Ῥωσία
6 Ἰουνίου 2022
Χθὲς ἐν τῇ Οὐκραίνᾳ ἄλλος Ῥῶσος στρατηγὸς ἀπέθανεν, ὁ Ῥομὰν Κουτούζοβ, κατὰ δὲ τὸ εἰκὸς τὰ τῆς Ῥωσίας ἀγγέλματα καὶ τὰ τῆς Οὐκραίνας ἀλλήλων παραλλάττει, κατὰ μὲν γὰρ τὴν Ῥωσίαν οὗτος ἐστὶν ὁ τέταρτος στρατηγὸς ὃς ἐν τούτῳ τῷ πολέμῳ ἀποθνῄσκει, κατὰ δὲ τὴν Οὐκραίναν ὁ τρισκαιδέκατος. ὁ στρατηγὸς ἐν τῇ ἐπαρχίᾳ Δονβὰς ἀπέθανεν, πρὸς ἀνατολὰς τῆς Οὐκραίνας, ἐν ἐπιθέσει ἣν αὐτὸς ἦγεν.
ἔπειτα δὲ ὁ τῆς Ῥωσίας τῶν ἐξωτερικῶν ὑπουργὸς Λάβροβ (ἐν τῇ φωτογραφίᾳ) οὐκ ἐδύνατο εἰς τὴν Σερβίαν πορεύεσθαι διότι τρεῖς χῶραι (ἥ τε Βουλγαρία καὶ ἡ Βορεία Μακεδονία καὶ τὸ Μαυροβούνιον) οὐκ εἴασαν τὸ ἀεροσκάφος αὐτοῦ τὸν ἑαυτῶν οὐρανὸν ὑπερπέτεσθαι.

Καναδά
31 Μαίου 2022
ὁ τοῦ Καναδὰ πρωθυπουργὸς Justin Trudeau βούλεται νέον νόμον προθεῖναι ὃς τοὺς πολίτας πυροβόλα ὅπλα ὠνεῖσθαι κωλύσει, κατὰ γὰρ τὸν πρωθυπουργὸν οὐδεμία αἰτία κεῖται ὥστε τοὺς πολίτας ὅπλων εἰς τὴν καθ' ἡμέραν δίαιταν δεῖσθαι (πλὴν τοῦ θηρεύειν).
ἐν μὲν τῷ Καναδὰ ἡ πολιτεία τὸ δικαίωμα τὸ τοῦ πυροβόλα ὅπλα ἔχειν οὐ φυλάττει, καὶ εἰ πολλοὶ πολῖται ἔχουσιν, ἄλλοι τε καὶ οἱ ἐν τοῖς ἀγροῖς οἰκοῦντες, τοιοῦτοι δὲ φόνοι οἷος ὁ ἐν τῷ Τέξας γενόμενος καὶ ἐν ταύτῃ τῇ χώρᾳ ἐνίοτε γίγνονται, παραδείγματος ἕνεκα τῷ Ἀπριλίῳ τοῦ 2020ου ἔτους ἀνήρ τις φύλαξ εἶναι προσποιούμενος ἐν τῇ ἐπαρχίᾳ Νέᾳ Καλεδονίᾳ εἴκοσι καὶ δύο ἀνθρώπους ἀπέκτεινεν.

ΗΑΠ
28 Μαίου 2022
Τῆς περιλύπου συμφορᾶς ἐν τῇ ἐπαρχίᾳ Τέξας γενομένης ἐν ᾗ ἐννεακαίδεκα παῖδες καὶ δύο διδάσκαλοι ὑπὸ φονέως ἀπέθανον ἡ ἑταιρεία NRA (καθ' ἣν δίκαιόν ἐστι τοῖς πολίταις ὅπλα ἔχειν) τὴν ἐπέτειον ὁμιλίαν ποιεῖται ἐκεῖ ἐν τῇ αὐτῇ ἐπαρχίᾳ οὗ τοῦτο ἐγένετο.
οἱ δὲ τῶν ΗΑΠ πολῖται περὶ τοῦτο διίστανται, πότερον δεῖ τοὺς πολίτας ὅπλα ἔχειν ἐᾶν ἢ οὔ, οἱ μὲν γὰρ λέγουσιν ὅτι τοιαῦται συμφοραὶ γίγνονται διότι ῥᾷστόν ἐστι τοῖς φονεῦσιν ὅπλα ὠνεῖσθαι, οἱ δὲ ὅτι ὃ μόνον φονέα ὅπλον ἔχοντα κωλύει τόδε ἐστίν, χρηστὸς πολίτης ἄλλο ὅπλον ἔχων.

