• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
  • Πρότερα νέα
    • News of this year 22-23
    • News of former years
  • Νέοι λόγοι
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Sherlock Holmes in Classical Greek
    • The Little Prince in Ancient Greek
    • Don Camillo in Classical Greek
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
  • Πλείονα
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
Picture
Βρυξέλλες
19 Μαρτίου 2023

Τὸ Διεθνὲς Ποίνιμον Δικαστήριον ἐκέλευσε προχθὲς τὸν τῆς Ῥωσίας πρόεδρον Βλαδίμιρ Ποῦτιν καθειργθῆναι ἅτε ἐγκλήματα πολέμου ἐξεργασάμενον. κατὰ μὲν τὸ Δ. Π. Δ. ὁ Ποῦτιν τῆς εἰς τὴν Οὐκραίναν εἰσβολῆς γενομένης παῖδας (περὶ 10,000) ἐκ ταύτης τῆς χώρας πρὸς τὴν Ῥωσίαν βίᾳ ἀνέστησεν, κατὰ δὲ τὸ Κρέμλινον ταῦτα παντελῶς ψευδῆ ἐστιν.

τὸ δὲ Πανεπιστήμιον Γέιλ τῷ μηνὶ Φεβρουαρίῳ περὶ τοῦτο ἐξέτασιν ἐξέδωκεν, ἣν ἰδεῖν ἔξεστιν εἰ τοῦτον τὸν σύνδεσμον πιέσῃς.

καὶ εἰ δῆλόν ἐστιν ὅτι οὐδεὶς εἰς τὴν Ῥωσίαν πορευθήσεται ὡς τὸν Ποῦτιν καθείρξων, τοῦτο τὸ τοῦ Δ. Π. Δ. κέλευσμα τὰ πορεύματα αὐτοῦ συντέμνει, εἰ γὰρ ὁ Ποῦτιν πρὸς χώραν τινὰ τῶν τοῖς τοῦ Δ. Π. Δ. κελεύσμασι πειθομένων πορεύοιτο, ἴσως καθειρχθείη ἄν.



Picture
Γαλλία
17 Μαρτίου 2023

217 ἄνθρωποι ὑπὸ τῶν φυλάκων καθείρχθησαν χθὲς τῇ νυκτὶ ταραχῆς ἐν τῷ Παρίσι γενομένης. ἡ ἐν τῇ Γαλλίᾳ κατάστασις πράττει ὅπως πολλοὶ πολῖται τῇ ἀρχῇ ἀντιστήσωνται, ὁ μὲν γὰρ πρόεδρος Μακρὸν βούλεται νέον νόμον ἐπιθεῖναι καθ' ὃν δεήσει τὴν ἐργαστικὴν ἡλικίαν μέχρι τῶν 64 ἐτῶν αὐξάνειν (νῦν οἱ πλεῖστοι μέχρι τῆς τῶν 62 ἐτῶν ἡλικίαν ἐργάζονται), ὃ πολλοὶ πολῖται ἀπωθοῦσιν, χθὲς δὲ ὁ Μακρόν, μέρει τινὶ τῆς πολιτείας χρώμενος, τὸν νέον νόμον ἐπέθηκε καίπερ τῆς Βουλῆς τῷ νόμῳ οὐ ψηφισαμένης, τοῦτο δὲ τὰς ἐνστάσεις ἐξέτεινεν, καὶ εἰ πολλοὶ πολῖται διαβεβαιοῦνται ὅτι αὕτη ἡ μεταβολὴ ἀναγκαία ἐστὶν ἵνα τὸ τῶν συντάξεων σύστημα μὴ καταπέσῃ.



Picture
Μαύρη Θάλαττα
15 Μαρτίου 2023

Χθὲς Ῥωσικὸν πολεμικὸν ἀεροσκάφος Ἀμερικανῷ δρόνι (πετομένῳ οὐδενὸς ἔνδον κυβερβῶντος ἀεροσκάφει) συνέκρουσεν· τὰ μὲν δύο ἀεροσκάφη ὑπὲρ τῆς Μαύρης Θαλάττης ἐν τῷ διεθνεῖ ἀερίῳ χώρῳ ἐπέτετο, τῆς δὲ συγκρούσεως γενομένης τὸ δρὸν εἰς τὴν θάλατταν κατέπεσεν. κατὰ μὲν τὰς ΗΑΠ τὸ Ῥωσικὸν ἀεροσκαφος τὸ δρὸν ἐκ προνοίας κατέβαλεν, κατὰ δὲ τὴν Ῥωσίαν τὸ δρὸν πλανηθὲν κατέπεσεν. αἰσθάνεσθαι δὴ πρέποι ἂν ὅτι ἡ σύγκρουσις ἐγγὺς τῆς Κριμαίας Χερσονήσου ἐγένετο, ἧς ἡ Ῥωσία καὶ ἡ Οὐκραίνα ἀλλήλαις ἀντιποιοῦνται.

σχόλιον· τήμερον τῇ 15ῃ τοῦ Μαρτίου ἡμέρᾳ (τοῖς τοῦ Μαρτίου Εἰδοῖς) ὁ Ἰούλιος Καίσαρ ὑπὸ βουλευτῶν τινων ἀπέθανεν.



Picture
Ἡνωμένον Βασίλειον
12 Μαρτίου 2023

Ταραχὴ ἐν τῇ BBC, ὁ μὲν γὰρ Gary Lineker ἐξέδωκε νεωστὶ ἐν τῷ Twitter παραγραφήν τινα ᾗ τὸν νέον νόμον ἔψεγεν τὸν περὶ τῶν παρανόμως εἰς τὸ Ἡνωμένον Βασίλειον ἀφικομένων ξένων ὑπὸ τοῦ πρωθυπουργοῦ προτεθέντα, ἡ δὲ ἑταιρεία BBC τὴν σὺν τῷ πρῴην ποδοσφαιριστῇ συγγραφεῖσαν συνθήκην προχθὲς διέλυσεν (ὁ G. L. καθ' ἑβδομάδα προγράμματός τινος περὶ τῶν ποδοσφαιρικῶν ἀγώνων τῇ ἑβδομάδι γενομένων μετεῖχεν).
 
πολλοὶ μὲν λέγουσιν ὅτι ἡ ἀρχὴ τὴν ἑταιρείαν BBC ἠνάγκασε τὸν G. L. ἐκβαλεῖν, ἡ δὲ BBC ἀρνεῖται μὴ τοιαῦτα κελεύσματα δέξασθαι· νῦν δὲ πολλοὶ ἄλλοι πρῴην ποδοσφαιρισταὶ ὡς τῷ G. L. ἐπικουροῦντες τῆς BBC ἀπέχονται.



Picture
Γεωργία
10 Μαρτίου 2023

Μεγίστων ἐνστάσεων ἐν τῷ τῆς Τιφλίδα κέντρῳ δύο ἡμέρας γενομένων ἔδοξε χθὲς τοῖς τῆς Γεωργίας ἄρχουσι τὸν οὕτω καλούμενον “ Ῥωσικὸν νόμον“ ἀποθεῖσθαι· οὗτος μὲν γὰρ ὁ νόμος, καθ' οὗ ἔδει τοὺς ὀργανισμοὺς οἵτινες ἂν ἔξωθεν χρήματα δέχωνται ἐν καταλόγῳ “ξένων πρακτόρων“ ἐγγράφεσθαι, τοὺς ἄρχοντας εἴασεν ἂν τούς τε πολίτας καὶ τὰς αὐτονόμους ἐφημερίδας ἐξετάζειν καὶ τοὺς τῇ ἀρχῇ ἀνθισταμένους κολάζειν, οἱ δὲ πολῖται φοβοῦνται μὴ οὗτος ὁ νόμος πρόφασις τοῖς ἄρχουσι γίγνηται πρὸς τὴν πολιτικὴν κώλυσιν καὶ ἡ Γεωργία τοιαύτη γίγνηται οἷα ἡ Ῥωσία.


Picture
Ἡνωμένον Βασίλειον
8 Μαρτίου 2023

Χθὲς ὁ τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργὸς Ῥίσι Σοῦνακ νέον νόμον ἐν τῇ Βουλῇ προὔθηκεν ὃς ὡς ἔοικε ταχέως πικρὰ ἁμίλλης αἰτία ἐγένετο. ὁ μὲν Σοῦνακ βούλεται τὸν τῶν ξένων ὄχλον παύειν οἳ εἰς τὴν χώραν παρανόμως εἰσιέναι πειρῶσιν, κατὰ δὲ τοῦτον τὸν νέον νόμον οἵτινες ἂν εἰς τὴν Η. Β. παρανόμως εἰσίωσι ταχέως ἐκ τῆς χώρας ἐκβληθεῖεν ἂν καὶ οὔποτε παρ' ὅλον τὸν βίον ἐξουσίαν κτήσαιντο ἂν εἰς τὸ Η. Β. αὖθις εἰσιέναι.
 
κατὰ δὲ τὰ ἀνθιστάμενα κόμματα οὗτος ὁ νόμος ἐναντίος ἐστὶ τοῖς διεθνέσι περὶ τῶν ἀνθρωπίνων δικαιωμάτων νόμοις.



Picture
Ἰνδία
5 Μαρτίου 2023

Γελοῖον χρῆμα ἐγένετο προχθὲς ἐν τῇ Ἰνδίᾳ· τῆς G-20 ὁμιλίας ἐν τῇ πόλει Νέῳ Δελχὶ γιγνομένης ὁ Σεργεῖ Λάβροβ, τῶν ἐξωτερικῶν τῆς Ῥωσίας ὑπουργός, περὶ τῆς τε πολιτικῆς καὶ οἰκονομικῆς καταστάσεως διαλεγόμενος καὶ πρόφασιν τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου διδόναι πειρώμενος εἶπεν ὅτι οὗτος μὲν ὁ πόλεμος τῇ Ῥωσίᾳ προσετέθη, ἡ δὲ Ῥωσία πειρᾷ αὐτὸν παῦσαι· ταῦτα δὲ ἀκούσαντες, πάντες οἵτινες παρόντες ἔτυχον ἀνεκάγχασαν, ὃ τὸν Λαβρὸβ ἀπροσδόκητον καθεῖλεν.
 
εἰ βούλει τοῦτο θεᾶσθαι καὶ τοῦ γέλωτος ἀκούειν, τοῦτον τὸν σύνδεσμον πίεσον.



Picture
Λευκορωσία
3 Μαρτίου 2022

Ὅ τε Ἀλὲς Βιαλιάζκι, ἔνδοξος τῶν ἀνθρωπίνων δικαιωμάτων συνήγορος, καὶ δύο ἄλλοι συνήγοροι τῶν περὶ αὐτοῦ κατεγνώθησαν τήμερον ἐν τῇ πόλει Μὶνσκ δέκα ἔτη ἐν τῷ δεσμωτηρίῳ μένειν. ὁ μὲν Α. Β., ὃς τῆς ἑταιρείας “Βιάσνα“ καλουμένης ἄρχει, τὸ Νόβελ τῆς Εἰρήνης Βραβεῖον τῷ 2022ῷ ἔτει ἐκτήσατο, κατὰ δὲ τοὺς δικαστὰς ὁ Α. Β. τὴν δημοσίαν εὐταξίαν εἰς κίνδυνον καθίστησιν, οὗτοι γὰρ οἱ τρεῖς τῶν ἀνθρωπίνων δικαιωμάτων συνήγοροι τῷ 2020ῷ ἔτει τῶν ἐνστάσεων μετέσχον τῷ Λουκασιένγκῳ γενομένων ἅτε ἑαυτῷ τὴν τῶν ἀρχαιρεσιῶν νίκην ἀναθέντι ἣν τῷ ὄντι οὐδέποτε ἐκτήσατο.



Picture
Ῥωσία
1 Μαρτίου 2023

Χθὲς ἐν τῷ τῆς Ῥωσίας οὐρανῷ ὑετὸς ἐγένετο τούτων τῶν ὀργάνων ἃ ὡς ἐπὶ τὸ πολὺ “δρόνες“ καλεῖται (πετόμενα οὐδενὸς κυβερνῶντος ὄργανα)· τῶν μὲν ὀργάνων ἃ χθὲς ἐπεφάνη τρία κατεβλήθη, περὶ δὲ τὰ ἄλλα ὁ τοῦ Ῥωσικοῦ στρατεύματος φερέφωνος οὐκ εἶπε πότερον σκοποῦ τινος ἔτυχεν ἢ οὔ· οὐδὲ τὸ πρῶτον ἡ Ῥωσία τοιαῦτα ὄργανα ἐν τῷ ἑαυτῆς οὐρανῷ πετόμενα διαλαμβάνει, ἀλλὰ χθὲς ἓν ἐγγὺς τῆς Μόσχης κατέπεσεν, ὃ οὐδέποτε πρότερον ἐγεγόνει· ἐπὶ δὲ τούτῳ ὁ τῆς Ἁγίας Πετρουπόλεως ἀερολιμὴν ὥρας τινὰς κεκλεισμένος ἔκειτο ἄλλου τινὸς ἀγνώστου πετομένου ὀργάνου ἕνεκα.
 
καὶ δὴ καὶ χθὲς ὁ Ποῦτιν τὴν γραφὴν ὑπεγράψατο καθ' ἣν ἡ Ῥωσία τὰς συνθήκας τὰς "START III" καλουμένας (περὶ τῆς τῶν πυρηνικῶν πυραύλων ἐξετάσεως) καταλείπει, ὃ ἤδη τῇ τοῦ Φεβρουαρίου 21ῃ ἤγγειλε ποιησόμενος.



Picture
Τουρκία
26 Φεβρουαρίου 2023

Χθὲς πρᾶγμά τι ἐγένετο ἐν πολλοῖς τῆς Τουρκίας ποδοσφαιρικοῖς σταδίοις, παραδείγματος ἕνεκα ἐν τῷ τῆς ἑταιρείας Βεσίκτας σταδίῳ, ὃ πράττει ὅπως πᾶσιν ἡμῖν αἱ ἐν τοῖς ἀνθρώποις ἐλπίδες ἀναγεννήσωσιν.

