὃ τῇ A. Merkel οὐδέποτε ἤρεσκεν, ἐὰν δὲ ἄρχων αἱρεθῇ γενήσεται ὁ δεύτερος γεραίτατος τῆς Γερμανίας ἄρχων (ὁ Konrad Adenauer ἑβδομήκοντα καὶ τρία ἔτη γεγονὼς ἦν ὅτε ἄρχων ᾑρέθη).



Picture
Τουρκία
18 Δκεμβρίου 2024

Κατὰ τὴν ἐφημερίδα The Wall Street Journal, ἡ μὲν Τουρκία στρατιώτας παρὰ τῷ τῆς Συρίας ὅρῳ ἀθροίζει μεγάλην ἐπὶ τοὺς Κούρδους ἐπιβολὴν παρασκευαζομένη, τὸ δὲ μέγιστον τούτων τῶν στρατιωτῶν μέρος ἐγγὺς τῆς πόλεως Κοβάνι ἀθροίζεται, ἧς οἱ πλεῖστοι τῶν ἐνοικούντων Κοῦρδοί εἰσιν.

κατὰ τὴν ἐφημερίδα, ὁ μὲν Ἐρδογὰν φαίνεται ποιεῖν βουλόμενος τὸ αὐτὸ καὶ τῷ 2019ῳ ἔτει ἐποίησεν, οἱ δὲ ἐκείνης τῆς πόλεως ἄρχοντες τὸν ἐπιγιγνόμενον τῶν ΗΑΠ πρόεδρον Τρᾶμπ ᾔτησεν χθὲς τὸν Ἐρδογᾶν ἀναπείθειν μὴ τὸ στράτευμα εἰσπέμπειν, φοβοῦνται γὰρ μὴ τῆς νῦν ἐν τῇ Συρίᾳ ταραχώδους καταστάσεως ἀπολαύῃ τοῖς Κούρδοις ἐπιτεθησόμενος.


Picture
Μαιόττε
16 Δεκεμβρίου 2024

Δεινὴ θύελλα τὸ πλεῖστον τῆς νήσου Μαιόττε διέφθειρε χθές, ὁ γὰρ ἄνεμος, δύναμιν ἔχων 220 χιλιομέτρων καθ' ὥραν, διέφθειρε πάντα οἷστισιν ἐντυγχάνοι. αὕτη ἡ νῆσος, ἐγγὺς τῆς νήσου Μαδαγασκὰρ ἐν τῷ Ἰνδικῷ Ὠκεάνῳ κειμένη, ἐπαρχία ἐστὶ τῆς Γαλλίας, οἱ δὲ πλεῖστοι τῶν ἐν ταύτῃ τῇ νήσῳ πολῖται οἰκοῦσιν οὐκ ἐν ἁσφαλέσιν οἰκήμασιν ἀλλὰ ἐν λυπηραῖς καλύβαις αἳ ῥᾳδίως τῇ θυέλλῃ διεφθάρησαν.
 
ὁ τῆς νήσου ἄρχων, ὁ François-Xavier Bieuville, εἶπε χθὲς ὅτι οὐκ ἴσασιν ὁπόσοι ἄνθρωποι ἀπέθανον, καὶ δὴ καὶ οἱ μὲν πλεῖστοι τῶν 320,000 ἐνοικούντων Μουσουλμάνοι εἰσὶν, κατὰ δὲ τὴν Ἰσλαμικὴν θρησκείαν δεῖ τοὺς ἀποθανοῦντας ταχέως θάπτειν πρὶν ἂν 24 ὧραι διάγωσιν, τοῦτο δὲ χαλεπώτατον ποιήσει εἰδέναι τὸν τῶν ἀποθανόντων ἀριθμόν.



Picture
Γαλλία
13 Δεκεμβρίου 2024

Ὁ τῆς Γαλλίας πρόεδρος Ε. Macron εἵλετο τήμερον τὸν François Bayrou νέον τῆς χώρας πρωθυπουργόν. ὁ F. B., ἑβδομήκοντα καὶ τρία ἔτη γεγονώς, ἤδη χθὲς τῆς νυκτὸς τηλεφωνικῶς τῷ Ε. Μ. νεωστὶ ἀπὸ τῆς Πωλονίας ἀφικομένῳ διελέχθη, ἀφίκετο δὲ τήμερον ἅμ' ἕῳ εἰς τὰ τοῦ Ἠλυσίου Βασίλεια ἵνα αὐτῷ συνίοι.

οἱ πλεῖστοι νομίζουσι τὸν F. B. ἐν τῷ τοῦ πολιτικοῦ χάρτου μέσῳ κεῖσθαι, ἴσως δὲ τοιοῦτον πρωθυπουργὸν ἑλομένος ὁ Ε. Μ. πειρᾷ ἄλλην τινὰ βουλευτικὴν ψηφοφορίαν φυγεῖν οἵα τὸν πρότερον πρωθυπουργὸν ἐκ τῆς ἀρχῆς ἐξέβαλεν.



Picture
Ἡ Μεσόγειος Θάλαττα
11 Δεκεμβρίου 2024

Ταύταις ταῖς ἡμέραις μεγάλη ἔνστασις παρῆν ἐν ταῖς μεσογειακοῖς χώραις περὶ τοῦ τῆς ἁλιείας πράγματος, ἡ γὰρ Εὐρωπαικὴ Ἕνωσις νεωστὶ προὔθηκε τὸν ἀριθμὸν τὸν τῶν ἡμερῶν αἷς ἔξεστι τοῖς ἁλιεῦσι ἁλιεύειν περὶ τοῦ 80% μειῶσαι· ἡ δὲ Ε. Ε. ταύτην τὴν μείωσιν προὔθηκεν ἐν νῷ ἔχουσα ὅτι ἔνια ἰχθύων γένη ἐν κινδύνῳ ἐστὶ μὴ ἀφανίζηται.

τοῦ ἀγγέλματος ταχέως σκεδαννύντος ταραχὴ ἐγένετο, παραδείγματος ἕνεκα ἐν τῇ Ἱσπανίᾳ οἱ ἁλιεῖς χθὲς ἐν τοῖς λιμέσιν ἔμειναν ἵνα ἐνισταῖντο οὐδὲ ἐξῆν ἰχθῦς ἐν τῇ ἀγορᾷ πρίασθαι.

τέλος δὲ ἡ Ε. Ε. ἐδέξατο τήμερον τοὺς ἁλιέας τοσαύταις ἡμέραις ἁλιεύειν δύνασθαι ὅσαις τὸ πρότερον ἐφ' ᾧ βουλεύματά τινα δέχεσθαι ἅτινα ἂν ὠφελῇ ταῦτα τὰ ἰχθύων γένη σῴζειν.



Picture
Συρία
8 Δεκεμβρίου 2024

Ὁ τῆς Συρίας εἴκοσι καὶ τέτταρα ἔτη ἄρξας Bashar al Assad ἐκ τῆς ἀρχῆς ἐξεβλήθη, οἱ γὰρ ἀνθιστάμενοι, οἳ ταύταις ταῖς τελευταίας ἡμέραις θᾶττον τῆς γνώμης προὐχώρουν, εἰς τὴν πρωτεύουσαν πόλιν Δαμάσκον τήμερον οὐδενὸς ἐναντιοῦντος πρωὶ ῥᾳδίως εἰσελθόντες ηὗρον τὸ βασίλειον κενὸν ὄν, ὁ γὰρ Β. Α. ἤδη χθὲς ἐκ τῆς χώρας ἐπεφεύγει· ὅπου δὲ ὁ Β. Α. ἐστὶ νῦν οὐδεὶς ἀκριβῶς οἶδεν.

ὃ τήμερον γεγένηται τὸ τέλος ἐστὶ δικτατωρείας εἴκοσι καὶ τέτταρα ἔτη διαμεινάσης, ἀλλὰ πάντες βούλονται ἰδεῖν νῦν πότερον μετὰ τοῦτον τὸν πόλεμον τρεῖς καὶ δέκα ἔτη διαμείναντα οἱ τὸν δικτάτωρα ἐκβαλόντες δημοκρατικὸν σύστημα καταθήσουσιν ἢ ἄλλην δικτατωρείαν.



Picture
Κορέα
6 Δεκεμβρίου 2024

Ἡ ἐν τῇ Σεοῦλ κατάστασις ἔτι καὶ νῦν ἀσαφὴς διαμένει, ὁ γὰρ πρόεδρος Yoon Suk Yeol τὸν μὲν στρατιωτικὸν νόμον ἐπέθηκεν, τῶν δὲ πολιτῶν ἀνθισταμένων τε καὶ εἰς τὰς ὁδοὺς εἰσβαλόντων τὸν αὐτὸν νόμον ἀφεῖλεν· τούτων δὲ οὕτως ἐχόντων οἱ πλεῖστοι τῶν πολιτῶν τὴν βουλὴν αἰτοῦσι νῦν τὸν πρόεδρον ἐκ τῆς ἀρχῆς ἐκβαλεῖν ὡς τυραννίδα ἐν τῇ χώρᾳ ἐνθεῖναι πειρώμενον, οὐ γὰρ μόνον τὸν στρατιωτικὸν νόμον ἐπέθηκεν ἀλλὰ καὶ ἐκέλευσε τοὺς τῶν ἀνθισταμένων κομμάτων ἄρχοντας καταληφθῆναι.

ὅμως δὲ αὐτὸν ἐκ τῆς ἀρχῆς ἐκβαλεῖν ῥᾴδιον οὐκ ἔσται, ἀναγκαῖον μὲν γάρ ἐστι δύο τρίτα μέρη τῶν βουλευτῶν ἔχειν ἵνα αὐτὸν ἐκβαλεῖν δύνωνται, τὰ δὲ ἀνθιστάμενα κόμματα οὐ τοσούτους βουλευτὰς ἔχει, δεήσει οὖν ἐνίους τῶν περὶ τοῦ προέδρου βουλευτὰς πείθειν ἵνα κατὰ τοῦ ἑαυτῶν ἄρχοντος ψηφίσωνται.



Picture
ΗΑΠ
3 Δεκεμβρίου 2024

Αὐξάνεται τὸ κῦμα τὸ τῶν τῷ ἔτι προέδρῳ Biden ἐνστάσεων ἅτε τὸν ἑαυτοῦ υἱὸν Hunter συγγνώμην παρασχόντι. ὁ μὲν τοῦ προέδρου υἱὸς ἔμελλε τούτου τοῦ μηνὸς εἰς τὸ δεσμωτήριον εἰσιέναι ὡς παρανόμως ὅπλα ἔχων καὶ οὐ δασμοφορήσας, αὕτη δὲ ἡ συγγνώμη οὐ μόνον τοῖς πλείστοις τῶν πολιτῶν οὐκ ἤρεσεν ἀλλὰ καὶ πολλοῖς τῶν περὶ τοῦ προέδρου αὐτοῦ.