25 Μαίου 2022
Ὁ διπλωματικὸς Boris Bondarev, ὃς τῆς Ῥωσίας παρὰ τῷ Ἡνωμένων Ἐθνῶν Ὀργανισμῷ πρεσβευτής ἐστιν, ἀπροσδοκήτως ἐπιστολὴν ἔπεμψε προχθὲς οὗ λέγει ὅτι ἑκὼν τοιαύτην πρεσβείαν καταλείπει.
οὗτος ὁ διπλωματικός, εἴκοσιν ἔτη πρεσβεύσας, καρτερῶς τόν τε Ποῦτιν καὶ τὸν τῶν ἐξωτερικῶν ὑπουργὸν Labrov μέμφεται, λέγει μὲν ὅτι ὁπόταν ὁρᾷ ἃ ἡ Ῥωσία νῦν ποιεῖ μάλιστα αἰσχύνεται, τὸν δὲ πόλεμον “φόνον ἐπὶ τὴν Οὐκραίναν“ καλεῖ· καὶ δὴ καὶ τόν τε Ποῦτιν καὶ τὸν Labrov πολλάκις “ψεύστας“ καλεῖ.
πρὸς τὸ παρὸν ἡ τῆς Ῥωσίας ἀρχὴ οὐδὲν περὶ τοῦτο ἀπεκρίνατο, ἀλλὰ ἤδη ἴσμεν ὅτι οἵτινες ἂν τὸν Ποῦτιν μέμφωνται εἴτε ἀποθνῄσκουσι (καὶ εἰ ἀποδημοῦσιν) εἴτε ἐν δεσμωτηρίῳ κεῖνται.
τί δὲ πείσεται νῦν ὁ Boris Bondarev εἰς τὴν Ῥωσίαν ἐπανελθών;

Ἡνωμένον Βασίλειον
22 Μαίου 2022
Ὁ Stanley Johnson, ὃς πατὴρ τοῦ Boris Johnson, τοῦ Βρετανικοῦ Πρωθυπουργοῦ, τυγχάνει ὤν, προχθὲς τῆς Γαλλίας πολίτης ἐγένετο· ἐξ οὗ μὲν γὰρ τὸ Ἡνωμένον Βασίλειον τὴν Εὐρωπαικὴν Ἕνωσιν κατέλιπεν, πολλοὶ Βρετανικοὶ πολῖται τὴν ἄλλης χώρας πολιτείαν ἥτις μέρος τῆς Ε.Ε. ᾖ ἂν ἐκτήσαντο, αὐτῷ δέ, ὃς εἶπεν ὅτι ἐντὸς τῆς Εὐρωπαικῆς Ἑνώσεως μένειν βούλοιτο, ῥᾴδιον ἐγένετο τὴν Γαλλικὴν πολιτείαν κτᾶσθαι, ἡ γὰρ μήτηρ αὐτοῦ ἤδη ταύτην τὴν πολιτείαν εἶχεν.
ἤδη μὲν τῷ Δεκεμβρίῳ τοῦ 2020ου ἔτους εἶπεν ὁ S. J. ὅτι τοῦτο ποιεῖν ἐν νῷ ἔχοι, ἀλλὰ οὐ πολλοὶ αὐτῷ ἐπιστεύσαντο, ἐνόμιζον γὰρ τὸν πρωθυπουργὸν ῥᾳδίως πείσειν τὸν πατέρα τοῦτο μὴ ποιεῖν, ὁ δὲ πρωθυπουργὸς εἶπε χθὲς ὅτι τοῦτο ἴδιον τοῦ πατρὸς πρᾶγμα εἴη, αὐτὸς γὰρ ἐν τῇ Νέᾳ Ἰόρκῃ γενόμενος οὐ μόνον τὴν Βρετανικὴν ἀλλὰ καὶ τὴν Ἀμερικανὴν πολιτείαν εἴκοσι καὶ πέντε ἔτη ἔχοι (τέλος δὲ τῷ 2006ῳ ἔτει τὴν Ἀμερικανὴν ἑκὼν ἀπέωσεν).
καὶ ὁ τοῦτο γράφων τήμερον λυπηρός ἐστιν, κατὰ γὰρ τοὺς νόμους “γέρων“ γίγνεται, ἤδη ἑξήκοντα ἔτη τήμερον γεγονώς...