ὁ δεινὸς σεισμὸς ὃς τῇ 6ῃ τοῦ Φεβρουαρίου τοσούτους ἀνθρώπους ἀπέκτεινε τῆς νυκτὸς ἐγένετο, τῇ 4:17 ὥρᾳ, διὰ δὲ τοῦτο οἱ τῆς Βεσίκτας ἄρχοντες πρὸ τοῦ ἀγῶνος τοὺς θεατὰς πρὸς τὸ στάδιον ἐλευσομένους ᾔτησαν τῷ 4:17 λεπτῷ παιδικοὺς ἄρκτους βάλλειν ὑπὲρ τῶν παίδων τὸν σεισμὸν παθόντων, οἱ δὲ τῷ 4:17 τοῦ ἀγῶνος λεπτῷ ἤρξαντο τὰ παίγνια πρὸς τὴν πόαν παγίως βάλλοντες· τοῦ δὲ ἀγῶνος παυσθέντος, πολλοὶ τῶν ἑκατέρας ὁμάδος ποδοσφαιριστῶν ἐν ᾧ τὰ παίγνια ἐκ τῆς πόας ἐξετίθεσαν τὰ δάκρυα κατέχειν οὐκ ἐδύναντο.

εἰ βούλει τοῦτο θεᾶσθαι, τοῦτον τὸν σύνδεσμον πίεσον.



Picture
Ἡνωμένων Ἐθνῶν Ὀργανισμός
24 Φεβρουαρίου 2023

Χθὲς τῇ Πέμπτῃ ἡ τῶν Ἡνωμένων Ἐθνῶν Ἐκκλησία ἀπόφασιν ἐψηφίσατο καθ' ἣν τὴν Ῥωσίαν αἰτεῖ ὡς τάχιστα τὸ στράτευμα ἐκ τῆς Οὐκραίνας ἀπάγειν· τῶν δὲ 193 χωρῶν αἳ τοῦτον τὸν ὀργανισμὸν συνιστᾶσι ἑκατὸν τετταράκοντα μία ὑπὲρ τῆς ἀποφάσεως  ἐψηφίσαντο, τετταράκοντα πέντε δὲ οὐδεμίαν ψῆφον εἵσαν, ἓξ δὲ τῆς ἀποφάσεως κατεψηφίσαντο. ὅμως δὲ αὕτη ἡ ψηφοφορία, ἅτε οὐ δεσμεύουσα, παντελῶς ἀλυσιτελής ἐστιν (εἴη δὲ ἂν ἀλυσιτελὴς καὶ εἰ δεσμεύοι), δηλοῖ δὲ τὴν σχίσιν τὴν ἐντὸς τούτου τοῦ ὀργανισμοῦ.



Picture
Ῥωσία - ΗΑΠ
22 Φεβρουαρίου 2023

Ὁ τῆς Ῥωσίας πρόεδρος Ποῦτιν καὶ ὁ τῶν ΗΑΠ πρόεδρος Βαῖδεν χθὲς διαλεκτικὴν μάχην ἐμαχέσαντο· πρῶτον μὲν ὁ Ποῦτιν τοῖς Ῥωσικοῖς βουλευταῖς δημηγορῶν διεβεβαιώσατο μὲν ὅτι τὸν ἐν τῇ Οὐκραίνᾳ πόλεμον οὐ παύσει ἕως ἂν τὴν νίκην κτᾶται, εἶπε δὲ ὅτι αἱ ἑσπέριαι χῶραι τῇ Ῥωσίᾳ ἐπιτιθέμεναι τούτου τοῦ πολέμου ἤρξαντο, καὶ δὴ καὶ ἐμεγαλαυχήσατο λέγων ὅτι ἡ Ῥωσία ἀνίκητός ἐστιν· ἔπειτα δὲ οὐ διὰ πολλοῦ ὁ πρόεδρος Βαῖδεν ἀπεκρίνατο ὅτι ἡ μὲν Ῥωσία τῇ Οὐκραίνᾳ δυσμαχεῖ, ἡ δὲ Οὐκραίνα οὐδέποτε νίκη οὐδεμία τῷ Ποῦτιν γενήσεται πειρωμένῳ τὴν ἀρχαίαν Ῥωσικὴν ἀρχὴν ἀνιστάναι. οἷα φιλεῖ γίγνεσθαι, ὁ πόλεμος οὐ μόνον κατὰ γῆν καὶ κατὰ θάλατταν γίγνεται ἀλλὰ καὶ κατὰ τὴν ῥητορείαν.



Picture
Πολωνία
19 Φεβρουαρίου 2023

Τῇ Παρασκευῇ, τοῦ τῆς Ἀσφαλείας Συνεδρίου ἐν τῷ Μονάχῳ γιγνομένου, ὁ τῆς Πολωνίας πρωθυπουργὸς M. Moraviecki τὴν Εὐρωπαικὴν Ἕνωσιν ᾔτησε τὸν μὲν νοῦν μεταβαλεῖν μηδὲ εἰπεῖν ὅτι δεῖ τὴν Ῥωσίαν ἐν τῇ Οὐκραίνᾳ μὴ νικᾶν ἀλλὰ καὶ εἰπεῖν ἄρχεσθαι ὅτι δεῖ τὴν Ῥωσίαν ἐκεῖ ἡττᾶσθαι, ὃ οὐδαμῶς τὸ αὐτό ἐστιν· κατὰ δὲ τὸν Μ. Μ. οἱ μὲν Οὐκρανοὶ οὐ μόνον ὑπὲρ τὴν ἑαυτῶν ἐλευθερίαν ἀποθνῄσκουσιν ἀλλὰ καὶ ὑπὲρ τῆς Εὐρώπης, ἐθέλει δὲ αὐτὸς πολεμικὰ ἀεροσκάφη τῇ Οὐκραίνᾳ παρέχειν ἐφ' ᾧ τὰς ἄλλας συμμάχας χώρας τὸ αὐτὸ ποιῆσαι.

ἡ Πολωνία τοῦ Δευτέρου Παγκοσμίου Πολέμου τελευτήσαντος τετταράκοντα καὶ ὀκτὼ ἔτη τῇ Ῥωσίᾳ δεδμημένη ἔκειτο, τοῦτο δὲ τοσαῦτα ἔτη παθοῦσα φοβεῖται μὴ αὖθις τὸ αὐτὸ γίγνηται.



Picture
Ἀφγανιστᾶν
17 Φεβρουαρίου 2023

Οἱ Ταλιβάνες, ἐν τῇ ἐφημερίδι “One Unmah“ καλουμένῃ, ἐποτρύνουσι πάντας τοὺς Ἰσλαμιστὰς τὸν τοῦ τῆς Ἀγγλίας Βασιλέως υἱὸν Harry ἀποκτείνειν. ὁ Harry δέκα μὲν ἔτη ἐστρατεύσατο, ὧν τὰ 2012-13α ἐν τῷ Ἀφγανιστᾶν, ἐν δὲ τῇ βίβλῳ “Spare“ ἑαυτῷ γεγραμμένῃ μεγαλαυχεῖται εἴκοσι καὶ πέντε Ταλιβάνας ἐκεῖ ἀποκτεῖναι· νῦν οὖν οἱ Ταλιβάνες αὐτῷ μὲν τὸν θάνατον ἀπειλοῦσιν, τὴν δὲ Βρετανικὴν ἀρχὴν ἐποτρύνουσι τοὺς δορυφόρους ἀπ' αὐτοῦ ὑφαιρεῖν ὡς τὰ βασιλικὰ προσήκοντα καταλιπόντος.



Picture
ΗΑΠ - Σίνα
14 Φεβρουαρίου 2023

Λέγοιμεν ἂν ὅτι ὁ οὐρανὸς πλήρης ἐστὶν ἀεροστατικῶν σφαιρῶν καὶ ἄλλων ἀγνώστων τε καὶ ὑπόπτων ἃ οὐδεὶς οἶδεν ὁπόθεν ἥκει, ἡ δὲ νῦν νέα τακτικὴ ἥδε ἐστίν, πρῶτον μὲν καταβαλεῖν, ἔπειτα δὲ αἰσθάνεσθαι, τῶν γὰρ τελευταίων ἡμερῶν ἄλλαι τρεῖς ἀεροστατικαὶ σφαῖραι ὑπὲρ τοῦ Καναδὰ καὶ τῶν ΗΑΠ πετόμεναι κατεβλήθησαν· νῦν δὲ ὁπόταν πρὸς τὸν οὐρανὸν βλέπωμεν τὴν ψυχὴν πραύνειν βουλόμενοι ἀντὶ ἀστέρων ἀεροστατικὰς σφαίρας ὀψόμεθα, τὰς μὲν πετομένας, τὰς δὲ καταβαλλομένας.
 
ἡ τοῦ Xi Jinping ἀρχὴ τὰς ΗΑΠ μέμφεται ὅτι καὶ Ἀμερικαναὶ ἀεροστατικαὶ σφαῖραι κατώφθησαν ὑπὲρ τῆς Σίνας πετόμεναι, ἀλλὰ ὁ John Kirby, ὁ τῆς τῶν ΗΑΠ ἀρχῆς φερέφωνος, ταχέως τοιαῦτα ἐγκλήματα ἀπέωσεν. ὡς δοκεῖ, ὁ νέος “ψυχρὸς πόλεμος“ ἐν τῷ οὐρανῷ γενήσεται.



Picture
Μολδαβία
12 Φεβρουαρίου 2023

Νεωστὶ ἐν ταῖς Βρουξέλλεσιν ὁ τῆς Οὐκραίνας πρόεδρος Ζελένσκι τὴν Ῥωσίαν ἐνεκάλεσεν τὴν Μολδαβίαν ταράττειν βουλομένην, χθὲς δὲ ἡ τῆς Μολδαβίας πρόεδρος, ἡ Μαῖα Σάνδου (ἣ ἐν ταῖς τῷ 2020ῷ ἔτει ἀρχαιρεσίαις τὸν Ἴγορ Δόδων τῇ Ῥωσίᾳ εὐνοοῦντα ἐνίκησεν) εἶπεν ὅτι ὁ Ζελένσκι τοιαῦτα λέγων οὐδαμῶς ψευδῆ εἴποι, ἡ γὰρ τῆς ἀσφαλείας ὑπηρεσία ᾔσθετο ὅτι ἡ Ῥωσία πειρᾶται νῦν πράττειν ὅπως ἡ Μολδαβία τὸ αὐτὸ καὶ ἡ Λευκορωσία γενήσεται, νῦν δὲ ἡ Μολδαβία φοβεῖται μὴ τῆς Οὐκραίνας νικηθείσης ἡ ἐπιγιγνομένη ὑπὸ τοῦ Ποῦτιν εἰσβληθεῖσα χώρα γένηται.



Picture
Νικαράγουα
10 Φεβρουαρίου 2023

Ὁ τῆς Νικαραγούας πρόεδρος Ὀρτέγα (ἐν τῇ φωτογραφίᾳ) 222 τῶν τῇ ἀρχῇ ἐναντιουμένων χθὲς ἐκ τῆς χώρας πρὸς τὰς ΗΑΠ ἐξέβαλεν· κατὰ δὲ τὸν Ὀρτέγα οἱ μὲν δικασταὶ ἑκόντες τε καὶ οὐδαμῶς οὐδενὶ πειθόμενοι τούτων τῶν πολιτῶν φυγὴν κατέγνωσαν ἅτε προδότων ὄντων, οἱ δὲ ἐξεβλήθησαν ἵνα οἱ πολῖται τῆς τε δημοκρατίας καὶ τῆς ἐλευθερίας ἀπολαύωσιν, καὶ δὴ καὶ τῆς πολιτείας ἐστερήθησαν.



Picture
Βρουξέλλες
10 Φεβρουαρίου 2023

Ὁ τῆς Οὐκραίνας πρόεδρος, μετὰ τὴν πρὸς τὸ Λονδίνον καὶ τὸ Παρίσι πορείαν, χθὲς εἰς τὰς Βρουξέλλας ἀφικόμενος τοῖς τῆς Εὐρωπαικῆς Ἑνώσεως ἄρχουσι συνῆλθεν, οἳ αὐτὸν φιλοφρόνως ἐδέξαντο· ὁ δὲ Ζελένσκι εἶπε μὲν ἄλλα τε καὶ ὅτι ἡ Οὐκραίνα τὴν Εὐρωπαίαν δίαιταν ἐπὶ τὴν δικτατωρείαν φυλάττει, ᾔτησε δὲ ὅπλα, ἄλλα τε καὶ πολεμικὰ ἀεροσκάφη· ὅμως δὲ περὶ τοῦ τῶν ἀεροσκαφῶν πράγματος οἱ τῇ Οὐκραίνᾳ ἐπικουροῦντες οὐχ ὁμολογοῦσιν.



Picture
Τουρκία - Συρία
7 Φεβρουαρίου 2023

Δύο τοῦ 7.8 καὶ 7.6 βαθμοῦ διάδοχοι σεισμοὶ ἐγένοντο χθὲς ἐν τῇ Τουρκίᾳ καὶ τῇ Συρίᾳ, τὸ δὲ ἀποβὰν δεινότατον γέγονεν, 5,200 μὲν γὰρ ἄνθρωποι ἀπέθανον, ἄλλοι δὲ 15,000 ἐτρώθησαν, ἀλλὰ ὁ Παγκόσμιος τῆς Ὑγιείας Ὀργανισμὸς φοβεῖται μὴ τοῦ χρόνου προιόντος οὗτοι οἱ ἀριθμοὶ αὐξάνωνται· νῦν δὲ πάντες οἱ πολῖται διατείνονται ἵνα τοὺς ἔτι ὑπὸ τῶν καταπεπτωκότων οἰκημάτων κειμένους ἐκσώσωσιν. ἡ κατάστασις φοβερωτάτη δή ἐστιν.

πολλαὶ δὲ χῶραι ἐπικουρίαν πέμπουσιν· σῖτόν τε καὶ ἰατρικὰ σκεύη καὶ τοιούτων καταστάσεων ἐμπείρους.


Picture
Πακιστᾶν
5 Φεβρουαρίου 2023

Οἱ τῆς Πακιστᾶν ἄρχοντες τὴν ἔνδοξον ἱστοσελίδα Βικιπαιδείαν ἀπειρήκασιν, χθὲς γὰρ οἱ τῷ διαδικτύῳ Πακιστανοὶ ἐπιστατοῦντες, τοῖς ἄρχουσι πειθόμενοι, ταύτην τὴν ἱστοσελίδα ἔκλῃσαν.
 
ἡ δὲ αἰτία; τῇ Τετάρτῃ ἡμέρᾳ οἱ Πακιστανοὶ ἄρχοντες τὴν ἑταιρείαν Βικιπαιδείαν ἐκέλευσαν τὰ ἀσεβῆ ἐνόντα δυοῖν ἡμέραιν ὑπεξελεῖν, καὶ εἰ οὐκ ἀκριβῶς διώρισαν ἅτινα ἐνόντα ἀσεβῆ εἴη. ὅμως δὲ εἶπεν ὁ τῆς ἀρχῆς φερέφωνος ὅτι αὖθις εἰς ταύτην τὴν ἱστοσελίδα εἰσβαίνειν ἐάσοιεν ἐφ' ᾧ τοιαῦτα ἐνόντα ὑπεξαιρεθῆναι.