οὐδὲ ἀναγκαῖόν ἐστι λέγειν ὅτι οἱ τοῦ ῥεπουβλικανικοῦ κόμματος ἑταῖροι τῷ καιρῷ χρῶνται ἵνα τὸν πρόεδρον ψέγωσιν, ἄλλα τε καὶ διότι τὸ πρότερον ὁ Biden πολλάκις εἶπεν ὅτι οὔποτε τὸν ἑαυτοῦ υἱὸν συγγνώσοιτο· ὁ δὲ πρόεδρος, τὰς ἐνστάσεις φυγεῖν πειρώμενος, εἶπε χθὲς ὅτι ἐλπίζει τοὺς πολίτας ταύτην τὴν πρᾶξιν συνήσειν.



Picture
Γεωργία
1 Δεκεμβρίου 2024

Ἤδη τὴν τρίτην ἡμέραν διαμένει ἡ ἐν τῇ Γεωργίᾳ ταραχή, οἱ δὲ ἄρχοντες νεωστὶ ἤγγειλαν ὅτι ἡ Γεωργία τὸ βούλευμα καταλείπεται τοῦ εἰς τὴν Εὐρωπαίαν Ἕνωσιν εἰσελθεῖν· οὐδὲ μόνον τοῦτο, ἀλλὰ καὶ ἤγγειλαν ὅτι ἀπωθήσονται ἅτινα ἂν χρήματα ἡ Ε. Ε. πέμπῃ.

οἱ οὖν πολῖται, φοβούμενοι μὴ ἡ Γεωργία δευτέρα Οὐκραίνα γένηται, ἐνίστανται, οἱ γὰρ ἄρχοντες ἤδη πάλαι νόμους κατέθεσαν οἳ ὅμοιοί εἰσι τοῖς Ῥωσικοῖς νόμοις οἷς τὸ Κρεμλίνον χρῆται ἵνα τοὺς ἀνθισταμένους καταστρέφηται (διὰ δὲ τοῦτο οἱ πολῖται καλοῦσι τούτους τοὺς νόμους “τοὺς Ῥωσικοὺς νόμους“).

ὅμως δὲ τῷ ὄντι ἡ Ε. Ε. αὐτὴ ἤδη ἀνεβάλετο τὴν τῆς εἰσόδου αἴτησιν ἐξ ὅτου οἱ τῆς Γεωργίας ἄρχοντες τοιούτους καταστρεφομένους νόμους κατέθεσαν.



Picture
ΗΑΠ - Σίνη
29 Νοεμβρίου 2024

Αἱ ΗΑΠ καὶ ἡ Σίνη αἰχμαλώτους ἀντήλλαξαν χθὲς ὧν τὸ πρότερον κατασκοπείαν κατηγόρουν· πῶς γὰρ οὔ, κατὰ μὲν τὴν Σίνην οἱ ἐν ταῖς ΗΑΠ καταληφθέντες ἀναίτιοι ἦσαν, τὸ δὲ αὐτὸ ἐλέγετο ἐν τῇ ἑτέρᾳ ὄχθῃ.

τὸ δὲ ἀποβάν· τρεῖς μὲν τῶν ΗΑΠ πολῖται ἠλευθερώθησαν, τρεῖς δὲ τῆς Σίνης, τοῦτο δὲ πολλοὺς  τοῦ “ψυχροῦ πολέμου“ ἀναμιμνήσκει, μόνον δὲ ἡ γέφυρα ἀπῆν καὶ οἱ τῆς CIA καὶ τῆς KGB ἐν ἑκατέρῳ χείλει ἑστηκότες καὶ οἱ ἤδη ἐλεύθεροι ἐν τῷ τῆς γεφύρας μέσῳ συνδιαβαίνοντες. καὶ αἱ ΗΑΠ καὶ ἡ Σίνη μεγαλαυχίᾳ τε καὶ κουφολογίᾳ ταύτην τὴν ἀνταλλαγὴν ἤγγειλαν ὡς ἂν εἰ τὸν ἐναντίον ἀγωνιστὴν νικήσαιεν.

κατὰ δὲ τοὺς δημοσιογράφους αὕτη ἡ ἀπαλλαγὴ ἡ τελευταία τοῦ Biden νίκη ἐστὶ πρὶν τὴν Λευκὴν Οἰκίαν καταλιπεῖν, ἀλλὰ λέγεται καὶ ὅτι ὁ Xi Jinping, ταύτην τὴν ἀπαλλαγὴν ῥᾳδίως δεξάμενος, βούλεται τῷ Trump δεικνύναι ὅτι ὁ διάλογος καρποὺς φέρει.



Picture
Ἡνωμένον Βασίλειον
26 Νοεμβρίου 2024

Ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ πέντε ἄνθρωποι τῇ Κυριακῇ ἀπέθανον διὰ τὸν χειμῶνα Bert καλούμενον, χθὲς δὲ οὗτος ὁ χειμὼν ἔτι μεγάλην ταραχὴν ἐποίησεν, πολλαὶ μὲν γὰρ ὁδοὶ ἀποφράξεις τοῖς καταπεσοῦσι δένδροις παθοῦσαι (οὐ μόνον ὅ τε ὑετὸς καὶ ἡ χιὼν δυσχέρειαν ἐποίησαν ἀλλὰ καὶ τὸ πνεῦμα) κεκλεισμέναι πᾶσαν τὴν ἡμέραν ἔμειναν, πολλοὶ δὲ σιδηρόδρομοι ἐκ τῶν σταθμῶν ἐξελθεῖν οὐκ ἐδυνήθησαν, πολλοὶ δὲ ἀερολιμένες καὶ τὰ τοῦ χειμῶνος ἀποβαίνοντα ἔπαθον, ἄλλοι τε καὶ ὁ Heathrow καὶ ὁ Gatwick.

ὁ χειμὼν ἄλλοθί τε και ἐν τῇ Οὐαλίᾳ καὶ ἐν τῇ νοτίᾳ Ἀγγλίᾳ ἰσχυρώτατος ἐγένετο, ἐκεὶ δὲ πολλοὶ ποταμοὶ ὀγκώδεις γενόμενοι μεγάλου ἐν ἀγροῖς τε καὶ κώμαις ὀλέθρου αἴτιοι ἐγένοντο.



Picture
Ῥωσία
24 Νοεμβρίου 2024

Ἤδη ἴσμεν ὅ τι ἡ Ῥωσία τῇ Βορείᾳ Κορέᾳ παρέχει ἀντὶ τῶν στρατιωτῶν οὓς ἡ Β. Κ. πρὸς τὸν ἐν τῇ Οὐκραίνᾳ πόλεμον πέμπει· πετρέλαιον, τὸν οὕτω καλούμενον “μέλανα χρυσόν.“ αὕτη ἡ πρᾶξις, πῶς γὰρ οὔ, παρὰ τὸ προβούλευμα ὑπάρχει τὸ τοῦ Ἡνωμένων Ἐθνῶν Ὀργανισμοῦ, καθ' ὃ ἀπαγορεύεται μὴ τῇ Β. Κ. πετρέλαιον πωλεῖν.
 
αἱ φωτογραφίαι ἃς τὸ Open Source Centre ἐκτήσατο πετρελαιοφόρους τῆς Β. Κ. ναῦς δεικνύασι πρῶτον μὲν εἰς τὸν τῆς Ῥωσικῆς πόλεως Vostochny λιμένα κενὰς ἀφικομένας καὶ πετρέλαιον δεχομένας, ἔπειτα δὲ ἐν τῷ τῆς Κορεάνης πόλεως Nampo λιμένι τὸ “μέλαν χρυσὸν“ ἐξαιρουμένας.



Picture
Ἡ Χάγη
22 Νοεμβρίου 2024

Τὸ Διεθνὲς Δικαστήριον ἐκέλευσε χθὲς τόν τε τοῦ Ἰσραῆλ πρωθυπουργὸν B. Netanyahu καὶ τὸν πρόσθεν τῆς Ἀμύνης ὑπουργὸν Yoav Gallant συλλαβέσθαι ὡς πολεμικὰ ἀδικήματα πράξαντας, παραδείγματος ἕνεκα τῇ πείνῃ χρῆσθαι ἵνα τοὺς Παλαιστίνους καθαιρῶσι καὶ ἐκ προνοίας πολίταις, οὐδαμῶς στρατιώταις, ἐπιθεῖσθαι, καὶ δὴ καὶ κωλύειν τὰ φάρμακα ὑπὸ πολλῶν ἐπικούρων ὀργανισμῶν πεμφθέντα εἰς τοὺς πολίτας μὴ ἀφίκεσθαι.

νῦν ἐὰν ὁ B. N. εἰς χώραν τινὰ πορεύηται τῶν 124 χωρῶν αἳ τὴν τοῦ Διεθνοῦς Δικαστηρίου συγγραφὴν ὑπεγράψαντο δεήσει αὐτὰς αὐτὸν συλλαβεῖν· ὅμως δὲ οὐκ ἀεὶ τοιούτῳ κελεύσματι πείθονται αἱ τὴν συγγραφὴν ὑπογραψάμεναι χῶραι, παραδείγματος ἕνεκα ὁ V. Putin, ὃν καὶ κατὰ τὸ Δ. Δ. ἔδει συλλαβέσθαι, εἰς τὴν Μογγολίαν πορευθεὶς οὐ κατελήφθη.



Picture
Οὐκραίνα
19 Νοεμβρίου 2024

Ἡ διαλεκτικὴ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου στρατηγία διαμένει, καὶ εἰ οὐδὲν ἀπροσδόκητον ἐν τῇ οἰκουμένῃ πέφηνεν, ἐγένετο γὰρ ὃ πάντες ᾔδεσαν γενήσεσθαι· τοῦ τῶν ΗΑΠ προέδρου ἐξουσίαν τῇ Οὐκραίνᾳ δόντος εἰς τὸ τοῖς ATACMS πυραύλοις χρῆσθαι (ταῦτα τὰ πύραυλα δύναται εἰς σκοποὺς ἔνδον τῆς Ῥωσίας κειμένους ἀφίκεσθαι) ἡ Ῥωσία παγκόσμιον πόλεμον ἀπειλεῖ, τοῦτο δὲ οὐδὲν ἀπροσδόκητόν ἐστιν, ὁπόταν γὰρ νέον τι γίγνηται ὃ πρὸς τὴν Οὐκραίναν προὔργου ἐστὶν ὁ Ποῦτιν τὸν Τρίτον Παγκόσμιον Πόλεμον ἀπειλεῖ.