Ἑλλάς
20 Μαίου 2022
Ὁ συνθέτης Εὐάγγελος Ὀδυσσέας Παπαθανασίου, ὡς ἐπὶ τὸ πολὺ “Βαγγέλης“ καλούμενος, ἀπέθανε τῇ Τρίτῃ τῆς νυκτὸς ἐν τῷ Παρίσι ἑβδομήκοντα ἔτη γεγονώς. ἐνδοξότατος συνθέτης ὤν, ἐπειδὴ τὴν μουσικὴν συνέθηκε τὴν τοῦ ἔργου “Οἱ τῆς Φωτιὰς Δρόμοι“ ἣν πάντες ἀκούσαντες ἐθαύμασαν (ἔτι καὶ νῦν θαυμάζουσιν) εἰς τὴν τοῦ βίου ἀκμὴν ἀφίκετο Ὄσκαρ διὰ ταύτην τὴν μουσικὴν κτησάμενος.
ἐν μὲν τῇ Ἑλλάδι τῷ 1943ῳ ἔτει γενόμενος ἐκεῖ ᾤκει, τῷ δὲ 1967ῳ ἔτει τοῦ στρατεύματος τὴν ἀρχὴν ἑλόντος ἔδοξεν αὐτῷ τὴν Ἑλλάδα ἀπολιπόντι πρῶτον μὲν ἐν τῷ Λονδίνῳ οἰκεῖν, ἔπειτα δὲ ἐν τῷ Παρίσι, οὗ ἡγεμὼν ἐγένετο τῆς οὕτω καλουμένης ἠλεκτρονικῆς μουσικῆς.
καὶ δὴ καὶ ζωγράφος ἦν, ἀλλὰ τοῦτο τὸ μέρος αὐτοῦ ἄγνωστον πολλοῖς μένει.

17 Μαίου 2022
Χθὲς τῇ Δευτέρᾳ ἡ ἐπιχείρησις McDonald's ἤγγειλεν ὅτι γνώμην ποιήσαιτο τὰ καπηλεῖα πωλεῖν ἃ ἐν τῇ Ῥωσίᾳ ἔχει, τῆς μὲν γὰρ εἰς τὴν Οὐκραίναν Ῥωσικῆς εἰσβολῆς ἀρξαμένης ἔδοξε τῇ ἐπιχειρήσει εἰς τὸ παραυτίκα, οὐδὲ εἰς ἀεί, τὰ καπηλεῖα ἀποκλεῖσαι, νῦν δὲ ἤγγειλαν ὅτι αὕτη ἡ ἀπόκλῃσις ἔμπεδος ἔσται.
ὁ τῆς ἐπιχειρήσεως πρόεδρος, ὁ Chris Kempczinski, λέγει ὅτι ἡ τοῦ ἀποκλεῖσαι διαγνώμη χαλεπὴ μὲν ἐγένετο, ἀναγκαία δέ.
τῷ μὲν 1990ῳ ἔτει ἡ μὲν MD εἰς τὴν Ῥωσίαν εἰσῆλθεν, ὃ πολλοῖς σύμβολον ἐγένετο τῆς τοῦ Ψυχροῦ Πολέμου τελευτῆς, οἱ δὲ πολῖται πολὺν χρόνον ἐν τῇ Pushkin ἀγορᾷ ἑστηκότες ἔμενον ἵνα τοῦ Ἀμερικανοῦ σίτου γεύσαιντο, νῦν δὲ τὸ ὡρολόγιον τριάκοντα ἔτη ὀπίσω ἀνέβη.