Picture
ΗΑΠ
4 Φεβρουαρίου 2023

Ἐν ταῖς ΗΑΠ ἀεροστατικὴ σφαῖρα κατώφθη προχθὲς ἐν τῷ οὐρανῷ πετομένη· πρῶτον μὲν ἡ σφαῖρα ὑπὲρ τῆς Ἀλάσκα (ἤδη οὖν ὑπὲρ τῶν ΗΑΠ) ἔπτετο, ἔπειτα δὲ ὑπὲρ τῆς Καναδά, τέλος δὲ διὰ τῆς Μοντάνα ἐπαρχίας αὖθις εἰς τὸν τῶν ΗΑΠ οὐρανὸν εἰσέπτετο.

ἡ σφαῖρα Σινική ἐστιν, ὃ οἱ τῆς Σίνας ἄρχοντες ταχέως ὡμολόγησαν, ἀλλὰ κατὰ μὲν τὴν τῶν ΗΑΠ ἀρχὴν ἡ Σίνα τῇ σφαίρᾳ εἰς κατασκοπὴν χρῆται, κατὰ δὲ τὴν τῆς Σίνας ἀρχὴν τῇ μὲν σφαίρᾳ εἰς μετεωρολογικὴν ἔρευναν χρῶνται, ἀπὸ δὲ τῆς παρεσκευασμένης πορείας διὰ τεχνικὸν ἁμάρτημα ἐπλανήθη.

ὁ τῶν ἐξωτερικῶν ὑπουργὸς Ἀντόνιος Βλῖγκεν τὴν εἰς τὴν Σίναν πορείαν καθεῖλεν ἣν ἐν νῷ εἶχε ποιεῖν ἕως ἂν οἱ τῆς Σίνας ἄρχοντες τοῦτο τὸ πρᾶγμα διέπωσιν.



Picture
Ἰσραῆλ
1 Φεβρουαρίου 2023

Ὁ Ἀντόνιος Βλῖγκεν, ὁ τῶν Ἐξωτερικῶν Ὑπουργὸς τῶν ΗΑΠ, συνελθὼν τοῖς τε Ἰσραηλίνοις καὶ τοῖς Παλαιστίνοις ἄρχουσι ταῖς προτέραις ἡμέραις, συνῆλθε χθὲς τῷ Μαχμοῦτ Ἀβᾶς, προέδρῳ ὄντι τῆς Ἐθνικῆς Παλαιστίνης Ἀρχῆς, ἐν τῇ πόλει Ῥαμάλᾳ πρὶν πρὸς τὰς ΗΑΠ ἐπανελθεῖν· καὶ εἰ ὁ Α. Β. το αὐτὸ εἶπε καὶ ἤδη πολλάκις τὸ πρότερον, ὅτι δέοι δύο αὐτονόμους χώρας καταστῆσαι, τῷ ὄντι κατὰ τὴν τελευταίαν ψηφοφορίαν μόνον τὸ 34% τῶν τοῦ Ἰσραῆλ πολιτῶν καὶ τὸ 30% τῶν Παλαιστίνων τούτῳ ἐπικουροῦσιν.


Picture
Οὐκραίνα
31 Ἰανουαρίου 2023

Ὁ τῶν ΗΑΠ πρόεδρος Βῖδεν οὐδαμῶς βούλεται πολεμικὰ ἀεροσκάφη τῇ Οὐκραίνᾳ παρέχειν· καὶ εἰ νεωστὶ ὁ τῆς Γαλλίας πρόεδρος Μακρὸν καὶ ὁ τῆς Ὁλλανδίας πρωθυπουργὸς Ῥοῦττε προύθεσαν χθὲς ἀεροσκάφη τῇ Οὐκραίνᾳ παρέχειν ἃ ὁ Ζελένσκι αὐτίκα τοῦ πολεμοῦ ἀρχομένου ᾔτησεν, ὁ Βῖδεν ταύτην τὴν εἰσήγησιν οὐ δέχεται.

χαλεπώτατον μὲν ἐγένετο τοῖς τῇ Οὐκραίνᾳ ἐπικουροῦσι περὶ τῶν τεθωρακισμένων ἁρμάτων πρὸς ἀλλήλους εὐαρμόστως ἔχειν, νῦν δὲ περὶ τούτου τοῦ νέου πράγματος ἁρμονίαν ἁρμόττεσθαι ἀδύνατον ἔσεσθαι δοκεῖ.



Picture
Ἰσραῆλ
28 Ἰανουαρίου 2023

Ἐν τοῖς Ἱεροσολύμοις χθὲς μὲν Παλαιστίνος ἀνὴρ πρὸς Ἰσραηλινοὺς πολίτας ἐκ συναγωγῆς τινος ἐξιόντας ἐπυροβόλησεν, ἑπτὰ μὲν ἀπέκτεινεν, δέκα δὲ ἔτρωσεν· τήμερον δὲ ἄλλος Παλαιστίνος, οὗτος δὴ μόνον τρισκαίδεκα ἔτη γεγονώς, πρὸς ἀνθρώπους τινὰς ἐν τῇ ἀγυιᾷ ἑστηκότας ἐπυροβόλησεν, δύο δὲ ἔτρωσεν.

κατὰ δὲ τὸ Ἁμᾶς αὗται αἱ προσβολαὶ τιμωρίαν λαμβάνουσιν ὑπὲρ τῶν νεωστὶ ὑπὸ τῶν Ἰσραηλινῶν φυλάκων ἐν τῷ Ἰενὶν τῇ Πέμπτῃ ἀποθανόντων.



Picture
Οὐκραίνα
25 Ἰανουαρίου 2023

Ὁ τῆς Οὐκραίνας πρόεδρος Ζελένσκι πολλοὺς τῶν ἑαυτοῦ συμπραττόντων ἐκ τῆς ἀρχῆς ἐξέβαλεν ἅτε χρήματα λάθρᾳ τε καὶ παρανόμως κτησαμένους καὶ δωροδοκίᾳ χρησαμένους ἵνα πλουτοῖεν, πολλοὶ δὲ ἄλλοι, εἰδότες αὐτοὶ τὸ αὐτὸ πεισόμενοι, ἑκόντες τῆς ἀρχῆς ἐξέστησαν.


Picture
Γερμανία
25 Ἰανουαρίου 2023

Πάντων τῶν τῇ Οὐκραίνᾳ ἐπικουρούντων προσκειμένων, ἡ Γερμανία τὰ μὲν ἔνδοξα Leopard τεθωρακισμένα ἅρματα πέμψει, ἐάσει δὲ ἄλλας χώρας τὸ αὐτὸ ποιεῖν (ταῖς γὰρ ἄλλαις χώραις τοιαῦτα ἅρματα ἐχούσαις οὐκ ἔξεστι αὐτὰ πρὸς ἄλλας χώρας πέμπειν ἐὰν ἡ Γερμανία, ἡ χώρα παρὰ ᾗς τὰ ἅρματα ἐπρίαντο, τοῦτο μὴ ἐᾷ)· καὶ δὴ καὶ αἱ ΗΑΠ ἄλλα ἅρματα πέμψει, Abrams καλούμενα.


Picture
ΗΑΠ
22 Ἰανουαρίου 2023

Ὁ Buzz Aldrin, ὁ δεύτερος ἄνθρωπος ὃς ἐπι τὴν σελήνην ἐβάδισεν (τῷ 1969ῳ ἔτει), ἀπροσδοκήτως τὸ τέταρτον ἔγημεν. ὁ Aldrin, νῦν ἐνενήκοντα καὶ τρία ἔτη ὤν (τῷ ὄντι τηλικοῦτος ἐγένετο τῇ αὐτῇ τοῦ γάμου ἡμέρᾳ), ἔγημε μὲν γυναῖκα τριάκοντα ἔτη νεωτέραν οὖσαν, εἶπε δὲ ὅτι αὐτός τε καὶ ἡ ἑαυτοῦ ἄκοιτις οὕτως ἄσμενοι εἴησαν ὡσπερ ἂν εἰ παῖδες εἶεν ἀπὸ τοῦ οἴκου ἀποφυγόντες.



Picture
Οὐκραίνα
21 Ἰανουαρίου 2023

Οἱ τῆς Οὐκραίνας ἐπίκουροι τὴν Γερμανίαν ἐπὶ πλέον αἰτοῦσι τῇ Οὐκραίνᾳ τὰ τεθωρακισμένα ἅρματα Leopard παρέχειν, ταῦτα γὰρ τὰ ἅρματα ταχέα τε καὶ αὐτοτελῆ ὄντα τῇ Οὐκραίνᾳ ἂν συμπράττοι ὥστε τὸ Ῥωσικὸν στράτευμα ἐκβαλεῖν· ὅμως δὲ καίπερ πάντων τῶν ἐπικούρων τούτῳ προσκειμένων ἡ Γερμανία ἔτι καὶ νῦν ἀρνεῖται τὰ ἅρματα μὴ παρέχειν. ἡ τῆς διαμενούσης ἀποφάσεως αἰτία ἄδηλος μένει.



Picture
Γαλλία
21 Ἰανουαρίου 2023

Ἐν τῇ Γαλλίᾳ πολλοὶ μὲν ἐργασταὶ προχθὲς ἀπεργοὶ ἔμειναν τῷ τῆς ἀρχῆς βουλεύματι ἐνιστάμενοι, οἱ γὰρ ἄρχοντες τὴν συνταξιοδότησιν ἀπὸ τῶν 62 ἐτῶν μέχρι τῶν 64 ἀναβάλλεσθαι προὔθεσαν, ἡ δὲ ἀπεργία μεγάλην ῥοπὴν ἐν τῇ τε διδασκαλίᾳ καὶ τῇ κομιδῇ ἔσχεν· ἄλλοι δὲ τῷ νέῳ νόμῳ ἐπικουροῦσιν, λέγουσι γὰρ ὅτι, τῆς οἰκονομίας τῇ παρούσῃ καταστάσει ἀντέχειν οὐ δυναμένης, αὕτη ἡ μεταβολὴ ἀναγκαία ἐστίν.



Picture
Οὐκραίνα
18 Ἰανουαρίου 2023

Ὁ τῶν ἐσωτερικῶν τῆς Οὐκραίνας ὑπουργὸς (ὁ Denys Monastyrsky, ἐν τῇ φωτογραφίᾳ) καὶ ἄλλοι ἑκκαίδεκα ἄνθρωποι ἀπέθανον τήμερον, τὸ γὰρ ἑλικόπτερον ᾧ ἐπορεύοντο κατέπεσεν, ἐγγὺς τῆς πρωτευούσης Κίεβ. καὶ εἰ ἡ χώρα ἐν πολέμῳ κεῖται, λέγεται ὅτι τοῦτο τὸ ἀτύχημα οὐδαμῶς διὰ στρατιωτικήν τινα ἐπίθεσιν ἐγένετο.


Picture
Σίνα
18 Ἰανουαρίου 2023

Ἡ Σίνα, ἡ πλείστους ἐνοίκους ἐν τῇ οἰκουμένῃ ἔχουσα χώρα, ἀπορεῖ νῦν περὶ τοῦτο, ὀλιγανθρωπίαν γὰρ πάσχει διότι ὁ τῶν ἐνοίκων ἀριθμὸς κατ' ἐνιαυτὸν μειοῦται, ἡ δὲ ταύτης τῆς χώρας οἰκονομία αὐξάνειν δύναται ἐφ' ᾧ καὶ τὸν τῶν ἐνοίκων ἀριθμὸν αὐξάνεσθαι. καὶ εἰ πολλοὶ νομίζουσι τὸν οὕτω καλούμενον “νόμον τοῦ ἑνὸς υἱοῦ“ αἴτιον ταύτης τῆς καταστάσεως εἶναι, τῷ ὄντι ἡ ἀληθὴς αἰτία ἥδε ἐστίν, ὅτι πολλὰ τῶν νέων ζευγῶν, δαπανᾶν οὐ βουλόμενα, εἴτε οὐδένα ἔκγονον ἔχει εἴτε μόνον ἕνα.



Picture
Ἰρᾶν
15 Ἰανουαρίου 2023

Ὁ Ἀλιρέθα Ἀκβάρι, ἑξήκοντα καὶ ἓν ἔτη γεγονώς, ἀπέθανε χθὲς ὑπὸ τῆς τοῦ Ἰρᾶν ἀρχῆς (κατασκοπείαν αὐτοῦ κατηγόρησαν), νῦν δὲ ἡ Βρετανικὴ ἀρχὴ (ὁ γὰρ Ἀκβάρι οὐ μόνον Ἰράνιος ἀλλὰ καὶ Βρετανὸς πολίτης ἦν) ἐξετάζειν βούλεται ὅ τι δεῖ περὶ τοῦ πυρηνικοῦ προγράμματος τῷ τε Ἡνωμένῳ Βασιλείῳ καὶ τῷ Ἰρᾶν συγγεγραμμένου ποιεῖν· πρὸς δὲ τούτῳ τὸ Η. Β. ἐκέλευσε τὸν ἐν τῷ Ἰρᾶν Βρετανικὸν πρεσβευτὴν ἐπανελθεῖν, καὶ εἰ μόνον εἰς χρόνον τινά.



Picture
Νεπάλ
15 Ἰανουαρίου 2023

Ἀεροσκάφος τι τῆς ἑταιρείας Yeti Airlines κατέπεσε τήμερον ἐν τῷ Νεπάλ, λέγεται δὲ ὅτι πάντες οἱ ἐπιβάται (ἑξήκοντα καὶ ὀκτὼ) ἀπέθανον. τὸ μὲν ἀεροσκάφος ἀπὸ τῆς πόλεως Κατμανδοῦ (τῆς τοῦ Νεπὰλ πρωτευούσης) πρὸς τὴν πόλιν Ποκάρα ἐπέτετο, πρὶν δὲ ἐκεῖσε ἀφίκεσθαι εἰς τόπον μόνον ἓν χιλιόμετρον ἀπὸ τοῦ ἀερολιμένος ἀπέχοντα κατέπεσεν (τὴν αἰτίαν οὔπω ἴσασιν), καταπεσὸν δὲ ἐνεπρήσθη.