ὅμως δὲ καὶ ἐὰν ταῦτα τὰ πύραυλα τῇ Οὐκραίνα βοηθεῖν δυνῆται πάντες οἱ ἔμπειροι λέγουσιν ὅτι τοῦτο μὲν οὐχ ἱκανὸν ἔσται, τὸ δὲ βούλευμα ὀψὲ ἀφικνεῖται.



Picture
ΗΑΠ-Σίνα
17 Νοεμβρίου 2024

Ὁ τῶν ΗΑΠ G. Biden καὶ ὁ τῆς Σίνης πρωθυποργὸς Xi Jinping χθὲς ἐν τῇ τοῦ Περοῦ πρωτευούσῃ Λῖμα συνῆλθον· λόγῳ μὲν ἔδει τὴν ὁμιλίαν ἰδίᾳ γενέσθαι, ἔργῳ δὲ οἱ τῆς πάσης οἰκουμένης ὀφθαλμοὶ πρὸς αὐτοὺς ἔβλεπεν.

ὁ μὲν G. B. εἶπεν ὅτι ἐλπίζει τὴν τῆς Σίνης ταῖς ΗΑΠ συνουσίαν τὴν μὲν αὐτὴν οὖσαν διατελέσειν, οὐδαμῶς δὲ ἅμιλλαν γενήσεσθαι, ὁ δὲ X. J., εἰδὼς ὅτι τῇ 20ῃ τοῦ Ἰανουαρίου ὁ Trump πρόεδρος τῶν ΗΑΠ γενήσεται, ἑαυτὸν ὡς τὸν τῆς ἐλευθέρας ἐμπορίας ἀντίδικον συνέστησεν, πάντες γὰρ ἴσασιν ὅτι ὁ Trump τὰ ἐκ τῆς Σίνης κομισθέντα ὤνια δασμολογεῖν βούλεται, ἄλλα τε καὶ τὰ ἠλεκτρικὰ αὐτοκίνητα.

οἱ δύο ἄρχοντες αὖθις τὸ αὔριον ἐν τῷ Βρασῖλ συνίασιν, ἐκεῖ γὰρ ὁ τῶν G20 σύλλογος γενήσεται.



Picture
Ἰταλία
14 Νοεμβρίου 2024

Ἐν τοῖς Ἰταλοῖς πολιτικοῖς κύκλοις πολλὰ λέγεται περὶ τῆς φιλίας ἣ φαίνεται τὴν τῆς χώρας πρωθυπουργὸν G. Meloni καὶ τὸν ἐπιχειρηματίαν E. Musk συνδεῖν.

οὐκ ἔστιν ὅστις οὐ γιγνώσκει ὅτι ἡ G. Μ. κατὰ τὴν πολιτικὴν διάνοιαν ἐγγὺς τοῦ Trump κεῖται, τούτων οὖν οὕτως ἐχόντων αὕτη ἡ φιλία οὐδένα ἀπροσδόκητον λήψεται, ὁ γὰρ Ε. Μ. τὰ τοῦ Trump οὕτως εὖ φρονει ὥσπερ ἂν εἰ αὐτὸς ὁ Trump εἴη, ἀλλὰ ὃ πολλοῖς ὄχλον παρέχει τόδε ἐστίν, ὅτι τὸν Ε. Μ. νῦν ἄγαν μὲν δυνάμεως ἐν τῇ Ἰταλίᾳ ἔχειν φαίνεται, νεωστὶ δὲ ἤρξατο τοὺς Ἰταλοὺς δικαστὰς μεμφόμενος, ἴσως διότι οὗτοι οἱ δικασταὶ τὴν G. M. εἴργουσι μὴ τοὺς εἰς τὴν χώραν μὴ ἐννόμως εἰσελθόντας ξένους ἐκβαλεῖν.



Picture
Ἰαπωνία
12 Νοεμβρίου 2024

Ἐν τῇ Ἰαπωνίᾳ μικρὰ γελαία αἰσχύνη ἐγένετο χθές, ἴσως γὰρ οἱ πολιτικοὶ τοσοῦτο πονοῦσιν ὥστε ἐνίοτε ἐν τῇ Βουλῇ αὐτῇ τοῦ ὕπνου ἀφίστασθαι οὐ δύνανται, τοῦτο δὲ τυγχάνει ὂν ὃ χθὲς ἐγένετο· τῶν μὲν βουλευτῶν ὅστις τῆς χώρας τὰ ἐπιγιγνόμενα ἔτη ἄρξει αἱρουμένων ὁ πρωθυπουργὸς Shigeru Ishiba (ὃς αὖθις ᾑρέθη) εἰς ὕπνον ἔπεσεν, αἱ δὲ τῆς τηλεοράσεως κάμαραι αὐτὸν καθεύδοντα πάσῃ τῇ χώρᾳ ἀπέδειξαν.

πολλοὶ δὲ θαυμάζουσι διὰ ὅ τι οἱ ἄλλοι βουλευταί, τοῦ αὐτοῦ κόμματος ἑταῖροι ὄντες καὶ πρὸς αὐτῷ καθήμενοι, αὐτὸν ἐν τοιούτῳ καιρῷ καθεύδοντα ἰδόντες οὐκ ἤγειραν.

εἰ βούλει τοῦτο ἰδεῖν πίεσον τοῦτον τὸν σύνδεσμον.



Picture
Οὐκραίνα
10 Νοεμβρίου 2024

Ὁ τῶν Ἐξωτερικῶν τῆς Εὐρωπαικῆς Ἑνώσεως ὑπεύθυνος Josep Borrell χθὲς εἰς τὴν τῆς Οὐκραίνας πρωτεύουσαν Κίεβ πορευθεὶς διεβεβαιώσατο ὅτι ἡ Ε. Ε. ἐγκαρτερήσει τῇ Οὐκραίνᾳ βοηθοῦσα.

αὕτη ἡ ἀπροσδόκητος πορεία τῶν ἐν ταῖς ΗΑΠ ἀρχαιρεσιῶν τελευτησάσων ταχέως παρεσκευάσθη, τοῦ γὰρ Trump νέου τῶν ΗΑΠ προέδρου γενησομένου ἡ Ἀμερικανὴ βοήθεια ἴσως ἀφανισθήσεται, καὶ δὴ καὶ ὁ Trump αὐτὸς εἶπε χθὲς ὅτι δεῖ τὴν Οὐκραίναν τῇ μὲν Ῥωσίᾳ συναλλάττεσθαι, τῶν δὲ τῆς χώρας μέρων ἃ ἡ Ῥωσία νῦν κατέχει ἐπιλάθεσθαι· ὅμως δὲ πολλοὶ λέγουσιν ὅτι τοῦτο τὸν Ποῦτιν ἐποτρύνοι ἂν εἰς τὸ ἄλλῃ τινὶ χώρᾳ ἐπιθεῖσθαι (εἴτε τῇ Γεωργίᾳ εἴτε τῇ Μολδαβίᾳ).

τῶν δὲ ΗΑΠ τὴν Οὐκραίναν καταλειψόντων ἄδηλόν ἐστιν ὅ τι ἡ Ε. Ε. πράξει, ἡ δὲ Οὐκραίνα φοβεῖται μὴ πρῶτον μὲν μέρος τῆς χώρας ὑπὸ τῆς Ῥωσίας καταληφθῇ, ἔπειτα δὲ (καὶ δὴ καὶ οὐ διὰ πολλοῦ) πᾶσα ἡ χώρα.



Picture
HΑΠ
7 Νοεμβρίου 2024

Ὁ Donald Trump ῥᾷον τῆς γνώμης ἐν ταῖς ἀρχαιρεσίαις ἐνίκησεν, γενήσεται οὖν ὁ ἐπιγιγνόμενος τῶν ΗΑΠ πρόεδρος. ὃ μάλιστα εἰς τὴν τοῦ Δ. Τ. νίκην συνεβάλετο ἐν ταῖς ἑπτὰ ἐπαρχίαις κεῖται οὗ ἀσαφὲς ἦν ποτέρῳ τὴν ψῆφον προσθήσοιντο οἱ πολῖται, ἐν γὰρ ταῖς ἑπτὰ ὁ Δ. Τ. τὴν νίκην ἐκτήσατο. τοῦ ἀποβάντος διὰ τῆς νυκτὸς ἀφικνουμένου πολλοὶ μάλιστα ἐθαύμασαν, οἱ γὰρ περὶ αὐτοῦ, καὶ εἰ τὴν νίκην κτήσεσθαι ἤλπιζον, οὐδαμῶς ἤλπιζον τὴν τῶν ψήφων διάστασιν τοσαύτην ἔσεσθαι.

νῦν δὲ ἡ Εὐρώπη περὶ τοῦ μέλλοντος δυσκρίτως ἔχει· περὶ μὲν τοῦ Ἰσραῆλ δῆλόν ἐστιν ὅτι ὁ Δ. Τ. τῇ τοῦ Netanyahu ἀρχῇ βοηθήσει, περὶ δὲ τῆς Οὐκραίνας ἀσαφές ἐστιν ὅ τι ἐν νῷ ἔχει ποιεῖν, πολλάκις γὰρ εἶπεν ὅτι ἐὰν αὖθις πρόεδρος γίγνηται τὴν τῇ Οὐκραίνᾳ βοήθειαν παύσει, τοῦτο δὲ τὸ αὐτὸ εἴη ἂν καὶ τῷ Putin τὴν Οὐκραίναν παρέχειν.


Picture
Ἰσραῆλ
5 Νοεμβρίου 2024

Ὁ τοῦ Ἰσραῆλ τῶν Ἐξωτερικῶν ὑπουργός, ὁ Ἰσραῆλ Κάζ, ἤγγειλε χθὲς τῷ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμῷ ὅτι αὕτη ἡ χώρα τῇ ἑταιρείᾳ UNRWA οὐκέτι συμμείξει (ἡ UNRWA ἐκ μὲν τοῦ ΗΕΟ ἐξαρτᾶται, ὠφέλειαν δὲ τοῖς Παλαιστίνοις φυγάσι παρέχει)· τὸ οὖν Ἰσραῆλ τὰς σπονδὰς διαλύει τῷ 1967ῳ ἔτει τμηθείσας καθ' ἃς ἐξῆν τῇ UNRWA ἐν τοῖς τόποις τῷ Ἰσραῆλ καταλελημμένοις πράττειν.

κατὰ μὲν τὸν Ι. Κ. πολλοὶ τῶν τῆς UNRWA ἐργαστῶν ἑταῖροι μὲν τῆς Χαμᾶς εἰσιν, μετέσχον δὲ τῆς πρὸς τὸ Ἰσραῆλ προσβολῆς, κατὰ δὲ τὴν UNRWA τοιοῦτο μὲν κατηγόρημα οὐδαμῶς ἀληθές ἐστιν, πολλοὶ δὲ Παλαιστίνοι ἅτε τῆς ὠφελείας οὐκέτι ἀφικνουμένης εἰς μέγαν ἀσιτίας κίνδυνον καταστήσονται.  