Ἰταλία
15 Μαίου 2022
Ἡ Οὐκραίνα χθὲς τῆς νυκτὸς ἐν τῷ Eurovision ἀγῶνι τὸ ἆθλον ἠνέγκετο. ὁ μὲν ἀγὼν ἐν τῇ Ἰταλίᾳ ἐγένετο, ἐν τῇ πόλει Τουρίν, ἡ δὲ Οὐκραινὴ “Κάλυς Ὀρχήστρα“ τῷ ὕμνῳ “Στεφανίᾳ“ ἐνίκησεν, ὁ γὰρ ὕμνος τὰς μητέρας ὑμνεύει τὰς τῶν στρατιωτῶν οἳ πρὸς τὴν Ῥωσίαν μάχονται, ὃ μάλιστα τοῖς θεαταῖς ἤρεσεν.
ἡ Οὐκραίνα ἄλλως τε καὶ τοῖς οὕτω καλουμένοις τηλεψήφοις ἐνίκησεν, οἷς χρώμενοι καὶ οἱ τῆς Εὐρώπης πολῖται ψηφίζεσθαι δύνανται.
κατὰ δὲ τοὺς τοῦ ἀγῶνος νόμους δεῖ τὸν ἐπιγιγνόμενον ἀγῶνα ἐν τῇ τῶν νικησάντων χώρᾳ γενέσθαι, ἀλλὰ ἐὰν ἡ εἰσβολὴ ἔτι διαμένῃ ἴσως δεήσει τὴν Εὐρωπαικὴν Ῥαδιοτηλεοπτικὴν Ἕνωσιν βουλεύεσθαι ὅπου δέοι ἂν τὸν τοῦ 2023ου ἔτους ἀγῶνα γενέσθαι.

Φινλανδία
12 Μαίου 2022
Ἡ Σάννα Μάριν, πρωθυπουργὸς τῆς Φινλανδίας, εἶπεν ὅτι αὕτη ἡ χώρα εἰς τὸν ΒΑΣΩ ὡς τάχιστα εἰσιέναι αἰτήσοι (ἤδη μὲν πάλαι ἡ Σ. Μ. περὶ τοῦτο λόγους τινὰς κούφως ἐποιήσατο, νῦν δὲ ἐντόνως τὸ αὐτὸ διαβεβαιοῦται), ὡς δὲ τὸ εἰκὸς καὶ ἡ Σουεδία τὸ αὐτὸ αἰτήσει.
ὁ τοῦ Ποῦτιν φερέφωνος, Διμίτριος Πέσκοβ, ταχέως ἀποκρινάμενος τούτῳ τῷ βουλεύματι ἐπετίμησεν, καὶ δὴ καὶ οὐ διὰ πολλοῦ ὁ τῶν ἐξωτερικῶν τῆς Ῥωσίας ὑπουργὸς εἰς ὀργὴν καταστὰς προσέθηκεν ὅτι εἰ ἡ Φινλανδία εἰς τὸν ΒΑΣΟ εἰσίοι “τεχνικαὶ-στρατιωτικαὶ“ ἐπιστροφαὶ γενήσοιντο.
κατὰ δὲ τοὺς ἐμπείρους ταύτας τὰς ἀπειλὰς βάλλουσα ἡ Ῥωσία αὐτὴ δείκνυσι διὰ ὅ τι δεῖ τὴν Φινλανδίαν εἰς τὸν ΒΑΣΟ εἰσιέναι.