Picture
Ἰρᾶν
13 Ἰανουαρίου 2023

Ἡ τοῦ Ἰρᾶν ἀρχὴ προτέρου τινὸς τῆς ἀμύνης ὑπουργοῦ (1997-2005), τοῦ Ἀλιρέθα Ἀκβάρι, θάνατον κατέγνω ὡς ὑπὲρ τοῦ Ἡνωμένου Βασιλείου κατασκοποῦντος. ὁ Ἀκβάρι, ὃς τὴν κατηγορίαν παντελῶς κακῇ τινὶ προφάσει ἀπεικάζει, ἤδη μὲν τὸ τρίτον ἔτος καθείρχθη, τυγχάνει δὲ τήν τε Ἰρανίαν πολιτείαν καὶ τὴν Βρετανικὴν ἔχων, διὰ δὲ τοῦτο ἡ Βρετανικὴ ἀρχὴ εἰς τοῦτο ἑαυτὴν παρενείρασα τὸ Ἱρᾶν αἰτεῖ αὐτὸν ἐλευθερῶσαι.



Picture
Βρασιλία
13 Ἰανουαρίου 2023

Καὶ εἰ πάντες εἶπον ὅτι ὁ κίνδυνος ἤδη ἀφανισθείη, τῷ ὄντι ἔτι καὶ νῦν μένει, οἱ γὰρ τῷ Βολσονάρῳ ἐπικουροῦντες δευτέραν πεῖραν παρεσκεύασαν ἵνα τὴν ἀρχὴν βίᾳ λάβοιεν· οἱ μὲν φύλακες ταύτην τὴν νέαν πεῖραν γενησομένην διὰ τοῦ διαδικτύου ᾔσθοντο, οἱ γὰρ “Βολσοναρισταὶ“ καλούμενοι ἀλλήλοις ἀγγέλματα ἔπεμπον ἐποτρύνοντες ἵνα τά τε τῶν πόλεων κέντρα καὶ τὰς κεφαλαίας ὁδοὺς κατέχοιεν, φοβουμένη δὲ μὴ ἄλλη πεῖρα γένοιτο ἡ ἀρχὴ τοὺς φύλακας ἐκέλευσε τὰς τῶν πολιτῶν συναγωγὰς κωλύειν.



Picture
Ἡνωμένον Βασίλειον
7 Ἰανουαρίου 2023

τὸ κῦμα τὸ ἀπεργιῶν ὃ ἐπὶ τὸ Ἡνωμένον Βασίλειον κατέπεσεν ἔτι καὶ νῦν διαμένει, ἡ δὲ κατάστασις τοῖς διὰ τῆς χώρας πορεύεσθαι βουλομένοις χαλεπωτάτη κεῖται· καὶ δὴ καὶ οὐ μόνον οἱ ἐν τοῖς σιδηροδρόμοις ἐργαζόμενοι ἀπεργάζουσιν ἀλλὰ καὶ οἱ ἐν τοῖς νοσοκομείοις.
 
τούτων οὕτως ἐχόντων ὁ πρωθυπουργὸς νόμον παρασκευάζειν προύθηκε καθ' ὃν τοιαῦται ἀπεργασίαι παράνομοι εἶεν ἄν, ἀλλὰ αἱ τῶν ἐργαστῶν ἑταιρεῖαι ἤδη τοιοῦτο βούλευμα ἔψεξαν ὡς βάσκανον ὄν.



Picture
Οὐκραίνα
6 Ἰανουαρίου 2023

τοῦ Ποῦτιν σπονδὰς ἀγγείλαντος, ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος οὐδαμῶς διεπαύσατο, ὃ πάντες γενησόμενον ᾔδεσαν, ἐξ ἀρχῆς γὰρ εἶπον πάντες ὅτι τοῦτο τὸ ἄγγελμα μόνον πρόφασις εἴη ἵνα τὸ Οὐκρανικὸν στράτευμα ἀνάπαυσίν τινα τῷ Ῥωσικῷ παρέχοι.
 
ἡ τῶν σπονδῶν πρόφασις ἥδε ἦν, ὅτι οἱ στρατιῶται τὴν ὀρθοδόξην Χριστοῦ γέννησιν ἄγειν δύναιντο· ὅμως δὲ τὸ Ῥωσικὸν στράτευμα αὐτό, τοῦ ἀγγέλματος γενομένου, ταχέως παρεσπόνδησεν.



Picture
Ρωσία
3 Ἰανουαρίου 2023

Ἐν τῷ τῆς Οὐκραίνας πολέμῳ διαμένει ἡ διαλεκτικὴ ἅμιλλα, τῆς γὰρ Οὐκραίνας πύραυλα χθὲς πρὸς τὴν Δόνεζκ ἀνείσης κατὰ μὲν τὴν Ῥωσίαν ἑξήκοντα καὶ τρεῖς Ῥωσικοὶ στρατιῶται ἀπέθανον, κατὰ δὲ τὴν Οὐκραίναν τετρακόσιοι.

ἡ τοῦ πολέμου κατάστασις νῦν ἀμφιδήριτος μένει, οὐδετέρου τῶν μαχομένων τὴν ὑστάτην νίκην κτᾶσθαι δυναμένου.



Picture
Βρασιλία
3 Ἰανουαρίου 2023

Ὁ Λοῦλα προχθὲς τῆς Βρασιλίας πρόεδρος τὸ τρίτον ἐγένετο (ἤδη γὰρ δὶς ἐγεγόνει), ἀλλὰ ὁ Βολσονάρο τῇ παρασκευῇ οὐ παρῆν, πρὸς γὰρ τὰς ΗΑΠ ἔπτετο ἵνα μὴ παρείη· τοῦτο δὲ οὐδέποτε τὸ πρότερον ἐγεγένητο, κατὰ γὰρ τὸ ἦθος ὁ πρόσθιος πρόεδρος ἀεὶ τῇ παρασκευῇ πάρεστιν ἵνα τὸν νέον μακαρίζῃ, τοιαύτην οὖν ἀποδημίαν πολλοὶ ἐμέμψαντο.

νῦν δὲ διπλοῦν πρόβλημα πρὸ τοῦ Λοῦλα κεῖται, ἥ τε πενία καὶ ἡ νόσος Covid, οἱ δὲ πολῖται ἐλπίζουσιν αὐτὸν τὰ τοῦ Βολσονάρο σφάλματα μὴ ἐπαναλήψεσθαι.



Picture
Σίνα
31 Δεκεμβρίου 2022

Τοῦ νόσου Covid-19 ἐν τῇ Σίνῃ σκεδαννυμένης ἡ Εὐρωπαικὴ Ἕνωσις ἐπισκοπεῖ νῦν πότερον δεῖ τοὺς ἀπὸ ταύτης τῆς χώρας ἀφικνουμένους τεκμήριόν τι παραιτεῖσθαι τοῦ τὴν νόσον μὴ πάσχειν ἢ οὔ· παραδείγματος ἕνεκα, ἐν τῇ Ἰταλίᾳ ἀναγκαῖόν ἐστι νῦν τὸ τεκμήριον δεῖξαι, ἄλλαι δὲ χῶραι τὸ αὐτὸ ποιεῖν βουλεύουσιν.


Picture
Βρασιλία
30 Δεκεμβρίου 2022

Χθὲς ἀπέθανεν ὁ ἐνδοξότατος Βρασιλιάνος ποδοσφαιριστὴς Πελέ, ὁ οὕτω καλούμενος  "O Rei" (ὁ Βασιλεύς), ὀγδοήκοντα καὶ δύο ἔτη γεγονώς· τῷ δὲ ὄντι “Πελὲ“ ψευδὲς ὄνομα ἦν (οἱ πλεῖστοι τῶν ἀνθρώπων τὸ ἀληθὲς ὄνομα οὐδέποτε ἀκηκόασιν), ἀλλὰ ἐκ παιδὸς πάντες οὕτως αὐτὸν ἐκάλουν. ὁ Πελὲ τρὶς ἐν τῷ παγκοσμίῳ πρωταθλήματι ἐνίκησεν· τοῖς 1958ῳ καὶ 1962ῳ καὶ 1970ῳ ἔτεσιν (τῷ 1958ῳ ἔτει ἐνίκησε μόνον ἑπτακαίδεκα ἔτη γεγονώς).



Picture
ΗΑΠ
26 Δεκεμβρίου 2022

Μέγιστον τε καὶ δεινότατον κῦμα ψύχους νῦν ἐπὶ τὰς ΗΑΠ καταπέπτωκεν, ἐν γὰρ πολλοῖς τῆς χώρας μέρεσιν οἱ πολῖται τοιοῦτο ψῦχος τυγχάνουσι πάσχοντες οἷον οὐδέποτε τὸ πρότερον· καὶ δὴ καὶ εἴκοσι καὶ πέντε ἄνθρωποι ἀπέθανον διὰ τὸ ψῦχος, οἱ πλεῖστοι αὐτῶν αὐτοκινητικὰ ἀτυχήματα παθόντες τοῦ πάγου τὰς ὁδοὺς ἐπικαλύπτοντος.

ἐν δὲ τοῖς ἀερολιμέσι ταραχὴ γεγένηται, νῦν γὰρ τούτων ἀπράκτων ἡμερῶν πολλοὶ πολῖται ἄνω καὶ κάτω τῆς χώρας πορεύονται ἵνα τοῖς ἑαυτῶν γενέταις συνέλθωσιν, ἀλλὰ τοσαύτη χιὼν κατέπεσεν ὥστε δεδέηται πολλὰς πτήσεις ἀκυρῶσαι, χίλιοι δὲ ἄνθρωποι ἐν τοῖς ἀερολιμέσι μένοντες οὐκ ἴσασιν ὁπότε ἐξέσται αὐτοῖς πέτεσθαι.



Picture
Γερμανία
23 Δεκεμβρίου 2022

Προχθὲς Γερμανὸς πολίτης ὃς τῇ Γερμανικῇ Κατασκοπείας Ὑπηρεσίᾳ εἰργάζετο καθείρχθη ἅτε ὑπὲρ τῆς Ῥωσίας κατασκοπῶν· κατὰ μὲν τὸν τῆς Γ. Κ. Υ. φερέφωνον οὗτος ὁ πολίτης, οὗ τὸ ὄνομα Carsten L. ἐστίν, προδοσίας αἴτιός ἐστι καὶ ἀπόρρητά τινα (ὁποῖα λέγειν οὐκ ἐβουλήθη) τῇ ἀντιρρόπῳ Ῥωσικῇ Κατασκοπείας Ὑπηρεσίᾳ ἑκὼν ἔδωκεν, χθὲς δὲ τῇ Πέμπτῃ εἰς τὸ δεσμωτήριον ἐπέμφθη, οὗ μενεῖ ἕως ἂν εἰς δικαστήριον ἄγηται.

ὁ δὲ τῆς Γ. Κ. Υ. πρόεδρος, Bruno Kahl, οὐ βουλόμενος δημοσίοις ἀγγέλμασιν ὠφελείαν τινὰ ἄκων τῇ Ρ. Κ. Υ. παρέχειν, πλείονα λέγειν ἀπῶσεν.

καὶ δὴ καὶ εἰδέναι δεῖ ὅτι τοιοῦτο τὸ πρᾶγμα νεωστὶ οὐ τὸ πρῶτον γίγνεται, τῇ γὰρ 18ῃ τῆς Νοεμβρίου Γερμανός τις τῶν ἐπιτάκτων λοχαγὸς κατεγνώσθη ἅτε ὑπὲρ τῆς Ῥωσίας κατασκοπῶν.



Picture
Περοῦ
17 Δεκεμβρίου 2022


Μεγάλη ταραχὴ γίγνεται νῦν ἐν τῷ Περοῦ ἐξ οὗ ἡ τῆς χώρας βουλὴ τὸν πρόεδρον Καστίλλο ἐκ τῆς ἀρχῆς ἐξέβαλεν, πολλοὶ δὲ ξένοι περιηγηταὶ ταύτην τὴν κατάστασιν ἄκοντες πάσχουσιν, πολλοὶ γὰρ ἐν τοῖν δυοῖν κεφαλαίοιν τῆς χώρας περιηγητικοῖν κέντροιν ἔτυχον ὄντες τῆς πολιτικῆς ἐπαναστάσεως γιγνομένης· ἐν τῇ τε πόλει Κούθκο καὶ τῷ ἀρχαιολογικῷ τόπῳ Μάζου Πίζου.

οἱ μὲν σιδηρόδρομοι οἳ τὸν Μ. Π. καὶ τὴν πόλιν Κούθκο συνάπτουσιν ἄπονοι μένουσιν, πολλοῖς δὲ τῶν περιηγητῶν ἐν τῷ Μ. Π. κειμένων ἔδοξε τὰ ὀγδοήκοντα χιλιόμετρα ἐν τῷ μεταξὺ κείμενα τὰ σκεύη ἕλκουσι βαδίζειν ἵνα εἰς τὸ Κούθκο ἀφίκοιντο.

ὅμως δὲ ἐν τῷ Κούθκο ὁ μὲν ἀερολιμὴν κεκλεισμένος κεῖται, οἱ δὲ ἐκεῖσε ἀφικόμενοι ἐκεῖ μένοντες ἐλπίζουσι τοῦ ἀερολιμένος αὖθις ἀνεῳγμένου πρὸς τὴν πρωτεύουσαν Λίμα πέτεσθαι καὶ ἐκεῖθεν ἐκ τῆς χώρας ἐξιέναι δυνήσεσθαι.



Picture
Κατάρ
14 Δεκεμβρίου 2022

Αὖθις περὶ τοῦ Κατὰρ γράφειν δεῖ, οὐδὲ περὶ τοῦ παγκοσμίου πρωταθλήματος νῦν ἐκεῖ γιγνομένου (καὶ εἰ σύνδεσμόν τινα ἔχειν δύναιτο ἄν), νῦν δὲ τὸ νέον πρᾶγμα ἡμᾶς πρὸς τὰς Βρυξέλλες κομίζει.

τί δὲ ἐγένετο; λέγεται ὅτι τὸ Κατὰρ πολλοὺς τῆς Εὐρωπαικῆς Βουλῆς βουλευτὰς πολλάκις ἐδέκαζεν ἵνα τῶν ἐκεῖ γιγνομένων βουλευμάτων ῥοπὴν ἔχοι, κατὰ μὲν γὰρ τοὺς δημοσιογράφους τὸ Κατὰρ τοῖς οὕτω καλουμένοις Εὐρωβουλευταῖς τοιαῦτα δῶρα οἷα πορείας τε καὶ ἐν τιμιωτάτοις πανδοκείοις ἐπιδημίας παρεῖχεν, κατὰ δὲ τοὺς τῆς Ε. Βουλῆς νόμους, ὁπόταν βουλευτής τις ἀλλοτρίοις τέλεσι πορεύηται, ἀναγκαῖόν ἐστι τοῖς τῆς Βουλῆς ἐπιστάταις δεικνύναι, ὃ πολλάκις οὐκ ἐγένετο.