Picture
Βορεία Κορέα
3 Νοεμβρίου 2024

Ἐν τῇ Βορείᾳ Κορέᾳ οὐχ ἱκανόν ἐστι τῷ ἄρχοντι Kim Jong Un περὶ τοῦ πυρηνικὰ πύραυλα ἀνιέναι ἀπολογεῖσθαι, νῦν γὰρ δεῖ τὴν γένναν ὠφελεῖν, νεωστὶ δὲ (προχθές, ὡς ἀκριβῶς λέγειν) ἡ τοῦ ἄρχοντος ἀδελφὴ Kim Yo Jong (ἐν τῇ φωτογραφίᾳ) τοῖς τοῦ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμοῦ λόγοις ἐπετίμησεν, οὗτος γὰρ ὁ ὀργανισμὸς τὴν Β. Κ. ἔψεξε περὶ τῆς τελευταίας πυρηνικοῦ πυραύλου ῥίψεως.
 
ἡ Β. Κ. Ῥωσικὴν τεχνολογικὴν ὠφέλειαν δέχεται ἀντὶ στρατιωτῶν, νεωστὶ γὰρ μύριοι τῆς Β. Κ. στρατιῶται εἰς τὴν Ῥωσίαν ἀφίκοντο ἵνα ἐν τῇ Οὐκραίνᾳ τῷ Ῥωσικῷ στρατεύματι βοηθῶσιν· προχθὲς δὲ οἱ τῆς τε Ῥωσίας καὶ τῆς Β. Κ. τῶν Ἐξωτερικῶν ὑπουργοὶ ὁ Serguei Lavrov καὶ ὁ Choe Son Hui ἐν τῇ Μόσχῃ συνέδριον ἐποιήσαντο ἵνα περὶ ταύτης τῆς βοηθείας πράττωσιν.



Picture
ΗΑΠ
1 Νοεμβρίου 2024

Πέντε ἡμέραι λείπονται ἕως ἂν οἱ τῶν ΗΑΠ πολῖται τὸν νέον ἢ τὴν νέαν πρόεδρον ἕλωνται, κατὰ δὲ τοὺς ἐμπείρους τὸ ἀποβὰν ἐκ ἑπτὰ τῶν ἐπαρχιῶν ἐξαρτήσεται· αἱ μὲν ΗΑΠ πεντήκοντα ἐπαρχίας ἔχουσιν, ἐκ δὲ τούτων τετταράκοντα καὶ τρεῖς ἐπαρχίαι ὑπάρχουσιν ἐν αἷς οἱ πολῖται ἀεὶ τῷ αὐτῷ κόμματι τὴν ψῆφον φέρουσιν, ἀλλὰ οἱ τῶν λοιπῶν ἑπτὰ ἐπαρχιῶν πολῖται ἄλλοτε ἄλλῳ τὴν ψῆφον φέρουσιν, διὰ δὲ τοῦτο οἱ δύο εἰς ἀρχὴν παραγγέλλοντες ἐν ταύταις ταῖς ἑπτὰ ἐπαρχίαις τὴν πρᾶξιν συναθροίζουσιν.

αὗται αἱ ἐπτὰ ἐπαρχίαι αἵδε εἰσίν· Πενσυλβανία καὶ Γεωργία καὶ Βορεία Καρολίνα καὶ Μίζιγαν καὶ Ἀριζόνα καὶ Οὐισκόνσιν καὶ Νεβάδα. αὗται αἱ ἑπτὰ ἐπαρχίαι αἱρήσονται ὅστις ἢ ἥτις τῆς χώρας ἄρξεται.



Picture
Ἱσπανία
30 Ὀκτωβρίου 2024

Συμφορά τε καὶ πάθημα ἐν τῇ Ἱσπανίᾳ. χειμὼν μέγιστός τε καὶ δυνατώτατος ἐγένετο ἐν τῇ ἐπαρχίᾳ Βαλενθίᾳ, τοσοῦτος δὲ ὑετὸς κατέπεσε (400 λίτρα κατὰ τετραγωνικὸν μέτρον) ὥστε πολλὰ μὲν οἰκήματα κατεκλύσθη, πολλαὶ δὲ ὁδοὶ ἔτι καὶ νῦν ἄχρηστοι μένουσιν (πολλὰς ὥρας οὐ δυνατὸν ἦν οὔτε εἰς τὴν πόλιν αὐτὴν Βαλενθίαν εἰσελθεῖν οὔτε ἐκ τῆς πόλεως ἐξελθεῖν), τῶν δὲ ἀγυιῶν ποταμῶν γενομένων (ἐν τῇ φωτογραφίᾳ) πολλοὺς πολίτας ἐδέησε πᾶσαν τὴν νύκτα ἐπὶ τῶν ὀρόφων μένειν ἕως σωθεῖεν.

εἰς τόδε ἡμέρας ἴσμεν ὅτι πεντεκαίδεκα καὶ εἷς ἄνθρωποι ἀπέθανον, πολλοὶ αὐτῶν τῇ ῥοῇ ἑλκηθέντες· ὅμως δὲ πάντες φοβοῦνται μὴ πλείονες ἀπέθανον, πολλοὶ γὰρ ἄλλοι ἄφαντοι μένουσιν.

καὶ ἐν ταῖς ἐπαρχίαις Ἀνδαλουθίᾳ τε καὶ Μουρθίᾳ ὁ χειμὼν οἰκήματά τε καὶ ὁδοὺς βέβλαφεν, ἀλλὰ τὸ πλεῖστον τῆς συμφορᾶς ἐν τῇ ἐπαρχίᾳ Βαλενθίᾳ ἐγένετο.



Picture
Ῥωσία
27 Ὀκτωβρίου 2024

Στρατιῶται τῆς Βορείας Κορέας ἤρξαντο εἰς τὴν Ῥωσίαν ἀφικνοῦμενοι ἤδη τῷ Σεπτεμβρίῳ, ὃ ἤδη πάντες ᾔδεσαν, νῦν δὲ πλειόνων καθ' ἡμέραν ἀφικνουμένων κατὰ τὸν John Kirby (τὸν τῶν ΗΑΠ τῆς Ἀμύνης φερέφωνον) ὁ τούτων τῶν τῆς Β. Κ. στρατιωτῶν ἀριθμὸς ἤδη εἰς 3,000 ἀφῖκται, ὁ γὰρ Ποῦτιν πλειόνων ἐν τῇ Οὐκραίνᾳ στρατιωτῶν δεῖται ἀλλὰ δευτέρους καταλόγους τῶν ἑαυτοῦ πολιτῶν ποιεῖσθαι οὐ βουλόμενος (σχετλιασμοὶ γὰρ πανταχοῦ γένοιντο ἄν, ὃ ἤδη ὁ Ποῦτιν ἔπαθεν τῶν πρώτων καταλόγων πέρυσι γενομένων) τὸν τῆς Β. Κ. ἄρχοντα βοήθειαν ᾔτησεν.

ὅμως δὲ κατὰ τὸν J. K. οὗτοι οἱ στρατιῶται οὐδαμῶς εὐθὺς εἰς μάχην πεμφθήσονται, πρῶτον μὲν γὰρ ἐν στρατιωτικαῖς ἀκαδημίαις παρασκευασθήσονται, ἔπειτα δὲ εἰς τὴν ἐπαρχίαν Κοῦρσκ (τὸ τῆς Ῥωσίας μέρος εἰς ὃ ἡ Οὐκραίνα νεωστὶ εἰσβολὴν ἐποίησε) πεμφθήσονται.


Picture
ΗΑΠ - Ῥωσία
25 Ὀκτωβρίου 2024

Κατὰ τὸ ἀφήγημα ἐν τῇ ἐφημερίδι Washington Post τῇ δημοσιογράφῳ Catherine Belton προχθὲς γεγραμμένον, Ἀμερικανός τις πολίτης ὃς νῦν ἐν τῇ Ῥωσίᾳ οἰκεῖ (ἐκεῖ γὰρ Ῥωσικῇ γυναικὶ συνοικεῖ), John Mark Dougan, τοῦτο τὸ τελευταῖον ἔτος πολλὰ ἀφήγματα διὰ τοῦ διαδικτύου διέδωκεν ἐν οἷς ψευδῆ κατὰ τῆς Kamala Harris καὶ τῶν περὶ αὐτῆς καὶ τοῦ Zelenski καὶ τῶν περὶ αὐτοῦ ἔγραψεν. ἡ τούτων τῶν ἀφηγημάτων γνώμη σαφεστάτη ἐστίν· τοὺς Ἀμερικανοὺς πολίτας πείθειν τε καὶ ταράττειν ἵνα τῇ τε K. H. καὶ τῷ Ζ. ἀηδῶς ἔχωσιν.
 
περὶ τούτου τοῦ ἀνθρώπου (ἐν τῇ φωτογραφίᾳ, ἔκπωμα δεικνύοντος εἰκῶνα τοῦ Ποῦτιν ἔχον) ἤδη πάλαι  διελέγοντο πολλοί, ἀλλὰ προχθὲς ἡ Washington Post νέον τε καὶ μακρότατον ἀφήγημα ἐξέδωκε πλείονα περὶ τοῦτο τὸ πρᾶγμα ἐκκαλύπτον. εἰ βούλει τὸ ἀφήγημα αὐτὸ ἀναγνῶναι, δεῖ σε ἐνθάδε πιέζειν.
 
φοβοῦνται δὲ νῦν πολλοὶ μή, ἐὰν ἡ Κ. Η. ἐν ταῖς ἀρχαιρεσίαις νικᾷ, ἄλλα ψευδῆ ἀφήγματα σκεδαννύῃ λέγων ὅτι πολλὰ τῶν ὑπὲρ τῆς Κ. Η. ψήφων ψευδῆ ἐστίν.



Picture
Ἡ Ἐγγὺς Ἀνατολή
23 Ὀκτωβρίου 2023

Ὁ τοῦ Ἰσραηλίτου στρατεύματος φερέφωνος διεβεβαιώσατο χθὲς τῆς ἑσπέρας ὅτι ὁ Hachem Safieddine, ὁ τοῦ Hassan Nasrallah διάδοχος ὃν ἔδει τῆς ἑταιρείας Χιζβουλὰ ἄρχειν, τοῦ μηνὸς Ὀκτωβρίου ἀρχομένου διὰ ἐπιβολὴν ἐν τῇ πρωτευούσῃ Βειροῦτ ἀπέθανεν. ἡ μὲν ἑταιρεία Χιζβουλὰ εἶπεν ἤδη τῇ 4ῃ τούτου τοῦ μηνὸς ὅτι ἐπιβολῆς γενομένης ὁ H. S. ἀφανισθείη, ἀλλὰ οὔτε τὸ Ἰσραῆλ οὔτε ἡ Χιζβουλὰ ᾖσαν πότερον ἔτι ἐβίου ἢ οὔ, χθὲς δὲ τὸ Ἰσραῆλ τὸν θάνατον αὐτοῦ ἐπηλήθευσεν.
 