Φιλιππίναι
10 Μαίου 2022
Ὁ Φερδινὰνδ Μάρκος (ἑξήκοντα τέτταρα ἔτη γεγονώς), υἱὸς ὢν τοῦ δικτάτωρος τῷ αὐτῷ ὀνόματι καλουμένου ὃς τῆς χώρας εἴκοσιν ἔτη ἦρξεν, ἐνίκησε χθὲς ἐν ταῖς ἀρχαιρεσίαις αἳ ἐν ταῖς Φιλιππίναις ἐγένοντο· ὁ μὲν Φ. Μ. τὸ 60% τῶν ψήφων ἐκτήσατο, ἡ δὲ Λένι Ῥοβρέδο, ἡ ἀντίπαλος, τὸ 30% (τὸ παραμένον 10% ἄλλοι ὑπόψηφοι ἐκτήσαντο).
ὁ μὲν πατὴρ Φ. Μ. τῷ 1986ῳ ἔτει, ἐπαναστάσεως γενομένης, ἐκ μὲν τῆς ἀρχῆς ἐκβληθεὶς πρὸς τὴν Χαβάην ἐξέφυγε πάντας τοὺς συγγενεῖς ἔχων καὶ περὶ 5,000 - 10,000 ἑκατομμύρια δολάρων ἀπὸ τοῦ δημοσίου ἀπολαβών, ἐκεῖ δὲ ἐν τῇ Χαβάῃ τῷ 1989ῳ ἔτει ἀπέθανεν, ὁ δὲ υἱός, εἰς τὰς Φιλιππίνας ἀπὸ τῆς ἐξορίας τῷ 1991ῳ ἔτει ἐπανελθὼν καὶ βουλευτὴς γενόμενος, οὐδὲν ἄλλο ἐποίει ἢ λέγειν ὅτι ἡ τοῦ πατρὸς ἀρχὴ οὐ τοιαύτη ἦν οἵαν πάντες λέγουσιν.

Σρὶ Λάγκα
7 Μαίου 2022
Οὐ πολλοὶ περὶ τῆς νέας χρηματιστικῆς πόλεως ἀκηκόασιν ἣν ἡ Σρὶ Λάγκα οἰκοδομεῖ· ἤδη δὴ πάλαι ἔδοξε τῇ Σρὶ Λάγκα νέον χρηματιστικὸν κέντρον ἐγγὺς τοῦ τῆς πρωτευούσης (Κολόμβο) λιμένος τῆς Σίνης ὠφελούσης οἰκοδομεῖν, ἀλλὰ πρῶτον ἔδαφος ἀπὸ τῆς θαλάττης “ἁρπάζειν“ ἐδέησεν, ὃ Σίνων μηχανικῶν ὠφελούντων ἤδη βραδέως κτῶνται (ἐν τῇ φωτογραφίᾳ τὸ περίμετρον ἰδεῖν δυνάμεθα).
νομίζουσι δὲ οἱ ἔμπειροι τοῦτο τὸ βούλευμα, καίπερ μὲν τῷ 2014ῳ ἔτει ἀρχθέν, τέλος ἕξειν τῷ 2040ῷ ἔτει, οὕτως δὲ κρατήσειν ὥστε οἷόν τ' εἶναι τοῖς χρματιστικοῖς τῆς τε Δουβαῖ καὶ τῆς Χὸγκ Κὸγκ καὶ τῆς Σιγγαπούρας κέντροις ἀνταγωνίζεσθαι.