καὶ δὴ καὶ εἰς τὸ Κατὰρ ἀφικόμενοι εὐμενῆ πρὸς τὴν τῆς χώρας πολιτικὴν ἀγγέλματα ἤγγελλον ἃ οἱ ἐκεῖ δημοσιογράφοι ἐξέφερον ὡσπερ κύρια τῆς Ε. Βουλῆς ἀγγέλματα ὄντα (καίπερ τῷ ὄντι ἴδια ὄντα).


Picture
Κατάρ
11 Δεκεμβρίου 2022

Ἤδη ἔχομεν τὰς τέτταρας βελτίστας ὁμάδας τῶν τούτου τοῦ παγκοσμίου πρωταθλήματος μετεχουσῶν· τὴν Κροατίαν καὶ τὴν Ἀργεντίνην καὶ τὴν Γαλλίαν καὶ τὸ Μορόκο· οὐδενὶ δὲ θαῦμα παρέχει τὸ τὰς τρεῖς πρώτας ὁμάδας εἰς τοὺς ἡμιτελευταίους ἀγῶνας ἀφικέσθαι, ἡ μὲν γὰρ Ἀργεντίνη καὶ ἡ Γαλλία ἤδη ἐν ἄλλοις ἀγῶσι τὸ τρόπαιον ἠνέγκοντο, ἡ δὲ Κροατία τῷ 2018ῳ ἔτει δευτέρα ἐγένετο (ὑπὸ τῆς Γαλλίας νικηθεῖσα), ἀλλὰ οἱ τοῦ Μορόκο ποδοσφαιρισταὶ (“οἱ τοῦ Ἄτλαντος λέοντες“ καλούμενοι) πάντας ἀπροσδοκήτους κατειλήφασιν, οὔποτε γὰρ τὸ πρότερον Ἀφρικανή τις ὁμὰς οὕτω πόρρω ἀφῖκτο.

νῦν δὲ τῇ μὲν Τρίτῃ ἡμέρᾳ ἡ Ἀργεντίνη καὶ ἡ Κροατία ἀγωνιοῦνται πειρώμεναι εἰς τὸν τελευταῖον ἀγῶνα ἀφίκεσθαι, τῇ δὲ Τετάρτῃ ἡ Γαλλία καὶ τὸ Μορόκο, ἔπειτα δὲ τῇ Κυριακῇ αἱ νικήσασαι ὁμάδες τὸν ὑψηλότατον στέφανον κτᾶσθαι πειράσονται.



Picture
Γερμανία
7 Δεκεμβρίου 2022

Οἱ φύλακες συνέλαβον τήμερον ἐν τῇ Γερμανίᾳ πέντε καὶ εἴκοσιν ἀνθρώπους ἅτε ἑταίρους ὄντας τρομοκρατικῆς τινὸς ἑταιρείας ἣ ἐν νῷ εἶχε τὴν ἀρχὴν βίᾳ ἀναρπάζειν· κατὰ δὲ τὸν τῆς ἀρχῆς φερέφωνον τούτων τῶν ἀνθρώπων πάντες Γερμανοὶ πολῖταί εἰσι πλὴν ἑνὸς ὃς τυγχάνει Ῥωσικὸς ὤν.
 
κατὰ τὸ ἄγγελμα τῇ Γερμανικῇ ἀρχῇ ἐν τῇ ἑαυτῆς ἠλεκτρονικῇ σελίδι γεγραμμένον αὕτη ἡ ἑταιρεία τῷ μὲν Νοεμβρίῳ τοῦ 2021ου ἔτους ἐκτίσθη, συμφωνεῖ δὲ τῷ τε τῆς ἐσχάτης δεξιᾶς νοήματι καὶ τοιαύταις γνώμαις οἵαις οἱ τοῦ QAnon νεωτερισμοῦ ἐπαμύνουσιν.
 
καὶ εἰ ὁ ἀληθὴς ἐπαναστάσεως τινὸς  κίνδυνος μικρότατος ἦν, οἱ φύλακες εἶπον ὅτι ἔτι πλείονας ταύτης τῆς ἑταιρείας (ἧς τὸ ὄνομα οὐ γιγνώσκομεν) ἀνθρώπους συλλήψονται, δεῖ γὰρ σαφῶς τὸ νουθέτημα πέμπειν ὅτι οἱ τοιαύτας κακουργίας ἐν τῇ Γερμανίᾳ μηχανώμενοι οὔποτε εὖ πράξουσιν.



Picture
Σίνα
3 Δεκεμβρίου 2022

Ἐν τῇ Σίνῃ, τῆς νόσου Covid-19 σκεδαννυμένης, ἔδοξεν ἤδη πάλαι τοῖς ἄρχουσι τῇ οὕτω καλουμένῃ "Covid-0" τακτικῇ χρῆσθαι, ἣ καὶ ὠφέλειαν παρέχει καὶ βλάβην, ἡ δὲ κεφαλαία βλάβη πᾶσι δήλη τυγχάνει οὖσα, τὸ τοὺς πολίτας κωλύειν μὴ ἐκ τῶν ἑαυτῶν οἰκημάτων ἐξελθεῖν, οὐ μόνον ἐκείνους οἵτινες ἂν ταύτην τὴν νόσον πάσχωσιν ἀλλὰ καὶ πάντας οἵτινες ἂν ἐν τῷ αὐτῷ οἰκήματι οἰκῶσιν οὗ ἄνθρωπός τις τὴν νόσον πάσχῃ καὶ ἐὰν πάντες πλὴν τούτου ὑγιαίνωσιν.

πολλοὶ δὲ πολῖται, ἄλλοθί τε καὶ ἐν ταῖς μεγαλοπόλεσιν, κόρον ἔχοντες τούτου νεωστὶ μὲν ἐνίστασθαι ἤρξαντο, ἐν δὲ ταῖς ἀγυιαῖς ἁμίλλας πρὸς τοὺς φύλακας ἔχουσιν ἄνεσιν αἰτοῦντες ταύτης τῆς Covid-0 τακτικῆς.

τέλος δὲ οἱ ἄρχοντες τοιούτους νόμους νῦν ἀνιέναι ἄρχονται, ἀλλὰ ἴσως τοῦτο ἱκανόν οὐκ ἔσται ἵνα ἡ δημοσία δυσαρέστησις μειῶται.



Picture
ΗΑΠ
30 Νοεμβρίου 2022

Δύο μῆνας ἐν τῷ Βασιγκτόνι κρίναντες οἱ δικασταὶ χθὲς τοῦ Stewart Rhodes ἐπὶ ἐπαναστάσει κατέγνωσαν, κατὰ γὰρ τοὺς δικαστὰς ὁ S.R. καὶ εἰ αὐτὸς τῆς ἐπὶ τὸ Καπιτώλιον προσβολῆς οὐ μετέσχεν (ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ ἄλλοθι παρῆν) ὅμως αἴτιος ἐγένετο ἐνόπλῳ ἐπιβολῇ ἡγησάμενος ἵνα τοὺς τῆς δημοκρατίας θεμελίους διαφθείροι, οἱ γὰρ φύλακες πολλὰ ἀγγέλματα ὑπ' αὐτοῦ πεμφθέντα ηὗρον οἷς ὁ S.R. τοὺς περὶ ἑαυτοῦ ἐπώτρυνεν ἵνα τῷ Καπιτωλίῳ ἐπιθεῖντο.

οἱ δὲ δικασταὶ οὔπω μὲν εἰρήκασιν ὁπόσα ἔτη αὐτοῦ καταγνώσονται, τοῦτο δὲ ἴσως πρὸ τοῦ Φεβρουαρίου οὐ διακρινοῦσιν.

ὁ S.R. στρατιώτης μὲν ἦν καὶ Νομικὰ ἐν τῷ Πανεπιστημίῳ Γεῖλ ἔμαθεν, ἔπειτα δὲ τὴν ἑταιρείαν “Οἱ τοῦ Ὅρκου Φύλακες" καλουμένην ἔκτισεν.



Picture
Εὐρωπαικὴ Ἕνωσις
26 Νοεμβρίου 2022

Πολλῶν ἐρωτώντων οἵτινες ἐν τῷ τῆς Οὐκραίνας πολέμῳ νικήσουσιν, χθὲς ὁ τῆς Εὐρωπαικῆς Ἑνώσεως τὴν τῶν ἐξωτερικῶν τάξιν ἔχων Ἰωσὴφ Βορρὲλ εἶπεν ὅτι ἴσως ὁ πόλεμος οὐ μὲν ὅλην τινὰ τελευτὴν ἕξοι, παγήσοιτο δὲ ὡς ἐν τῇ Κορέᾳ ἐγένετο, ἐκεῖ γὰρ τῷ 1953ῳ ἔτει οὐδετέρας χώρας νικᾶν δυναμένης ἀνοχαὶ ὑπεγράφησαν ἀντὶ τῆς εἰρήνης, κατὰ δε πολλοὺς ἀναλυστὰς τοῦτο δυνατὸν τὸ νῦν εἶναι ἀποβὰν εἴη ἂν καὶ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου.

ὅμως δὲ κατὰ τὸν Ἰ. Β. ἵνα τοῦτο γένοιτο ἀναγκαῖον ἂν εἴη τὰ δύο στρατεύματα ἀναχωρεῖν τε καὶ τοῦ χώραν τινὰ ἀπαιτεῖν ἐξίστασθαι, ὃ νῦν εἰκὸς οὐκ ἔστιν.



Picture
Κατάρ
23 Νοεμβρίου 2022

Οἱ τὸ ποδόσφαιρον φιλοῦντες ἤδη ἔχουσι τὸ πρῶτον τοῦ παγκοσμίου ἀγῶνος θαῦμα, χθὲς γὰρ ἡ Σαουδικὴ Ἀραβία τὴν Ἀργεντίναν ἀπροσδοκήτως ἐνίκησεν. πάντες δὴ ἴσασιν ὅτι ἡ μὲν Ἀργεντίνα ἐν ἑκάστῳ παγκοσμίῳ ἀγῶνι τυγχάνει τὸ τροπαῖον μνηστεύουσα (ὃ δὶς ἐκτήσατο), ἰσχυρωτάτη γὰρ ὁμάς ἐστι τοῦ ἐνδοξοτάτου Μέσσι ἡγεμονεύοντος, ἡ δὲ Σαῦουδικὴ Ἀραβία οὐδέποτε φανερὰ ἐγένετο ἐν τῷ τοῦ ποδοσφαίρου κόσμῳ, ἀλλὰ τῇ τύχῃ ἔδοξε χθὲς τοῖς θεαταῖς θαῦμά τι παρέχειν· καὶ εἰ ἐν τῇ τοῦ ἀγῶνος ἀρχῇ τὸν πρῶτον στόχον ἡ Ἀργεντίνα ἐκτήσατο, ἡ Σ. Α. δύο στόχους ἐν τῷ δευτέρῳ ἡμίσει κτησαμένη τὴν νίκην ἠνέγκετο.

κατ' ἐνιαυτὸν τὸ διάστημα τὸ μεταξὺ τῶν μεγάλων ὁμάδων (χωρῶν οὗ τὸ ποδόσφαιρον συνήθες ἐστὶ) καὶ τῶν λόγῳ μικρῶν (χωρῶν οὗ τὸ ποδόσφαιρον νέον τι ἐστὶ) μειοῦται.



Picture
Κατάρ
20 Νοεμβρίου 2022

Τήμερον ἄρξεται ἐν τῷ Κατὰρ ὁ παγκόσμιος ποδοσφαίρου ἀγών, λόγῳ μὲν ποδοσφαίρου ἀγών, ἔργῳ δὲ πολιτικὴ ἅμιλλα, ὃ δυστυχῶς ἀεὶ γίγνεται, ἀλλὰ ἴσως σφοδρότερον νῦν, οὐδένα δὲ τοῦτο λανθάνει ὅστις ἂν τὰ νέα ἀναγιγνώσκῃ.

ἐξ ἀρχῆς πολλοὶ ψόγοι τοῦτον τὸν ἀγῶνα περιεσχήκασιν, πρῶτον μὲν τῷ 2010 ἔτει τοῦ Κατὰρ τὴν κατάστασιν κτησαμένου, πολλοὶ γὰρ ἤδη τότε εἶπον ὅτι ἡ αἵρεσις ὑπὸ τοῦ τῆς τε οἰκονομικῆς διαφθορᾶς καὶ τῆς δωροδοκίας στεγάσματος γένοιτο, νῦν δὲ πολλὰ λέγεται περὶ τοὺς ξένους ἐργαστὰς οἳ τὰ στάδια οἰκοδομοῦντες ἀπέθανον, καὶ δὴ καὶ πολλοὶ ταύτῃ τῇ χώρᾳ μέμφονται ὅτι τὰ ἀνθρώπινα δίκαια οὐκ αἰδεῖται, διὰ δε ταῦτα πολλοὶ ἔνδοξοι ποδοσφαιρισταὶ αἰτοῦσι τούτου τοῦ ἀγῶνος παραμελεῖν τε καὶ ὀλιγωρεῖν.

χθὲς δὲ ὁ τοῦ FIFA πρόεδρος Gianni Infantino ἐπειράσατο τούτους τοὺς ψόγους ἀπελέγχειν, ἀλλὰ ὁ μὲν πρὸς τοὺς δημοσιογράφους λόγος αὐτοῦ τὴν ἅμιλλαν ἔτι χείρονα ἐποίησεν, ἡ δὲ ἔρις μείζων ἐγένετο.


Picture
Πωλονία
16 Νοεμβρίου 2022

Χθὲς ἡ κατάστασις ἡ περὶ τῆς Οὐκραίνας χείρων ἐγένετο, δύο γὰρ πύραυλα ἐντὸς τῆς Πωλονίας κατέπεσεν ἃ δύο ἀνθρώπους ἀπέκτεινεν.