πρὸς δὲ τούτῳ ὁ Antony Blinken (ἐν τῇ φωτογραφίᾳ ἅμα τῷ Netanyahu) αὖθις εἰς τὸ Ἰσραῆλ χθὲς ἀφικόμενος ἰσχυρίζεται λέγων ὅτι ὁ τοῦ Yahya Sinouar θάνατος βελτίστη ἀφορμή ἐστι τῆς εἰρήνης· τήμερον δὲ ὁ A. B., τὴν πρὸς τὴν Ἰορδανίαν πορείαν ἀναβαλόμενος, πρὸς τὴν Σαουδίτην Ἀραβίαν πορευθήσεται.



Picture
Μολδαβία
20 Ὀκτωβρίου 2024

Τήμερον τῇ Κυριακῇ ἀρχαιρεσίαι ἐν τῇ Μολδαβίᾳ γίγνονται ἐν αἷς δεῖ τοὺς πολίτας οὐ μόνον τὸν νέον πρόεδρον ἑλέσθαι ἀλλὰ καὶ διαγιγνώσκειν πότερον βούλονται εἰς τὴν Εὐρωπαίαν Ἕνωσιν εἰσιέναι ἢ οὔ. ἡ νῦν πρόεδρος, ἡ Maia Sandu, τὴν εἴσοδον εὖ φρωνεῖ.
 
αἱ ἀρχαιρεσίαι ἤδη δυσχηρῶς ἥκουσιν, πολλοὶ γὰρ τὴν Ῥωσίαν αἰτιῶνται τοῦ τοὺς ψηφομένους ἐπάγειν καὶ τὴν τῆς χώρας κατάστασιν ταράττειν (τὸ Κρεμλίνον τοιαῦτα αἰτιάματα ἀπωθεῖ, πῶς γὰρ οὔ). πάντες μὲν ἴσασιν ὅτι, ἐὰν ἡ Ῥωσία ἐν τῇ Οὐκραίνᾳ νικᾷ, ἡ ἐπιγιγνομένη τοῦ Ποῦτιν προαίρεσις ἡ Μολδαβία ἔσται, διὰ δὲ τοῦτο ἡ Maia Sandu πειρᾷ τὴν τῆς χώρας στάσιν πρὸς τὴν Ε. Ε κλίνειν.



Picture
Γάζα
18 Ὀκτωβρίου 2024

Τὸ Ἰσραῆλ διεβεβαιώσατο χθὲς ὅτι ὁ τῆς ἑταιρείας Χαμὰς ἄρχων, ὁ Yahya Sinwar, πολεμικοῦ ἀκροβολισμοῦ γενομένου ἐν τῇ Γάζῃ ἀπέθανεν, νῦν δὲ πάντες θαυμάζουσι πότερον τοῦτο δυνήσεται τὸ τοῦ πολέμου τέλος προάγειν, καὶ εἰ μὴ ταχέως· κατὰ μὲν τοὺς βουλομένους τὸ Ἰσραῆλ τὴν νίκην κτᾶσθαι, τοῦ Y. S. ἀποθανόντος ἡ Χαμὰς τῷ ἑαυτῆς τέλει κατὰ τάχος προσχωρεῖ, κατὰ δὲ τοὺς βουλομένους τὸ Ἰσραῆλ ἡττᾶσθαί τε καὶ ἀφανίζεσθαι οὗτος ὁ θάνατος τὸν τῆς ἐναντιώσεως θυμὸν τὸν τῶν Παλαιστίνων κρατυνεῖ.



Picture
Κορέα
15 Ὀκτωβρίου 2024

Τὸ τῆς Νοτίας Κορέας στράτευμα εἶπε τήμερον ὅτι ἡ Βορεία Κορέα, ἀγγείλασα νεωστὶ ὅτι τὸν ὅρον βεβαίως φράττειν βούλεται, τὰς ὁδοὺς αἳ τὰς δύο χώρας συνάπτουσι διαφθείρουσα ἤρξατο. ἡ πρώτη διεφθαρμένη ὁδὸς τὴν τῆς Ν. Κ. πόλιν Paju καὶ τὴν τῆς Β. Κ. πόλιν Kaesong συνήπτεν.

καὶ εἰ τῷ 1953ῳ ἔτει αἱ δύο χῶραι μαχόμεναι ἐπαύσαντο (ὁ πόλεμος τῷ 1950ῳ ἔτει ἤρξατο) καὶ σπονδὰς ἐποιήσαντο, οὐδαμῶς τὴν μονίμην εἰρήνην ὡμολόγησαν.



Picture
Ἔβερεστ
13 Ὀκτωβρίου 2024

Ἤδη πολλὰ ἔτη πάντες οἱ ὀρειβάται συνεχῶς διαλέγονται περὶ τοῦτο τὸ πρᾶγμα, οἵτινες εἰς τὸ τοῦ κόσμου ἄκρον πρῶτοι ἀφίκοντο, πότερον ὅ τε Mallory καὶ ὁ Irvine (τῷ 1924ῳ ἔτει) ἢ ὅ τε Hillary καὶ ὁ Norgay (τῷ 1953ῳ ἔτει), ὁ γὰρ Mallory καὶ ὁ Irvine εἰς τὸ ἄκρον ἀφίκεσθαι πειρώμενοι ἠφάνησαν καὶ οὔπωτε ἐπανῆλθον, οὐδεὶς οὖν οἶδε πότερον ἀφίκοντο ἢ οὔ.

τῷ 1999ῳ ἔτει τὸ τοῦ Mallory σῶμα ηὑρήθη, ἀλλὰ τὸ κάμερα ἐν ᾧ ἤλπιζον τὴν φωτογραφίαν εὑρεῖν αὐτοὺς ἐπὶ τῷ ἄκρῳ ἑστηκότας δεικνύουσαν οὐχ ηὗρον (εἰ γὰρ εἰς τὸ ἄκρον ἀφίκοντο, φωτογραφίαν ἑαυτῶν ἐκεῖ ἑστηκότων ἐποίησαν ἄν), τοῦτο δὲ σημαίνει ὅτι ἐκείνῃ τῇ ἡμέρᾳ ὁ Irvine τὴν κάμεραν ἔφερεν.

τὸ τοῦ Irvine σῶμα οὔπωτε ηὑρήθη, ἀλλὰ προχθὲς ὀρειβάται τινὲς ἀρβύλην ηὗρον ἐφ' ᾗ γεγραμμένον ἐστὶ τὸ ὄνομα "Irvine." ὅπου τὸ σῶμα κεῖται οὐδεὶς γιγνώσκει, ἀλλὰ τῆς ἀρβύλης εὑρηθείσης πολλοὶ ἐλπίζουσι τὸ σῶμα εὑρήσειν καὶ τὸ κάμερα ὃ ἴσως τὸ μέγιστον τῶν ὀρειβατῶν κρυπτὸν λύσει.



Picture
Φλορίδα
11 Ὀκτωβρίου 2024

Εἰ νεωστὶ διελεγόμεθα περὶ τὴν θύελλαν ἣ ἐν τῇ νήσῳ Ταιβὰν μεγάλης βλαβὴς αἰτία ἐγένετο, δεῖ νῦν αὖθις περὶ τὸ αὐτὸ διαλέγεσθαι, ἡ γὰρ κλιματικὴ ἐπαλλαγὴ πράττει ὅπως τοιαῦται θύελλαι ἰσχυρώτεραι γενήσονται.

νεωστὶ ἄλλη θύελλα ᾗ οἱ μετεωρολόγοι τὸ ὄνομα Μῖλτον ἐπέθεσαν ἐν ταῖς ΗΑΠ διὰ τῆς χερσονήσου Φλορίδης διαπερῶσα μέγα ταύτης τῆς ἐπαρχίας μέρος καὶ ἔνδον τῆς χώρας καὶ ἐν τοῖς λιμέσι κατέσκαφεν· πεντεκαίδεκα μὲν ἄνθρωποι ἀπέθανον, τρία δὲ ἑκατομμύρια πολιτῶν ἠλεκτρικὴν δύναμιν οὐκ ἔχουσιν. καὶ εἰ τὸ τῆς θυέλλης κέντρον (ὃ οἱ μετεωρολόγοι “τὸν τῆς θυέλλης ὀφθαλμὸν“ καλοῦσιν) ἤδη τὴν χερσόνησον κατέλιπεν, ὅ τε ἄνεμος καὶ ὁ ὑετὸς ἔτι ἡμέρας τινὰς μενοῦσιν.


Picture
Γαλλία
9 Ὀκτωβρίου 2024

Ἡ τῆς Γαλλίας ἀρχὴ τὸν τοῦ Ὀσάμα Βῖν Λάδεν υἱὸν ἐκ τῆς χώρας ἐξέβαλε χθὲς ὡς τῆς τρομοκρατίας ἀπολογούμενον. ὁ Ὀμὰρ (οὕτω καλεῖται) ἐν τῇ Νορμανδίᾳ ἤδη πολλὰ ἔτη ᾤκει ἅμα τῇ ἑαυτοῦ γυναικί, ἣ τυγχάνει Βρετανικὴ οὖσα.

ὁ τῶν Εἰσωτερικῶν ὑπουργός, ὁ Bruno Retailleau, ἤγγειλε χθὲς ὅτι τῆς ἀδείας ἕνεκα οὐ μόνον ὁ Ὀμάρ Βῖν Λάδεν ἐκ τῆς Γαλλίας ἐκβληθείη ἀλλὰ καὶ οὐδαμῶς ἐξέσοιτο αὐτῷ αὖθις εἰς τὴν χώραν εἰσελθεῖν, περὶ δὲ τὴν αἰτίαν ὁ ὑπουργὸς εἶπεν ὅτι ὁ Ὀμὰρ Β. Λ. τῷ 2023ῳ ἔτει ἄγγελμα ἄγγελοι τὸ αὐτὸ καὶ τῆς τρομοκρατίας ἀπολογίαν ὄν, ἐν γὰρ τούτῳ τῷ ἀγγέλματι ὁ Ὀμὰρ Β. Λ. τὸν πατέρα καὶ τὰς πράξεις αὐτοῦ τιμήσειε.