πρῶτον μὲν ταχέως ἡ φήμη ἀφίκετο ὅτι ἡ Ῥωσία ταῦτα τὰ πύραυλα προείη, ὃ ἐπικινδυνώτατον ἐγένετο ἄν, ἡ μὲν γὰρ Πωλονία μέρος ἐστὶ τοῦ ΒΑΣΟ, κατὰ δὲ τοὺς τοῦ ΒΑΣΟ νόμους ἐὰν χώρᾳ τοῦ ΒΑΣΟ τινὶ ἐπιτιθῆται ἄλλη χώρα δεήσει τοὺς ἄλλους τοῦ ΒΑΣΟ κοινωνοὺς ταύτῃ ἀμύνειν· ἔπειτα δὲ εἶπεν ὁ τῆς Πωλονίας φερέφωνος ὅτι τὰ δύο πύραυλα ἀμυντήρια ὄντα ἡ Οὐκραίνα προείη, ἡ μὲν γὰρ Ῥωσία τοσαῦτα πύραυλα νῦν πρὸς τὴν πρωτεύουσαν Κίεβ προίησιν ὥστε δεῖ τὴν Οὐκραίναν συνεχῶς ταῦτα τὰ πύραυλα διαφθείρειν πειρᾶν ἀμυντηρίοις πυραύλοις χρωμένην, δύο δὲ τούτων τῶν ἀμυντηρίων πυραύλων ἔνδον τῆς Πωλονίας κατέπεσεν.



Picture
Οὐκραίνα
13 Νοεμβρίου 2022

Τὸ τῆς Ῥωσίας στράτευμα ἀπὸ τῆς πόλεως Χερσὸν τῇ Τετάρτῃ ἡμέρᾳ ἀναχωρεῖν ἤρξατο, τὸ γὰρ τῆς Οὐκραίνας στράτευμα συνεχῶς προχωρεῖ καὶ ἤδη μέγα μέρος ἀπείληφε τῆς χώρας ὑπὸ τῆς Ῥωσίας καταληφθείσης· αὕτη δὲ ἡ πόλις, Χερσόν, τὸ κεφάλαιον ἦν τῆς εἰς τὴν Οὐκραίναν εἰσβολῆς, ἡ γὰρ πρωτεύουσα τυγχάνει οὖσα τῆς ἐπαρχίας (καὶ Χερσὸν καλουμένης) ἣν ὁ Ποῦτιν, ψευδῶν ἀρχαιρεσιῶν γενομένων, νεωστὶ “εἰσαεὶ μέρος τῆς Ῥωσίας“ ἐσομένην ἐκήρυξεν, καὶ δὴ καὶ εἴσοδός ἐστιν εἰς τὴν Κριμέαν χερσόνησον, μέρος τῆς Οὐκραίνας ὃ ὁ Ποῦτιν τῷ 2014ῳ ἔτει βίᾳ κατέλαβεν.

κατὰ τὴν Ῥωσικὴν τηλεόρασιν αὕτη ἡ ἀναχώρησις οὔτε ἧττα οὔτε ἀναχώρησίς ἐστιν ἀλλὰ “τακτικὴ τῆς στάσεως μεταβολή.“

ὅμως δὲ οἱ τῆς Οὐκραίνας στρατηγοὶ εἶπον ὅτι αὕτη μὲν ἡ ἀναχώρησις, καίπερ μεγάλη τῆς Οὐκραίνας νίκη οὖσα, τὸ Ῥωσικὸν στράτευμα ἐπὶ τῷ τοῦ ποταμοῦ Δνιέπερ ἀνατολικῷ θινὶ καρτερώτατον ποιήσοι, εἰκότως δὲ τῶν ἐπιγιγνομένων ἑβδομάδων ἡ Ῥωσία τὴν πόλιν ἀπολαβεῖν πειράσοι.



Picture
Ἰταλία
9 Νοεμβρίου 2022

Χθὲς ἐν τῇ Σικελίᾳ ἡ Ἰταλικὴ ἀρχὴ εἴασε τοὺς 212 ἐπιβάτας τοὺς τῆς νεὼς Geo Barents οἳ ἔτι ἐν τῇ νηὶ ἔμενον εἰς τὸν τῆς Κατανίας λιμένα ἐκβῆναι· αὕτη μὲν ἡ ναῦς ἣ τῷ ὀργανισμῷ “ Ἰατροὶ ἄνευ ὅρων “ πρόσεστι τῇ Κυριακῇ εἰς τὴν Κατανίαν ἀφίκετο 572 μετανάστας κομίζουσα, ἡ δὲ Ἰταλικὴ ἀρχὴ εἴασε μόνον τούς τε παῖδας καὶ τὰς γυναῖκας καὶ τοὺς νοσοῦντας ἐκβῆναι, ἡ γὰρ τῆς Ἰταλίας πρωθυπουργὸς Γεωργία Μελόνι ἐβούλετο ἀναγκάζειν αὐτοὺς πρὸς τὴν ἀνοικτὴν θάλατταν ἀπάγεσθαι.

ἡ Σικελία, ἅτε ἐγγὺς τῆς Ἀφρικῆς οὖσα, πολλοὺς μετανάστας εἰς τὴν Εὐρώπην ἀφίκεσθαι πειρωμένους δέχεται, ἡ δὲ τῆς Γ. Μελόνι ἀρχὴ κωλύειν πειρᾶται, τοῦτο δὲ ἅμιλλαν πρὸς τοὺς ὀργανισμοὺς ποιεῖ οἳ τοὺς μετανάστας ὠφελοῦσιν.



Picture
Αἴγυπτος
6 Νοεμβρίου 2022

Ἄρχεται ἐν τῇ Αἰγύπτῳ ἡ σύνοδος COP 27 καλουμένη, ἐν ᾗ οἱ τῶν πλείστων χωρῶν ἄρχοντες περὶ τῆς κλιματικῆς μεταλλαγῆς (παγκοσμίας ὑπερθερμότητος κτλ.) διαλεχθήσονται· αὕτη δὲ ἡ σύνοδος δύο ἑβδομάδας διαμενεῖ, ἴσως μακρότερον χρόνον.

τὰ μὲν τοιαύτης μεταλλαγῆς ἀποβαίνοντα συνεχῶς πρὸς τὸ χεῖρον ταχέως μεταβάλλεται (κατακλυσμοὺς μὲν ἐν τῷ Πακιστᾶν, ἀήθη δὲ καῦσον ἐν τῇ Εὐρώπῃ, κτλ.), κατ' ἐνιαυτὸν δὲ οἱ ἄρχοντες βουλεύματα δέχονται ἵνα τοιαύτας συμφορὰς γενέσθαι κωλύωσιν, ἀλλὰ... ταῦτα τὰ βουλεύματα, ἅτινα ἂν ὦσιν, οὐδέποτε ἀληθεύονται· οὔκουν δεήσει τὸν νοῦν τοῖς ἐν ταύτῃ τῇ συνόδῳ συμβουλευθεῖσι βουλεύμασι παρέχειν, ἀλλὰ ταῖς ἔπειτα πράξεσιν.



Picture
Ῥωσία
5 Νοεμβρίου 2022

Νέαι τοῦ Ποῦτιν μέθοδοι ἵνα πλείονας στρατιώτας κτᾶται οὕστινας εἰς τὴν Οὐκραίναν πέμψαι δύνηται ἄν, ἡ γὰρ Δοῦμα (ἡ τῆς Ῥωσίας βουλὴ) νέον νόμον χθὲς ἀπεδέξατο καθ' ὃν νῦν ἔξεσται παρανόμους τε καὶ κακουργοὺς ἄνδρας συλλέγειν ἵνα εἰς τὸ στράτευμα ἐγκρίνωνται (τοῦτο δὴ τὸ πρὶν ἀπηγόρευον οἱ νόμοι)· ὅμως δὲ μόνον συλλέγειν ἔξεσται τούς τε νῦν ἐπί τισιν ἐν ἐλευθερίᾳ ὄντας καὶ τοὺς μήπω καταγνωσθέντας· ὡς ἔπος εἰπεῖν, τοὺς κακουργοῦντας νῦν ἐν τῷ δεσμωτηρίῳ οὐ κειμένους, εἴτε ἅτε ἤδη ἐλευθερωθέντας εἴτε ἅτε οὔπω εἰρχθέντας.

ὁ Ποῦτιν πλειόνων στρατιωτῶν δεῖται, ἀλλὰ δευτέραν συλλογὴν συλλέγειν οὐ βούλεται, φοβεῖται γὰρ μὴ μείζονες ἐνστάσεις γένωνται παρὰ τοῖς πολίταις οἷαι ἐγένοντο τῆς πρώτης συλλογῆς τῷ μηνὶ Σεπτεμβρίου ἀγγελθείσης.



Picture
Βρασῖλ
1 Νοεμβρίου 2022

Ἐν τῷ Βρασῖλ ἀρχαιρεσίαι τῇ Κυριακῇ ἐγένοντο, οἱ δὲ δύο εἰς ἀρχὴν παραγγέλλοντες, ὁ Βολσονάρο (ὁ νῦν πρόεδρος) καὶ ὁ Λοῦλα (πρόεδρος ἦν πρὶν τὸν Βολσονάρο εἰς τὴν ἀρχὴν ἀφίκεσθαι), σύμβολά εἰσι τῆς δεξιᾶς καὶ τῆς ἀριστερᾶς στάσεως.

ἤδη μὲν πάντες ᾔδεσαν τοὺς δύο μνηστεύοντας ἐν ταῖς ἀρχαιρεσίαις ἀγχωμάλους γενησομένους, τὸ δὲ ἀποβὰν τοῦτο ἐπηλήθευσεν, ὁ γὰρ Βολσονάρο καίπερ νικηθεὶς σχεδὸν τοσαύτας ψήφους ἐκτήσατο ὅσας ὁ Λοῦλα.

ἔτι δὲ καὶ νῦν ὁ Βολσονάρο αὐτὸς οὐδὲν περὶ τὸ ἀποβὰν λέληχεν, ἀλλὰ τῆς τοῦ Λοῦλα νίκης ἀγγελθείσης πολλοὶ ἁρματηλάται οἳ τῷ Βολσονάρο ἐπεκούρουν τὴν ἧτταν οὐ δεχόμενοι πολλὰς κατὰ τὴν χώραν ὁδοὺς ἔφραξαν τὰς ἁμάξας ἐν τῇ μέσῃ ὁδῷ καθιστάντες.



Picture
ΗΑΠ
29 Ὀκτωβρίου 2022

Ἐν τῇ πόλει Σὰν Φρανσίσκο προχθὲς τῆς νυκτὸς ἀνήρ τις εἰς τὴν τῆς Νάνσι Πελόσι οἰκίαν εἰσβὰς ἐπειράσατο αὐτῇ ἐπιθεῖσθαι· ὁ μὲν ἀνήρ, Δάβιδ Δε Πάπε, τετταράκοντα δύο ἔτη γεγονώς, εἰς τὴν οἰκίαν λάθρᾳ εἰσβὰς τὴν Νάνσι Πελόσι, τὴν τῆς τῶν Ἀντιπροσώπων Βουλῆς πρόεδρον, ἐζήτει, οἱ δὲ φύλακες, εἰσκληθέντες τε καὶ ταχέως ἀφικόμενοι, εἶδον τόν τε παρείσακτον Δ.Δ.Π. τῇ Ν.Π. ἐπιθεῖσθαι πειρώμενον καὶ τὸν τῆς Ν.Π. ἄνδρα, Παῦλ Πελόσι, ὀγδοήκοντα δύο ἔτη γεγονότα, σφῦραν ἐν τῇ χειρὶ ἔχοντα, ἀλλὰ ὁ παρείσακτος, πρὶν τοὺς φύλακας κωλύειν δύνασθαι, ὁρμώμενος τὴν σφῦραν ἀπὸ τῆς τοῦ Π.Π. χειρὸς ἀφεῖλε καὶ αὐτῇ χρώμενος τῷ ἀνδρὶ ἐπέθετο· ὅμως δὲ κατὰ τοὺς ἰατροὺς ὁ τοῦ Π.Π. βίος οὐ κινδυνεύει, καίπερ τραύματα πολλὰ παθόντος.

κατὰ τὸν τῶν φυλάκων φερέφωνον, οὗτος ὁ Δ.Δ.Π. πολλάκις ἐν τοῖς κοινωνικοῖς δικτύοις ἀγγέλματα τῷ Δόναλδ Τρᾶμπ συνηγορῶν ἐγεγράφει πρὶν τοῦτο γενέσθαι.



Picture
Ἡνωμένον Βασίλειον
25 Ὀκτωβρίου 2022

Ἤδη ἴσμεν ὅστις ὁ ἐπιγιγνόμενος τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργὸς γενήσεται· ὁ Ῥίσι Σοῦνακ, ὃς τὰς πλείστας τῶν τοῦ ἑαυτοῦ κόμματος ψήφους ἐκτήσατο. πλουσιώτατός τε καὶ Ἰνδικὸς το γένος ὤν, ὁ Ρ.Σ. πειράσεται πρῶτον μὲν τὸ ἑαυτοῦ κόμμα αὖθις συνάπτειν τε καὶ συναρμόζειν, νῦν γὰρ τοῦτο τὸ κόμμα οὐδὲν παράδειγμα συμφωνίας τυγχάνει ὄν, ἔπειτα δὲ ἡσυχίαν τινὰ εἰς τὰς οἰκονομικὰς ἀγορᾶς εἰσβάλλειν.

ὅμως δὲ πολλοὶ εἰδέναι βούλοιντο ἂν ὅ τι περὶ τὰ ἐξωτερικὰ ἐν νῷ ἔχει ποιεῖν· παραδείγματος ἕνεκα, ἤδη περὶ τοῦ μηνὸς Ἰουλίου εἶπεν ὅτι βούλοιτο πρωθυπουργὸς γενόμενος πάντα τὰ Κομφούκιος Ἱδρύματα ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ κείμενα κλεῖσαι, οὗ πολλοὶ τὴν Σινικὴν γλῶτταν μανθάνομεν (καὶ ὁ τοῦτο νῦν γράφων)· τὰ οὖν ἐξωτερικὰ πολιτικὰ αὐτοῦ μένει ἀσαφῆ ὄντα.



Picture
Ἡνωμένον Βασίλειον
22 Ὀκτωβρίου 2022

Ἄρχεται ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ ἡ τῆς διαδοχῆς μάχη, τῆς γὰρ Λὶζ Τρᾶς τὴν ἀρχὴν “ἑκούσης“ καταλιπούσης οἱ κεφάλαιοι τοῦ οὕτω καλουμένου “Τόρι“ κόμματος νέον ἡγεμόνα ζητοῦσιν ὃς ἀσφάλειάν τινα τῇ χώρᾳ παρέχῃ· τὰ οὖν ὀνόματα ἃ νῦν πλεῖστα ἀκούομεν τάδε τὰ δύο ἐστίν· ὅ τε Ῥίσι Σοῦνακ (ὁ πρότερος τῆς οἰκονομίας ὑπουργὸς) καὶ ὁ Βόρις Ἰόνσων (ὁ πρότερος πρωθυπουργός)· ὅστις ἂν νικήσῃ χαλεπώτατον ἔργον πρὸ ἑαυτοῦ κείμενον εὑρήσεται, ἡ γὰρ τῆς οἰκονομίας κατάστασις, καὶ εἰ μηδαμῶς οἰκτρά ἐστιν, ἰσχυρᾶς τινος προτροπῆς ὡς τάχιστα δεῖται.