Ὁ Ὀμὰρ Β. Λ. εἰς τὴν Νορμανδίαν τῷ 2016ῳ ἔτει ἀφικόμενος καλλιτέχνης ἐγένετο, ζωγράφος γὰρ ἦν.



Picture
Ἡ Ἐγγὺς Ἀνατολή
6 Ὀκτωβρίου 2024

Δυστυχῶς δεῖ ἡμᾶς διαλεγομένους περὶ τοῦ ἐν τῷ Λιβάνῳ καὶ ἐν τῇ Γάζῃ πολέμου διαμένειν. περὶ μὲν τοῦ πολέμου αὐτοῦ, τὸ τοῦ Ἰσραῆλ στράτευμα τήμερον μὲν αὖθις εἰς τὴν Ἰαβαλίαν (τὸ βόρειον μέρος τῆς Γάζης) εἰσέβαλεν, ἐκεῖ γὰρ ἡ ἑταιρεία Χαμὰς πειρᾷ τὴν ἑαυτῆς πολεμικὴν δύναμιν αὖθις διαθεῖναι, χθὲς δὲ τῆς νυκτὸς αὖθις τῇ Βηρυτῷ ἀεροσκάφεσι ἐπέθετο· περὶ δὲ τῆς διπλωματικῆς καταστάσεως, χθὲς μὲν ὁ τῆς Γαλλίας πρωθυπουργὸς Μακρὸν ᾔτησε τὴν πέμψιν ὅπλων πρὸς τὸ Ἰσραῆλ παύειν, τήμερον δὲ ὁ τῆς Παλαιστινίας ἀρχῆς φερέφωνος αὐτῷ ταύτῃ τῇ αἰτέσει χάριν ἔσχεν.

ἄλλα τε καὶ πολλοὶ τῷ Ἰσραῆλ μέμφονται ὅτι, καὶ εἰ ἐν πάσαις ταῖς μάχαις τὴν νίκην κτᾶται, οὐδαμῶς πειρᾷ ταύτας τὰς πολεμικὰς νίκας εἰς διπλωματικὰς νίκας μεταβαλεῖν.



Picture
Ταιβάν
4 Ὀκτωβρίου 2024

Ὁ τυφὼς Krathon καλούμενος εἰς τὴν νῆσον Ταιβὰν ἤδη ἀφίκετο, δύο δὲ ἄνθρωποι ἀπέθανον καὶ ἑκατὸν εἴκοσι καὶ τρεῖς ἐτρώθησαν, ἐδέησε δὲ μυρίους πολίτας τὰς οἰκίας καταλιπεῖν ἵνα εἰς ὑπογείους καταφυγὰς φύγοιεν. ἡ δὲ κατάστασις ἐκείνων οἷς ἐξῆν οἴκοι μένειν οὐ βελτίων ἐστιν, ἑκατὸν γὰρ χιλιάδες οἰκημάτων ἠλεκτρικὴν δύναμιν οὐκ ἔχουσιν. οἱ μὲν ἄρχοντες ἐκέλευσαν τὰ διδασκαλεῖα κεκλεισμένα μένειν, ἐν δὲ τῷ Taoyuan ἀερολιμένι διακόσια ἀεροσκάφη ἀπογειοῦσθαι οὐκ ἐδυνήθη. ὁ τυφὼς ἀκτίνα ἔχει ἑκατὸν ὀγδοήκοντα χιλιόμετρα τὸ μῆκος, ὁ δὲ ἄνεμος ἐνίοτε οὕτως πνεῖ ὥστε ἑκατὸν ἑξήκοντα καὶ δύο χιλιόμετρα καθ' ὥραν τὸ τάχος ἐξικνεῖται.

ὅμως δὲ πολλοὶ πολῖται, καίπερ τοῦ τυφῶνος παρόντος καὶ τῶν ἀρχόντων πάντας οἴκοι μένειν κελευόντων, τῶν κελευσμάτων ἀμελοῦσι καὶ ἔτι καὶ νῦν ἔνθα καὶ ἔνθα πορεύονται μοτοσυκλήταις χρώμενοι, ὃ ἐπικινδυνώτατόν ἐστιν.


Picture
Ἰρᾶν - Ἰσραῆλ
2 Ὀκτωβρίου 2024

Δυστυχῶς ἀφίγμεθα νῦν εἰς τὴν κατάστασιν οἷ πάντες ἐφοβούμεθα μὴ ἀφικοίμεθα, τὸ γὰρ Ἰρᾶν καὶ τὸ Ἰσραῆλ εἰς πόλεμον πρὸς ἄλληλα καθεστήκασιν· τὸ Ἰρᾶν, βουλόμενον τὸν τοῦ Hasan Nasrala ἐν τῷ Λιβάνῳ θάνατον τιμωρεῖν, ἀνῆκε χθὲς διακόσια πύραυλα πρὸς τὸ Ἰσραῆλ (ἐν τῇ φωτογραφίᾳ ὁρῶμεν πύραυλα πρὸς τὴν πόλιν Ashkelon καταπίπτοντα)· καὶ εἰ τὰ τῶν πυραύλων πλεῖστα ἐν τῷ ἀέρι τῷ ἀμυντηρίῳ συστήματι διεφθάρη, ἔνια μὲν εἰς τὴν γῆν ἀφίκετο, δύο δὲ ἄνθρωποι ἐτρώθησαν.

μετὰ δὲ τὴν ἐπιβολὴν ἤρξατο ὁ τῶν ἀπειλῶν διαλεκτικὸς πόλεμος, ὁ μὲν γὰρ τοϋ Ἰσραῆλ πρωθυπουργὸς Netanyahu εἶπεν ὅτι τὸ Ἰρᾶν τοῦτο μὲν ποιοῦν παντελῶς ἥμαρτεν, δικὴν δὲ δώσει, ἡ δὲ τοῦ Ἰρᾶν ἀπόκρισις ταχέως ἀφίκετο, εἶπε γὰρ ὁ φερέφωνος ὅτι ἐὰν τὸ Ἰσραῆλ πειρᾷ τὸ Ἰρᾶν βλάπτειν οὐ μόνον αὖθις τῷ Ἱσραῆλ ἐπιθήσονται ἀλλὰ καὶ ἡ νέα ἐπίθεσις χείρων ἔσται.



Picture
Λίβανος
29 Σεπτεμβρίου 2024

Μετὰ τὴν πρὸς τὸν Λίβανον ἐπιβολὴν τῷ Ἰσραῆλ πεπραγμένην καὶ τὸν τοῦ τῆς Χεζβολὰ ἡγεμόνος Hasan Nasrala θάνατον, χθὲς αἱ ΗΑΠ ἡ τρίτη χώρα ἐγένετο ἣ τοὺς ἑαυτῆς πολίτας κελεύει ἐκείνην τὴν χώραν ὡς τάχιστα καταλιπεῖν, ἡ οὖν Ἀμερικανὴ ἀρχὴ ἐκέλευσε τοὺς ἐν τῇ πρεσβείᾳ ἐργαζομένους λειτουργοὺς “τοὺς μὴ οὐσιώδεις τε καὶ ἀναγκαίους ὄντας“ ἀπελθεῖν, καὶ δὴ καὶ οὐ μόνον τούτους ἀλλὰ καὶ ἐκείνους οἵτινες ἂν καὶ ἐὰν ἐν τῇ πρεσβείᾳ μὴ ἐργάζωνται τυγχάνωσιν συγγενεῖς ὄντες τῶν οὐσιώδων ἐργαστῶν οἳ μενοῦσιν. τῇ Παρασκευῇ ἥ τε Ἰταλία καὶ τὸ Ἡνωμένον Βαλίλειον τοὺς ἑαυτῶν πολίτας τὸν Λίβανον καταλιπεῖν ἐκέλευσαν.

χθὲς ὁ τοῦ Ἰσραῆλ πρωθυπουργὸς Netanyahu εἶπεν ὅτι ὁ τοῦ H. N. θάνατος δίκαιός τε καὶ ὀρθός ἐστιν ἅτε αἰτίου μυρίων θανάτων ὄντος. κατὰ δὲ τὸν Netanyahu, τοῦ Η. Ν. ἀποθανόντος ῥᾷον ἔσται τοὺς ὁμήρους ἐλευθερῶσαι.



Picture
ΗΑΠ
27 Σεπτεμβρίου 2024

Ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος ἤδη πάλαι ἐν ταῖς τῶν ΗΑΠ ἀρχαιρεσίαις πάρεστιν, τοῦτο δὲ τῆς 5ης τοῦ Νοεμβρίου προσιούσης καθ' ἡμέραν μᾶλλον εἰς τὸ μέλλον ἀποβὰν συμβάλλεται, οἱ γὰρ πολῖται ὁρῶσι τὸν μὲν Τρᾶμπ τῇ Οὐκραίνᾳ μὴ βοηθεῖν προτιθέντα, τὴν δὲ Καμάλα Χάρις τὴν βοήθειαν ἔτι μᾶλλον αὐξάνειν προτιθεῖσαν. χθὲς δὲ τὸ τῆς καταστάσεως καῦμα ηὐξήθη, ἡ γὰρ Κ. Χάρις τὸν Τρᾶμπ ἐπαιτιωμένη εἶπεν ὅτι τὸ βούλευμα ὐπὸ τοῦ Τρᾶμπ προτεθὲν ἵνα ὁ πόλεμος τέλος ἔχῃ τὸ αὐτό ἐστι καὶ τὸ τοῦ Ποῦτιν βούλευμα ἵνα ἡ Ῥωσία τὴν νίκην κτᾶται.

χθὲς ὁ Ζελένσκι καὶ ὁ ἔτι πρόεδρος Βαῖδεν ἐν τῇ Λευκῇ Οἰκίᾳ συνῆλθον (ἐν τῇ φωτογραφίᾳ), ἀλλὰ οὐδὲν νέον ἐκ ταύτης τῆς συνόδου ἐγένετο.


Picture
Ὁ Ἡνωμένων Ἐθνῶν Ὀργανισμός
25 Σεπτεμβρίου 2024

Ὁ Ἀντόνιος Γουτέρρες, ὁ Πάγκοινος τῶν Ἡνωμένων Ἐθνῶν Γραμματεύς, ἐποίησε χθὲς πρὸ τῆς Κοινῆς Ἐκκλησίας τὸν ἐπέτειον λόγον, ἐν ᾧ τὴν νῦν κατάστασιν ὀδυρόμενος εἶπεν ὅτι ἔνιοι ἄρχοντες ἀνοιμωκτὶ πράττουσιν ἅττα ἂν βούλωνται μηδεμίαν κόλασιν πασχοντες.

κατὰ δὲ τὸν Α. Γ. ἡ νῦν κατάστασις χείρων τῆς τοῦ Ψυχροῦ Πολέμου ἐστίν, τότε μὲν γὰρ ἄγραπτοι νόμοι ὑπῆρχον οἷς πάντες ἐπείθοντο, νῦν δὲ οὐδὲ τοῦτο ἔχομεν, λέγων δὲ περὶ τῆς Οὐκραίνης καὶ τῆς Παλαιστίνης αὖθις ἐβεβαιώσατο ὅτι ὅπως ἄρχοντές τινες πράττουσιν ἀπολογίαν τε μηδεμίαν ἔχει καὶ οὐκ ἀνεκτόν ἐστιν. ὅ τι δεῖ ποιεῖν οὐκ εἶπεν.



Picture
Ἰσημερινὴ Γουινέα
22 Σεπτεμβρίου 2024

Ῥῶσοι στρατιῶται τοῦ Wagner λόχου εἰς τὴν Ἰσημερινὴν Γουινέαν ἀφικνοῦνται ἵνα τὸ Ὀβιὰγγ γένος φρουρῶσιν. ἡ στρατιωτῶν ἄφιξις τοῦ μηνὸς Αὐγούστου τελευτῶντος ἤρξατο, τότε γὰρ Ῥῶσοι στρατιῶται ἐν ταῖς τῆς πρωτευούσης Μαλάβο ἀγυίαις ἐπεφαίνοντο ἄνω καὶ κάτω παντελῶς ἔνοπλοι βαίνοντες, ἔτυχον δὲ στρατιῶται ὄντες τοῦ Wagner λόχου (ὃς νῦν Africa Corps καλεῖται)· ἔπειτα δὲ τῇ 8ῃ τοῦ Σεπτεμβρίου δευτέρα σύστασις τοιούτων στρατιωτῶν εἰς τὴν πόλιν Βάτα ἀφίκετο.
 
ὁ μὲν δικτάτωρ Θεοδῶρος Ὀβιάγγ, ὀγδοήκοντα καὶ δύο ἔτη γεγονώς, ἤδη τῷ θανάτῳ προσχωρεῖ, ὁ δὲ υἱὸς αὐτοῦ, νῦν πεντήκοντα καὶ ἓξ ἔτη γεγονώς, τὸ ἔρεισμα ζητεῖ μεγασθενοῦς τινος χώρας ἵνα τῇ δικτατωρείᾳ ἐγκαρτερῇ.

ἐν τῇ φωτογραφίᾳ, Ῥῶσοί τε καὶ τῆς Ἰσημερινῆς Γουινέας στρατιῶται.


Picture
Λίβανος
20 Σεπτεμβρίου 2024

Μετὰ τὴν ἔκρηξιν τὴν τῶν ἠλεκτρικῶν ὀργάνων walkie-talkie καλουμένων ταύτῃ τῇ ἑβδομάδι γενομένην οἷς οἱ τῆς ἑταιρείας Χεζβολὰ χρῶνται, νῦν πᾶσιν ἄφυκτον φαίνεται εἶναι ἐν τῷ Λιβάνῳ πόλεμον γίγνεσθαι, χθὲς μὲν γὰρ τὸ Ἰσραῆλ τῇ τῆς χώρας μεσημβρίᾳ ἐπέθετο, ἡ δὲ ἑταιρεία Χεζβολὰ λέγει μὲν ὅτι τήμερον τῇ Παρασκευῇ πύραυλα πολλὰ ἀνῆκε πρὸς στρατόπεδα ἐντὸς τοῦ Ἰσραῆλ κειμένα, πρὸς δὲ τὸν πόλεμον ἀνακαλεῖ· τούτων οὖν οὕτως εχόντων, ἡ ἐλπὶς τοῦ σπονδὰς ποιεῖσθαι ἀφανίζεται.

ἐν τῇ Γάζῃ ἤδη 41,000 μὲν ἄνθρωποι ἀπέθανον, οἱ πλεῖστοι αὐτῶν παῖδες καὶ γυναῖκες, μύριοι δὲ ἄλλοι ἠφάνησαν, οἱ πλεῖστοι ὑπὸ τῶν ἐρειπίων· τί δὲ νῦν ἐν τῷ Λιβάνῳ γενήσεται;



Picture
Ῥωσία
18 Σεπτεμβρίου 2024

Ὁ ὀργανισμὸς “ Ἰατροὶ Ἄνευ Ὅρων “ οὐ διὰ πολλοῦ καταλείψει τὴν Ῥωσίαν. οὗτος μὲν ὁ ὀργανισμὸς ἐν ἐκείνῃ τῇ χώρᾳ τριάκοντα δύο ἔτη μεμενηκὼς νεωστὶ ἐπιστολὴν ὑπὸ τῆς Ῥωσικῆς ἀρχῆς πεμφθεῖσαν ἐδέξατο, ἐν δὲ ταύτῃ τῇ ἐπιστολῇ λέγεται ὅτι ἡ Ῥωσικὴ ἀρχὴ τὸν ὀργανισμὸν Ι. Α. Ο. ἐκ τοῦ καταλόγου τοῦ τῶν ξενίων τοῦ ἐν τῇ Ῥωσίᾳ πράττειν ἐξουσίαν ἐχόντων ὀργανισμῶν ἐξορίζει ὡς ἀλλοδαπὰ χρήματα δεχόμενον, ὃ τῷ ὄντι τὸ αὐτό ἐστι καὶ αὐτοῖς “ ἔρρωσθε “ λέγειν.

κατὰ τὸν τοῦ ὀργανισμοῦ φερέφονον Norman Sitali, ἐξ οὗ μὲν ὁ πρὸς τὴν Οὐκραίναν πόλεμος ἤρξατο 65,000 ἀνθρώπους ὠφελήκασιν, οἱ δὲ νῦν ὠφέλειαν δεχόμενοι ἀφύλακτοι μενοῦσιν.

ἄλλοι δὲ διεθνεῖς ὀργανισμοί, παραδείγματος ἕνεκα Greenpeace, καὶ ἐκ τῆς Ῥωσίας ἐξεβλήθησαν.



Picture
Διδακτικὴ τέχνη
15 Σεπτεμβρίου 2024

Ἐκείνοις οἵτινες ἂν παῖδας ἔχωσι καὶ βούλωνται αὐτοὺς τὴν Ἀρχαίαν Ἑλληνικὴν γλῶτταν μαθεῖν ἄρχεσθαι ἴσως ἀρέσκοι ἂν εἰδέναι περὶ ταῦτα τὰ δύο βιβλία ἃ νεωστὶ εἰς τὸ φῶς ἤχθη· τὸ μὲν πρῶτον βιβλίον, “Μανθάνω καὶ γράφω τὰ γράμματα τοῦ ἀλφαβήτου,“ οὐ μόνον τὰ τοῦ ἀλφαβήτου γράμματα διδάσκει ἀλλὰ καὶ 200+ λόγους (ἔξεστί σοι ἐν τούτῳ τῷ συνδέσμῳ τὸ βιβλίον ἰδεῖν), τῷ δὲ δευτέρῳ, “Γράφω - σβεννύω καὶ μανθάνω λέξεις,“ οἱ παῖδες δύνανται 300+ ἄλλους λόγους περὶ τοῦ τῶν Ἀρχαίων Ἑλλήνων ἐφημέρου βίου μαθεῖν (ἔξεστί σοι ἐν τούτῳ τῷ συνδέσμῳ τὸ βιβλίον ἰδεῖν).


Picture
Ἀνατολικὴ Εὐρώπη
15 Σεπτεμβρίου 2024

Ἐν τῇ Αὐστρίᾳ φοβοῦνται μὴ “ὁ τῆς ἑκατομμυρίας κατακλυσμὸς“ γένηται, κατὰ γὰρ τὴν Ἀνατολικὴν Εὐρώπην νεωστὶ ὁ ὄμβρος τοσοῦτος ἐγένετο ὥστε ὁ ποταμὸς Κᾶμπ, ὃς εἰς τὸν Δουνάβην εἰσβάλλει, ἴσως ὑπερβήσεται· πολλαὶ δὲ ὁδοὶ ἀπόρευτοι κεῖνται, οὐ μόνον διὰ τὸ ὕδωρ ἀλλὰ καὶ διὰ τὰ τῷ ἀνέμῳ καταβληθέντα δένδρα.

τὰ δὲ αὐτα δυστυχήματα γίγνεται ἐν τῇ Ζεχικῇ Δημοκρατίᾳ, ἐκεῖ δὲ 63,000 μὲν οἰκίαι νῦν ἠλεκτρικὴν δύναμιν οὐκ ἔχουσιν, οὐδὲ δυνατόν ἐστι τῷ σιδηροδρομικῷ συστήματι χρῆσθαι.


Picture
Ἡνωμένον Βασίλειον
13 Σεπτεμβρίου 2024

Τὸ Ἡνωμένον Βασίλειον αἰτήσει παρὰ τῶν τῆς Εὐρωπαικῆς Ἑνώσεως πολιτῶν εἰς τὴν χώραν εἰσελθεῖν βουλομένων ἠλεκτρονικὴν ἐξουσίαν, ἤδη τῷ 2ῳ Ἀπριλίου 2025.

λόγῳ μὲν τὸ Η. Β. τοῦτο ποιεῖ ἵνα τὴν τῆς χώρας ἀσφαλείαν αὐξάνῃ, ἔργῳ δὲ κατὰ πολλοὺς δημοσιογράφους οἳ περὶ τοῦτου ἐν ταῖς ἐφημερίσιν ἔγραψαν τοῦτο πρόφασις μέν ἐστιν, ἀληθῶς δὲ ἡ Βρετανικὴ ἀπόκρισίς ἐστι πρὸς τὸ ἄγγελμα ὃ ἡ Ε. Ε. τῷ Αὐγούστῳ ἤγγειλεν, ἡ γὰρ Ε. Ε. εἶπεν ὅτι νῦν δεήσει τοὺς Βρετανικοὺς πολίτας εἰς τὴν Ε. Ε. εἰσελθεῖν βουλομένους ἠλεκτρονικὴν ἐξουσίαν παρέχειν (ὃ ἤδη τῷ μηνὶ Νοεμβρίου γενήσεται).


Picture
Ῥωσία
10 Σεπτεμβρίου 2024

Ὁ πόλεμος ὃν ὁ Ποῦτιν πρὸς τὴν Οὐκραίναν ἔβαλεν ἤδη τῇ Μόσχῃ προσχωρεῖ, χθὲς δὲ ἐδέησε τὸ Ῥωσικὸν στράτευμα 144 δρόνας (ἀεροσκάφη ἃ πέτεται οὐδενὸς ἀνθρώπου κυβερνῶντος) καταβαλεῖν, ὧν 20 ἐγγυτάτω τῆς προτευούσης ἐπέτοντο. μία μὲν γυνὴ ἀπέθανεν, τρεῖς δὲ ἄλλοι ἄνθρωποι ἐτρώθησαν, πολλὰ δὲ οἰκήματα διεφθάρη.