ἡ Λὶζ Τρᾶς μόνον τετταράκοντα καὶ τέτταρας ἡμέρας ἐν τῇ ἀρχῇ ἔμεινεν, τὰς γὰρ εἰς τὴν οἰκονομίαν μεταβολὰς ἃς προύθηκεν (ἄλλας τε καὶ τὰς περὶ τῶν δασμῶν) οὐδὲ οἱ τοῦ ἑαυτῆς κόμματος ἑταῖροι ἐδέξαντο.



Picture
Σίνα
19 Ὀκτωβρίου 2022

Ἓξ ἑκατομμύρια· οὗτος δή ἐστιν ὁ ἀριθμὸς ὁ τῶν πλουσιωτάτων οὓς ἡ Σίνα ἔχει· καὶ εἰ ἴσως ἓξ ἑκατομμύρια οὐ μέγας ἀριθμός ἐστιν ἐν χώρᾳ τοσούτους ἐνοικοῦντας ἐχούσῃ (σχεδὸν τὸ τέταρτον τῆς οἰκουμένης μέρος), οὐδαμῶς ἀνάξιός ἐστιν, ὡς γὰρ ἐπὶ τὸ πολὺ ὁπόταν περὶ τῆς Σίνης διανοῶμεν αἱ εἰκόνες αἳ εἰς τὸν ἡμέτερον νοῦν ἀφικνοῦνται πολὺ ἀπὸ ταύτης τῆς ἰδέας ἀπέχουσιν.

ὁ Σὶ Ζινπὶγκ νεωστὶ τοῦ εἰκοστοῦ τοῦ Σινικοῦ Κοινωνητικοῦ Κόμματος συλλόγου κατήρξατο, οὗ οὐ μόνον αὖθις περὶ τῶν ἐξωτερικῶν εἶπεν (μάλιστα δὲ περὶ τῆς τοῦ Ταιβὰν καταστάσεως ἰσχυρίσατο) ἀλλὰ καὶ περὶ τῶν οἰκείων εὐπραξιῶν, ὡς δὲ κεφάλαιον τοῦ περὶ τῶν οἰκείων λόγου τόδε ἐπέδειξεν, τὸν ἀπροσδόκητον νέων πλουσιωτάτων ἀριθμόν, συντυχίαν οὖσαν ἣ πολλάκις τοὺς ἑσπερίους λανθάνει.



Picture
Εὐρώπη
15 Ὀκτωβρίου 2022

Ὁ ΒΑΣΟ (ὁ τοῦ Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμὸς) κατασκευάσει ἀερίαν ἀσπίδα ἵνα τὴν Ἑσπερίαν Εὐρώπην φυλάττῃ, ἡ γὰρ προσβολὴ ἡ τῆς Ῥωσίας πρὸς τὴν Οὐκραίναν πυραύλοις χρωμένης πολλὰς Εὐρωπαικὰς χώρας ἐγήγερκεν, αἱ δὲ νῦν αἰσθάνονται οὐχ ἱκαναὶ ῥωμαλέαι οὖσαι ἐὰν ἡ Ῥωσία ἐξαίφνης προσβάλλῃ.

τὸ τῆς συνόψεως ὄνομα European Sky Shield ἐστίν, Ἀερία Εὐρωπαικὴ Ἀσπίς, τῆς δὲ Γερμανίας ἡγουμένης τετταρακαίδεκα ἄλλαι χῶραι (καὶ ἡ Φινλανδία, καίπερ οὔπω κοινωνὸς τοῦ ΒΑΣΟ οὖσα, ἐσομένη δὲ) προχθὲς ἐν τῷ τοῦ ΒΑΣΟ ἱδρύματι τὴν συνθήκην ὑπεγράψαντο.

τὸ ταύτης τῆς ἀσπίδος τέλος τόδε ἔσται, τὰ Ῥωσικὰ πύραυλα διαφθείρειν πρὶν ἂν εἰς τὴν Ἑσπερίαν Εὐρώπην ἀφίκηται.



Picture
Ῥωσία
11 Ὀκτωβρίου 2022

Ἡ Ἰαπωνικὴ ἐπιχείρησις Νίσσαν ἣ ἄλλα τε καὶ αὐτοκίνητα πορίζει πάντα τὰ ἑαυτῆς κτήματα (ἐργαστήρια κτλ.) τὰ ἐν τῇ Ῥωσίᾳ ἐπώλησεν, τοῦ γὰρ πολέμου διαμένοντος ἔδοξε τοῖς τῆς ἐπιχειρήσεως ἄρχουσι μὴ ἐκεῖ μένειν.

πολλαὶ μὲν ἐπιχειρήσεις τὰ ἐκεῖ ἑαυτῶν κτήματα πωλήσασαι ἤδη τὴν Ῥωσίαν κατέλιπον, τὸ δὲ περὶ τῆς Νίσσαν θαυμαστὸν οὐκ ἔστιν τὸ ἀπελθεῖν ἀλλὰ τὸ τίμημα ἐφ' ᾧ πάντα ἐπώλησαν, τὸ γὰρ τίμημα ἦν... ἓν Εὐρώ.

ὅμως δὲ κατὰ τὴν συνθήκην ἐξέσται τῇ Νίσσαν πάντα τὰ πεπωλημένα αὖθις πρὸ τοῦ 2028ου ἔτους ὠνεῖσθαι ἐὰν βούληται.



Picture
Οὐκραίνα
8 Ὀκτωβρίου 2022

Μεγάλη ἔκρηξις ἐγένετο τήμερον ἐν τῇ γεφύρᾳ τῇ τὴν Κριμαίαν χερσόνησον (μέρος τῆς Οὐκραίνας ὑπὸ τῆς Ῥωσίας τῷ 2014ῳ ἔτει βίᾳ αἱρεθέν) καὶ τὴν Ῥωσίαν ζευγνύσῃ, τρεῖς δὲ ἄνθρωποι ἀπέθανον· αὕτη δὴ ἡ γέφυρα, ἐννεακαίδεκα χιλιόμετρα τὸ μῆκος, κεφαλαία ἐστὶ τῇ Κριμαίᾳ, τὰ γὰρ πλεῖστα τῶν ἐπιτηδείων τῶν ἐκεῖσε ἀφικνουμένων δι' αὐτῆς κομίζεται.

καὶ εἰ (κατὰ τὸ Κρέμλινον) ἐν τῇ Κριμαίᾳ πετρέλαιον μὲν εἰς πεντεκαίδεκα ἡμέρας, σῖτον δὲ εἰς ἑξήκοντα ἔχουσιν, οἱ ἄρχοντες, φοβούμενοι μὴ οἱ πολῖται πρὸς τὰ καπηλεῖα ἑαυτοὺς ῥίπτωσι καὶ ταραχὴ γίγνηται, ὅρον τοῖς ὠνίοις κατέθηκεν· τρία χιλιόγραμμα ὠνίων καθ' ἄνθρωπον.



Picture
Κορέα
4 Ὀκτωβρίου 2022

Τήμερον ἅμα πρωὶ ἡ μὲν Βορεία Κορέα πύραυλον ἀνῆκεν ὃς ὑπὲρ μικροῦ τῆς Ἰαπωνίας μέρους ἔπτετο, τῶν δὲ ἐν τέλει κελευόντων οἱ ἐν ἐκείνῳ τῆς Ἰαπωνίας μέρει ἐνοικοῦντες εἰς οἰκήματα καὶ ὑπὸ τὴν γῆν κατέφυγον· τέλος δὲ ὁ πύραυλος ὑπὲρ τῆς Ἰαπωνίας πτόμενος εἰς τὸν Εἰρηνικὸν Ὠκεανὸν κατέπεσεν.

ἡ ἐν ἐκείνῳ τοῦ κόσμου μέρει ἡ κατάστασις ἐπικινδυνωτέρα γίγνεται, τῶν μὲν γὰρ τελευταίων δέκα ἡμερῶν ἡ Βορεία Κορέα ὀκτὼ πύραυλα ἀνῆκεν, ἡ δὲ τῶν ΗΑΠ ἀντιπρόεδρος Kamala Harris τετάρτην ἡμέραν εἰς τὴν Νοτίαν Κορέαν ἀφίκετο ἵνα τὴν ἀμυντήριον συνθήκην βεβαιοῖ.

κατὰ δὲ τὴν Νοτίαν Κ. ἡ Βορεία Κ. ἐν νῷ ἔχει πυρηνικὴν πειρᾶν μεταξὺ τῆς 16ης Ὀκτωβρίου καὶ τῆς 7ης Νοεμβρίου πράττειν.



Picture
Ἰνδονησία
2 Ὀκτωβρίου 2022

Χθὲς ἐν τῇ Ἰνδονησίᾳ δεινὴ συμφορὰ ἐγένετο, ἑκατὸν γὰρ καὶ εἴκοσι πέντε ἄνθρωποι ἐν τῇ νήσῳ Ἰάβᾳ ἀπέθανον (καὶ πολλοὶ ἄλλοι ἐτρώθησαν) ταραχῆς ἐν ποδοσφαιρικῷ σταδίῳ γενομένης.

ἐν τῷ τῆς F. C. Arema λέσχης σταδίῳ, τοῦ ἀγῶνος τελευτήσαντος, πολλοὶ μὲν τῶν ταύτῃ τῇ λέσχῃ ἐπικουρούντων τὴν ἧτταν κακῶς ἐδέξαντο καὶ τὰς ἐξέδρας καταλιπόντες εἰς τὸν τοῦ ἀγῶνος λειμῶνα αὐτὸν εἰσέτρεχον τοὺς ποδοσφαιριστὰς μεμφόμενοι, οἱ δὲ φύλακες ἵνα αὐτοὺς σκεδαννύοιεν δακρυόεντα ἀέρα ἀφεῖσαν, ἀλλὰ ἡ τοῦ ἀέρος νεφέλη ταχέως εἰς τὰς ἐξέδρας ἀφίκετο οὗ οἱ πλεῖστοι τῶν θεατῶν ἔμενον, ὥστε οἱ θεαταὶ πρὸς τὰς ἐξόδους, στενὰς οὔσας, ἔτρεχον.

ἐκεῖ δὲ ἡ κατάστασις χείρων ἐγένετο, τοσοῦτοι γὰρ ἄνθρωποι ἐν ταῖς ἐξόδοις ἀλλήλοις συνέπεσον ὥστε χαλεπὸν πνεῖν ἦν· ἔνιοι μὲν πνεῖν οὐ δυνάμενοι ἀπέθανον, ἄλλοι δὲ καταπατούμενοι, ἄλλοι δὲ ἕως πρὸς τὰ νοσοκομεῖα ἐφέροντο.

ἤδη πολλάκις δειναὶ συμφοραὶ ἐν τοῖς ποδοσφαιρικοῖς σταδίοις γεγόνασιν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἴσως δέοι ἂν τοὺς ἀγῶνας ἄνευ θεατῶν γενέσθαι.


Picture
Ῥωσία
29 Σεπτεμβρίου 2022

Ἡ τῶν ΗΑΠ πρεσβεία ἐκέλευσε τοὺς Ἀμερικανοὺς πολίτας οἳ ἐν τῇ Ῥωσίᾳ οἰκοῦσιν ταύτην τὴν χώραν ὡς τάχιστα ἀπολιπεῖν, ἄλλους τε καὶ τοὺς τὰς δύο πολιτείας ἔχοντας (εἴτε διότι πολλὰ ἔτη ἐν τῇ Ῥωσίᾳ ᾠκήκασιν εἴτε διότι Ῥωσικὰς γυναῖκας γεγαμήκασιν), ἡ γὰρ πρεσβεία φοβεῖται μὴ ἡ Ῥωσικὴ ἀρχή, ὡς πλείστων στρατιωτῶν δεομένη, τὴν διπλῆν πολιτείαν οὐ φυλάττῃ καὶ τούτους τοὺς “Ῥωσικοὺς“ πολίτας εἰς τὸ στράτευμα ἀπογράφεσθαι βίᾳ ἀναγκάζῃ.

πολλοὶ δε πολῖται διαμένουσιν ἐκ τῆς Ῥωσίας ἐξιόντες ἵνα τὴν συλλογὴν φεύγωσιν.



Picture
Ἰταλία
26 Σεπτεμβρίου 2022

Χθὲς ἀρχαιρεσίαι ἑγένοντο ἐν τῇ Ἰταλίᾳ, τὸ δὲ κόμμα “Τῆς Ἰταλὶας Ἀδελφοὶ“ τὴν νίκην ἐκτήσατο, ἡ οὖν Γεωργία Μελόνι (ἐν τῇ φωτογραφίᾳ), τετταράκοντα καὶ πέντε ἔτη γεγονυῖα καὶ τούτου τοῦ κόμματος ἄρχουσα, πρωθυπουργὸς γενήσεται.

ἐπεὶ δὲ τοῦτο τὸ κόμμα καίπερ νικῆσαν μόνον ἄρχειν οὐ δύναται, συνθήκην ποιεῖν ἀναγκασθήσεται ἄλλοις κόμμασιν ἃ καὶ πρὸς τὴν δεξιὰν κεκλιμένα ἐστίν, τοῦτο δὲ πολλαῖς ἄλλαις Εὐρωπαίαις χώραις οὐκ ἀρέσκει, πολλοὶ γὰρ τοῦτο τὸ κόμμα τῷ Μουσσολίνι συνάπτουσιν.

νῦν δὲ ὁρᾶν δεῖ ὁπόσον χρόνον ἡ νέα ἀρχὴ μενεῖ, διότι ἐν τῇ Ἰταλίᾳ οἱ ἄρχοντες οὐ πολὺν χρόνον ἐν ἀρχῇ μένουσιν· εἰ προσεικάζειν βουλόμεθα, ἀπὸ τοῦ Δευτέρου Παγκοσμίου Πολέμου οἱ μὲν Ἰταλιάνοι τριάκοντα ἕνα πρωθυπουργοὺς ἐσχήκασιν, οἱ δὲ Γερμανοὶ μόνον δέκα.