ἐν δὲ τοῖς τρίσιν ἀερολιμέσιν ἐγγὺς τῆς Μόσχης κειμένοις ἐδέησε διὰ τὸν κίνδυνον τὰς ἀερίας πράξεις παύειν.



Picture
Βενεζουέλα - Ἱσπανία
8 Σεπτεμβρίου 2024

Ὁ Edmundo González, ὁ ἄρχων ὁ τῶν τῷ Maduro ἀνθισταμένων, ἀφίκετο τήμερον εἰς τὴν Ἱσπανίαν ὡς “πολιτικὸς φεύγων.“

τῶν ἀρχαιρεσιῶν ἐν τῇ Βενεζουέλᾳ γενομένων, οἱ δύο εἰς ἀρχὴν παραγγέλλοντες (ὁ μὲν Μ. ἤδη ἐν τῇ ἀρχῇ ὤν, ὁ δὲ Ε. G. ἀνθιστάμενος) τὴν νίκην ἀπῄτησαν· καὶ εἰ λέγεται ὅτι ὁ E. G. ἐνίκησεν, ὁ μὲν Μ., οὔτε τὰ τῶν ψήφων γράμματα ἐκδεικνύναι οὔτε τὴν ἀρχὴν καταλιπεῖν βουλόμενος, τοὺς φύλακας τὸν E. G. καθειργνύναι ἐκέλευσεν, ὁ δὲ E. G. ἕνα μὲν μῆνα ἐν τῇ Βενεζουέλᾳ ἔμενεν, τέλος δὲ πρὸς τὴν Ἱσπανίαν τήμερον ἐπορεύθη, αὕτη γὰρ ἡ χώρα αὐτῷ πολιτικὴν καταφυγὴν παρέσχηκεν. πολλαὶ δὲ χῶραι τὸν Μ. ὡς νικήσαντα οὐ δέχονται.



Picture
Γαλλία
6 Σεπτεμβρίου 2024

Ὁ νέος τῆς Γαλλίας πρωθυπουργὸς Μιχαὴλ Βαρνιὲρ δέχεται τήμερον ἄρχοντάς τινας τῆς τε δεξιᾶς καὶ τοῦ κέντρου ἐννοίας τῆς Γαλλικῆς πολιτικῆς καμάρης, ἔπειτα δὲ τῆς ἑσπέρας τῷ προέδρῳ Μακρὸν ἐντεύξεται. ὁ Μ. Β., πρωθυπουργὸς ἀπροσδοκήτως γενόμενος, πειρᾷ νῦν τὴν νέαν ἀρχὴν πλάττειν, ὃ οὐδαμῶς ῥᾴδιον γενήσεται, οἱ γὰρ τῆς ἀριστερᾶς ἐννοίας ἄρχοντες ταύταις ταῖς συλλογαῖς ἐνίστανται λέγοντες ὅτι, τῆς ἀριστερᾶς συστάσεως ἐν ταῖς ἀρχαιρεσίαις νικησάσης, δέοι ἂν τὸν Μακρὸν οὐ τὸν Μ. Β. ἀλλὰ τὴν Λουκίαν Καστέζ πρωθυπουργὸν ἑλέσθαι.


Picture
Μογγολία
3 Σεπτεμβρίου 2024

Ὁ Ποῦτιν χθὲς εἰς τὴν Μογγολίαν ἀφίκετο, τήμερον δὲ ὁ ταύτης τῆς χώρας πρόεδρος αὐτὸν ἐν τῇ ἐνδοξοτάτῃ ἀγορᾷ “Ζέγχις Χὰν“ πανηγυρικῶς ἐδέξατο· τοῦτο δὴ οὐδαμῶς ἄξιον εἰπεῖν ἦν ἂν εἰ τὸ Διεθνὲς Ποινικὸν Δικαστήριον μὴ ἐκέλευσε τὸν Ποῦτιν καθειργνύναι, ἔδει οὖν τὴν Μογγολίαν, ἅτε μέρος τοῦ ΔΠΔ οὖσαν, τῷ κελεύσματι πείθεσθαι.

ἡ Μογγολία μεταξὺ τῆς Σίνης καὶ τῆς Ῥωσίας κεῖται, ἡ δὲ τῆς χώρας οἰκονομία μάλιστα ἐκ τῆς Ῥωσίας ἐξαρτᾶται.



Picture
Ἰσραῆλ
1 Σεπτεμβρίου 2024

Ἡ ἑταιρεία ἣ τοὺς τῶν ἀποτεθεμένων συγγενεῖς ἀθροίζει συγκαλεῖ διὰ πάσης τῆς χώρας ἀπεργασίαν ἵνα τὸν Netanyahu ἀπαιτῇ πρὸς τὴν ἑταιρείαν Hamas πράττειν καὶ τοὺς 97 ὁμήρους ἐλευθερῶσαι οὓς ἡ Hamas ἔτι κατέχει (καὶ εἰ οὐδεὶς ἀκριβῶς οἶδεν ὁπόσοι ἀληθῶς ἔτι ζῶσιν)· τῆς δὲ ἀπεργασίας συγκληθείσης, ὁ μὲν τῆς Tel-Aviv δήμαρχος, ὁ Ron Huldai, εἶπε τήμερον ὅτι ἡ πόλις τὸ αὔριον ἐν ἀπεργασίᾳ μενεῖ, οἱ δὲ ἄλλων πόλεων δήμαρχοι τὸ αὐτὸ εἶπον.

ἡ δὲ κατάστασις χθὲς ἔτι χαλεπωτέρα ἐγένετο, τὸ γὰρ τοῦ Ἰσραῆλ στράτευμα ἓξ σώματα ηὗρε (τέτταρας ἄνδρας καὶ δύο γυναῖκας) τῶν ἀποτεθεμένων· ὁ Netanyahu ἀπεκρίνατο ὅτι οἵτινες ἂν τοὺς ἀποτεθεμένους φονεύωσιν οὐ βούλονται σπονδὰς ποιεῖσθαι.


Picture
Γερμανία
30 Αὐγούστου 2024

Ἡ Γερμανία τήμερον αὖθις ἤρξατο τοὺς τοῦ Ἀφγανιστᾶν πολίτας ἐν τῇ Γερμανίᾳ τρόπῳ τινὶ ἀδικήσαντας ἐκ τῆς χώρας ἐκβαλεῖν. οὐ μὴν τὸ πρότερον τοῦτο γίγνεται, ἡ γὰρ Γερμανία ἤδη πάλαι ταύτην τὴν πρᾶξιν προείλετο, ἀλλὰ τῷ 2021ῳ ἔτει, ἐν τῷ Ἀφγανιστᾶν τῶν Ταλιβάνων αὖθις εἰς τὴν ἀρχὴν ἀφικομένων, τὴν πρᾶξιν ἀνεβάλετο φοβουμένη μὴ οἱ ἐκεῖσε πεμφθέντες οὐ δικαίως δικασθεῖεν· νῦν δέ, τοὺς νόμους τοὺς κατὰ τῶν εἰς τὴν χώραν ἀνόμως εἰσβαινόντων ῥωννύναι βουλομένη, ἡ Γερμανία τὴν πρᾶξιν αὖθις ἐκύρωσεν, τήμερον οὖν εἴκοσι ὀκτὼ ἤδη ἐν τῇ Γερμανίᾳ καταδικασθέντες ἐξεβλήθησαν.


Picture
Νορβεγία
27 Αὐγούστου 2024

Πάντες νομίζομεν τὰς Σκανδιναβικὰς Χώρας παράδειγμα εἶναι τῆς ὀρθότητος, ἀλλὰ καὶ ἐκεῖ ἐνίοτε ταραχή τις γίγνεται.

ἡ Mette-Marit, θυγάτηρ τοῦ τῆς Νορβεγίας βασιλέως, πρὶν τῷ Haakon Magnus γαμεῖσθαι υἱὸν ἄλλῳ ἀνδρὶ ἔτεκεν, τὸν Marius Borg Høiby, νῦν ἤδη εἴκοσι ἑπτὰ ἔτη γεγονότα, οὗτος δὲ ὁ νεανίας ἀεὶ πρόβλημα γίγνεται τῷ βασιλικῷ γένει, πάντες γὰρ ἴσασιν αὐτὸν ἀκατάστατον δίαιταν φέροντα καὶ φαρμάκοις τε καὶ οἴνῳ συνοικοῦντα· νῦν δὲ ἡ Γερμανικὴ ἐφημερὶς Spiegel φωτογραφίαν ἔδειξεν ἐν ᾗ δυνάμεθα αὐτὸν ἰδεῖν ὅπλον ἐν τῇ χειρὶ ἔχοντα καὶ χρήματα ἐκ τῶν σκελέων ἀποφαίνοντα· καὶ δὴ καὶ πολλαὶ γυναῖκες εἰς δίκην αὐτὸν ὑπάγουσιν ὡς βίᾳ χρώμενον. οὐδαμῶς τὸ ἄριστον παράδειγμα τοιαύτης ἀρίστης χώρας.


Picture
Γερμανία
25 Αὐγούστου 2024

Ὁ ἀνὴρ ὃς προχθὲς ἐν τῇ Γερμανικῇ πόλει Σόλιγγεν τρεῖς ἀνθρώπους ἀπέκτεινεν ἑαυτὸν παρέδωκε χθὲς τῆς νυκτὸς τοῖς φύλαξιν. οὗτος ὁ ἀνήρ (ἐν τῇ φωτογραφίᾳ), Σύριος πολίτης εἴκοσι ἓξ ἔτη γεγονὼς καὶ εἰς τὴν Γερμανίαν τῷ 2022ῳ ἔτει ἀφικόμενος, ἐξαίφνης εἰς δημοτικὴν ἑορτὴν ἐκεῖ γιγνομένην εἰσέδραμε καὶ εἰκῇ τοῖς παροῦσι μαχαίρᾳ χρώμενος ἐπέθετο, τρεῖς δὲ ἄνθρωποι ἀπέθανον, ὀκτὼ δὲ ἐτρώθησαν ὧν πέντε ἔτι ἐν τῷ νοσοκομείῳ κάκιστα ἔχουσιν· νῦν δὲ οἱ φύλακες ἐξετάζουσι πότερον οὗτος ὁ ἀνὴρ συνδέσμους τινὰς τῷ Ἰσλαμικῷ Κράτει ἔχει.



Powered by Create your own unique website with customizable templates.