Picture
Ῥωσία
22 Σεπτεμβρίου 2022

Χθὲς ὁ τῆς Ῥωσίας πρόεδρος Ποῦτιν συλλογὴν ἤγγειλε πολιτῶν (ὃ πολλοὶ ἤδη ὑπώπτευον) ἵνα εἰς τὴν Οὐκραίναν πέμπῃ, οὗ τὸ Ῥωσικὸν στράτευμα οὐκ εὖ πράττει καὶ ἀναχωρεῖ, τοῦ δὲ ἀγγέλματος ἀκουσθέντος πάντα τὰ ἀεροπορικὰ εἰσιτήρια ταχέως ἐπωλήθη, πολλοὶ γὰρ πολῖται ἐκ τῆς χώρας ἐξελθεῖν πειρῶνται οἷ ἔτι ἔξεστιν αὐτοῖς πορεύεσθαι· καὶ δὴ καὶ τὸ τῆς ἠλεκτρονικῆς σελίδος Google παρατηροῦν σύστημα ἔδειξεν ὅτι ἐν τῷ διαδικτύῳ πολλοὶ πολῖται “ὅπως σεαυτῷ χεῖρα ῥηγνύναι“ ζητοῦσιν ἵνα συλλέγεσθαι κωλύωσιν.

οἱ φύλακες ἐν πολλαῖς πόλεσι πλείστους βίᾳ κατέλαβον πολίτας τούτῳ τῷ κηρύγματι ἀνθισταμένους.



Picture
Ἰρᾶν
19 Σεπτεμβρίου 2022

Ἡ Μάσια Ἀμίσι, εἴκοσι δύο ἔτη γεγονυῖα, κατὰ ὁδόν τινα τῆς Τεχεράνης σὺν τῷ ἑαυτῆς ἀδελφῷ ἐβαδίζετο, τὸ δὲ κάλυμμα (ᾧ χρῆσθαι ἀναγκαῖόν ἐστι ταῖς γυναιξὶν ἐν τῷ Ἰρᾶν) οὕτως περιαμπεῖχεν ὥστε ἐξῆν μέρος τῆς τριχὸς ἰδεῖν· τοῦτο οὖν ἰδόντες οἱ “τῶν εὐπρεπῶν φύλακες“ καλούμενοι αὐτὴν κατέλαβον.

ἔπειτα δὲ ἡ Μ.Α. ἐν τῷ οἰκήματι οὗ οἱ φύλακες αὐτὴν κατεῖχον ἀπέθανεν, κατὰ μὲν τοὺς φύλακας ταχέος τῆς καρδίας νοσήματος ἕνεκα, κατὰ δὲ τοὺς πλείστους πολίτας ὑπὸ τῶν φυλάκων.

τούτου δὲ γενομένου, τῇ Κυριακῇ διαδηλώσεις κατὰ πᾶσαν τὴν χώραν ἐγένοντο, ἀπὸ τοῦ Κουρδιστᾶν ἄχρι τῆς Τεχεράνης, ἐν δὲ ταύταις ταῖς διαδηλώσεσι πολλαὶ γυναῖκες τὸ κάλυμμα ἀφελοῦσαι τὴν τρίχα ἐδήλωσαν (τοῦτο ἐν τῇ φωτογραφίᾳ θεᾶσθαι δυνάμεθα), ὃ ἐν τῷ Ἰρᾶν ἀπαγορεύεται.


Picture
Ἡνωμένον Βασίλειον
16 Σεπτεμβρίου 2022

Τὸ τῶν πολιτῶν πλῆθος τὴν θήκην τὴν τῆς Βασιλείας Ἐλισάβετ Β' ἰδεῖν βουλομένων τοσοῦτο ἐγένετο τὸ μῆκος ὥστε τήμερον οἱ φύλακες ἓξ ὥρας τοὺς πολίτας ἐκώλυσαν τῇ τάξει προστίθεσθαι, ἡ μὲν γὰρ τάξις ἤδη ὀκτὼ χιλιόμετρα τὸ μῆκος ἦν, ἔδει δὲ τοὺς πολίτας ἐλάχιστα τετταρακαίδεκα ὥρας ἑστηκότας μένειν.

ἡ Βασίλεια Ἐλισάβετ Β', ἑβδομήκοντα ἔτη βασιλεύσασα, τοσοῦτον χρόνον ὅσον οὐδεὶς ἄλλος Βρετανικὸς βασιλεύς, τῇ ἐπιγιγνομένῃ Δευτέρᾳ ἐν τῷ Windsor Βασιλείῳ ταφήσεται.



Picture
Οὐκραίνα
13 Σεπτεμβρίου 2022

Αἱ τελευταῖαι ἡμέραι ἀτυχεῖς ἐγένοντο τῇ Ῥωσίᾳ, ἡ γὰρ Οὐκραίνα μέρος μέγα τῆς χώρας πάλιν κατέλαβεν ἣν ἡ Ῥωσία ἐπεῖχεν.

ἤδη μὲν ἓξ μῆνες ἐξεληλύθασιν ἐξ οὗ ὁ Ποῦτιν εἰς τὴν Οὐκραίναν εἰσβαλεῖν ἐκέλευσεν, νῦν δέ, ἐπειδὴ τὸ ἀποβὰν οὐκ ἔστιν οἷον πάντες ἐνόμιζον ἔσεσθαι, πολλοὶ ἐν τῇ Ῥωσίᾳ ἄρχονται τὸν Ποῦτιν ψέγειν· ἐν δὲ τῇ Ῥωσίᾳ ὡς ἐπὶ τὸ πολὺ αἱ ἧτται κακὰ συμπεράσματα τοῖς ἄρχουσιν ἔχουσιν· ἡ μὲν ἐπὶ τὴν Ἰαπωνίαν ἧττα αἰτία ἐγένετο τῆς τοῦ 1905ου ἔτους ἐπαναστάσεως, τὸ δὲ ἐν τῷ Πρώτῳ Παγκοσμίῳ Πολέμῳ ἀποβὰν αἴτιον ἐγένετο τῆς τοῦ 1917ου ἔτους.

τὸ οὖν νῦν ἐρώτημα τόδε ἐστίν, πότερον ὁ Ποῦτιν, ἰδὼν ὅτι τοῖς συνήθεσιν ὅπλοις νικᾶν οὐ δύναται, τοῖς ἀτομικοῖς χρήσεται ἢ οὔ.


Picture
Περού
8 Σεπτεμβρίου 2022

Ἡ Σίνα μέγαν λιμένα ἐν τῷ Περοὺ οἰκοδομεῖ περὶ οὗ οὐ πολὺ οὐδεὶς διαλέγεται· Chancay μέχρι τοῦ νῦν μικρὰ πόλις ἦν οὗ 63,000 πολῖται ᾤκουν, ἀλλὰ συνθήκη μὲν τῶν τῆς τε Σίνας καὶ τοῦ Περοὺ ἀρχόντων τοῦτον τὸν τόπον μεταβέβληκεν, οὗτος δὲ ὁ νέος λιμὴν κέντρον ἔσται τῆς ἐμπορίας μέχρι τῆς Ἀσίας καὶ τῆς Νοτίας Ἀμερικῆς.

τὸν μέγαν λιμένα ὀγδοήκοντα χιλιόμετρα ἀπὸ τῆς πρωτευούσης Λίμα οἰκοδομοῦσιν, ἵνα δὲ τῷ Παναμερικανῷ ὁδῷ σύνδεσμον ἔχῃ ἀναγκαῖόν ἐστιν ὑπόνομον ὀρύττειν (ἐν τῇ φωτογραφίᾳ) δύο χιλιόμετρα τὸ μῆκος.



Picture
Ἡνωμένον Βασίλειον
7 Σεπτεμβρίου 2022

τοῦ Boris Johnson τὴν ἀρχὴν καταλιπόντος, ἡ Liz Truss, 47 ἔτη γεγονυῖα, νέα τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργὸς γεγένηται· τὸ πρόγραμμα ὃ ἡ L.T. προτίθησιν ὡς ἐπὶ τὸ πολὺ οὐ πολλῷ ἐκείνῳ τοῦ B.J. διαφέρεται, πλὴν ὅτι ὑπισχνεῖται τοὺς φόρους μειοῦν (διὰ δὲ τοῦτο πολλοὶ αὐτὴν τῇ Margaret Thatcher ἀπεικάζουσιν).

πάντες δὲ καὶ εἰδέναι βούλονται ὅ τι περὶ τοῦ οὕτω καλουμένου “Βρέξιτ“ διανοεῖ,ξ ἡ δὲ ἀπόκρισις ἥδε ἐστίν· πρῶτον μὲν ἐπὶ τὸ Βρέξιτ καρτερῶς διελέγετο, ἔπειτα δὲ ὑπὲρ αὐτοῦ· μεταβολὴν οὖν περὶ τούτου τοῦ πράγματος γενήσεσθαι οὐδένα δεῖ εὐέλπιδα εἶναι.



Picture
Γερμανία
5 Σεπτεμβρίου 2022

Ἤδη πεντηκοστὸν ἔτος ἐγένετο ἡ τρομοκρατικὴ προσβολὴ ἐν τοῖς Ὀλυμπίοις τῷ 1972ῳ ἔτει ἐν τῷ Μονάχῳ τότε γιγνομένοις· τῇ πεμπτῇ Σεπτεμβρίου ἐκείνου τοῦ ἔτους ἑταῖροι τῆς τρομοκρατικῆς ἑταιρείας “Μελαίνης Σεπτεμβρίου“ εἰς τὴν ὀλυμπικὴν κώμην κρυφῇ εἰσελθόντες πρὸς τὰ οἰκήματα προσῆλθον οὗ οἱ Ἰσραηλίνοι ἀθληταὶ ὤκουν καὶ δύο μὲν ἀπέκτειναν, ἐννέα δὲ ἄλλους ὡς αἰχμαλώτους κατέλαβον· ἔπειτα δὲ οἱ τρομοκράται ἐκφυγεῖν πειρώμενοι αὐτοὺς πρὸς τὸν ἀερολιμένα ἤνεγκον, ἀλλὰ ἐκεῖ μάχης τοῖς φύλαξι γενομένης οἱ μὲν ἐννέα αἰχμάλωτοι ὑπὸ τῶν τρωμοκρατῶν, τῶν δὲ ὀκτὼ τρομοκρατῶν πέντε ὑπὸ τῶν φυλάκων ἀπέθανον.

τήμερον δὲ ἐν τῇ Γερμανίᾳ πρᾶξις μνήμης γενήσεται.



Picture
Ῥωσία
31 Αὐγούστου 2022

ὁ Μιχαῖλ Γορβαζιόβ, ὁ ἀνὴρ ὃς τὴν οὕτω καλουμένην perestroika εἰς τὴν Ῥωσίαν εἰσήνεγκεν, ἀπέθανε χθὲς ἐνενήκοντα ἓν ἔτη γεγονώς.

ὁ Γ., ἄρχων τῆς USSR τῷ 1985ῳ ἔτει γενόμενος, ἀρχιτέκτων ἐγένετο τῶν μεταβολῶν αἳ τῇ τῆς Ῥωσίας ἀρχῇ τέλος ἔθεσαν (ἡ γὰρ USSR κατελύθη) καὶ τῷ “Ψυχρῷ Πολέμῳ.“ τῷ μὲν 1991ῳ ἔτει τῆς ἀρχῆς ἐξέστη. διὰ δὲ πάντα ἃ ἐποίησεν οἱ μὲν τὴν ἀρχὴν διαμένειν βουλόμενοι μιςοῦσιν αὐτόν, οἱ δὲ τέλος ἔχειν βουλόμενοι μισοῦσιν.



Picture
Οὐκραίνα
30 Αὐγούστου 2022

Τὸ τῆς Οὐκραίνας στράτευμα προσβολὴν ἐν τῇ τῆς χώρας μεσημβρίᾳ ποιησάμενον ἠνάγκασε τὸ Ῥωσικὸν στράρευμα ἀναχωρεῖν (καὶ εἰ οὐ μακράν), ἡ γὰρ Οὐκραίνα πειρᾷ νῦν τὴν Χερσὸν ἐπαρχίαν αὖθις ἀναλαβεῖν. Ἡ Οὐκραινὴ φερέφωνος Humenyuk εἶπε τοῖς ἐκεῖ πολίταις ὅτι ἐὰν ἐξελθεῖν μὴ ἐξῇ ἐκ τῶν πόλεων οὗ ἴσως μαχὴ γενήσεται δεήσει αὐτοὺς καταφυγήν τινα εὑρεῖν.

νῦν δὲ ὁ μέγιστος κίνδυνος ἐν τῷ πυρηνικῷ ἐργοστασίῳ Zaporiyia κεῖται· ἥ τε Ῥωσία καὶ ἡ Οὐκραίνα ἀλλήλας αἰτιῶνται τοῦ πυρηνικοῦ κινδύνου.



Picture
ΗΑΠ
27 Αὐγούστου 2022

Ἡ Καλιφορνία ἐγένετο προχθὲς ἡ πρώτη τῶν ΗΑΠ ἐπαρχία ἣ τὴν πρᾶσιν τὴν αὐτοκινήτων πετρελαίῳ χρωμένων συστέλλει, ἀπὸ γὰρ τοῦ 2035ου ἔτους ἀπερεῖ μὲν τοιαῦτα αὐτοκίνητα πωλεῖν, δεήσει δὲ πάντα τὰ νέα αὐτοκίνητα εἴτε ἠλεκτρικὰ εἴτε ὑβρίδια εἶναι· τούτῳ δὴ τῷ νόμῳ πειρῶσι τὴν διοξειδίου τοῦ ἄνθρακος ἐκπομπὴν τὰς δύο ἐπιγιγνομένας δεκάδας μειοῦν. κατὰ τοὺς τούτῳ τῷ νόμῳ ἐπικουροῦντας τοῦτο μεγίστη μεταβολὴ τῶν αὐτοκινητικῶν ἐπιχειρήσεων γενήσεται, ἡ γὰρ Καλιφορνία θαυμαστὸν αὐτοκινήτων πωλητήριόν ἐστιν, παραδείγματος ἕνεκα νῦν εἴκοσι καὶ ἐννέα ἑκατομμύρια αὐτοκινήτων ἐγγεγραμμένα ἐστίν.

ὅμως δὲ λέγουσι πολλοὶ ὅτι οἱ νόμοι εἰς τοσοῦτον τηλέπορον μέλλοντα χρόνον τεθέντες ἄχρηστοί εἰσιν, οὐδεὶς δὲ οἶδε πότερον οὗτος ὁ νόμος ἀληθῶς κυρωθήσεται ἢ οὔ, τοῦ γὰρ κόσμου οὕτω ταχέως μεταβαλλομένου ἡ τῷ 2035ῳ ἔτει κατάστασις τοσοῦτο διάφορος τῆς νῦν ἔσται ὥστε οὗτος ὁ νόμος οὐδὲν τότε σημανεῖ.



Powered by Create your own unique website with customizable templates.