Οὐκραίνα
5 Μαίου 2022
Ταύτης τῆς προτέρας νυκτὸς ἡ Ῥωσία τὴν πρὸς πολλὰς τῆς Οὐκραίνας πόλεις προσβολὴν ηὔξησε πυραύλοις χρωμένη, ὁ δὲ πυραύλων ὄμβρος τοσοῦτος ἐγένετο ὥστε ὁ Οὐκραινὸς τῶν Ἐξωτερικῶν Ὑπουργός, ὁ Dimitro Kuleba, εἶπεν ὅτι τοῦτο καλεῖν ἐξείη “πυραύλων τρομοκρατίαν.“
οὐδένα δὲ λανθάνει ἥτις ἡ ταύτης τῆς αὐξήσεως αἰτία τυγχάνει οὖσα, ἡ μὲν γὰρ 9η Μαίου (ἡ οὕτω καλουμένη “τῆς νίκης ἡμέρα“ ἐν τῇ Ῥωσίᾳ) πλησιάζει, ὁ δὲ Ποῦτιν βούλεται νίκην κτᾶσθαι ἣν ἂν τοῖς πολίταις προθεῖσθαι δύνηται, διὰ δὲ τοῦτο νῦν τὸ στράτευμα τὰς προσβολὰς αὐξάνειν κελεύει, τὴν νίκην κτᾶσθαι πειρώμενος πρὶν ἂν αὕτη ἡ ἡμέρα ἀφίκηται.

Εὐρώπη
3 Μαίου 2022
Ἐξ οὗ ἡ Ῥωσία τὴν εἰς τήν τε Πολωνίαν καὶ τὴν Βουλγαρίαν ἀερίου παροχὴν διέκοψεν ἡ Εὐρώπη ἄλλας πηγὰς ζητεῖ ἐξ ὧν δύναιτο ἂν ἀέριον εἰσάγειν· κατὰ δὲ τὸν Levon Kameryan, ἔμπειρον τῆς ἑταιρείας Scope Rating ἀναλυστήν, ὑγραερίου ἀπὸ τῆς τε ΗΑΠ καὶ τοῦ Κατὰρ ἀφικνουμένου ἡ Εὐρώπη πάσχειν ῥᾳδίως δύναιτο ἂν βραχύπορον τῆς τοῦ Ῥωσικοῦ ἀερίου παροχῆς διακοπήν, ἄλλως τε καὶ διότι τοῦ θέρους οἱ πολῖται οὐ τοσούτῳ ἀερίῳ χρῶνται ἵνα θερμαίνωνται, ἀλλὰ τοῦ χειμῶνος ἀφικομένου τοῦτο οὐχ ἱκανὸν εἴη ἄν.
τούτων δὲ οὕτως ἐχόντων, ὁ κεφαλαῖος ἀερίου ποριστὴς ἴσως γένοιτο ἂν ἡ Νορβεγία, τῶν μεγίστων ὑποβρυχίων ἀποθηκῶν ἕνεκα.

1 Μαίου 2022
Χθὲς τὰ Ῥωσικὰ ἀγγέλματα ἔτι ἄλλο βάθρον ἀνέβη· ἡ εἰς τὴν Οὐκραίναν εἰσβολὴ οὐχ οὕτω ῥᾳδία ἐγένετο ὡς ὁ Ποῦτιν ἤλπιζε διότι αἱ ἑσπέριαι χῶραι τῇ Οὐκραίνᾳ βοηθοῦσιν, τὸ οὖν τῷ Ποῦτιν κεφαλαῖον βούλευμά ἐστι νῦν ταύτην τὴν βοήθειαν παύειν.
χθὲς οὖν ἡ Ῥωσικὴ τηλεόρασις πρόγραμμα ἐξῆκε ἐν ᾧ ἐξέδειξε πόσου χρόνου δέοιτο ἂν πυρηνικὸν πύραυλον Σάρματ ἵνα εἰς τὰς Εὐρωπαικὰς πρωτευούσας ἀφίκοιτο· ἑκατὸν ἓξ δευτερολέπτων ἵνα εἰς τὸ Bερολίνον ἀφίκοιτο, διακοσίων δὲ ἵνα εἰς τὸ Παρίσι καὶ διακοσίων τριῶν ἵνα εἰς τὸ Λονδίνον, εἶπε δὲ ὁ τοῦ προγράμματος ἡγεμὼν ὅτι οὐδεὶς κατὰ πᾶσαν τὴν οἰκουμένην περιέσοιτο.
τοιαύτην μὲν ἀκρίβειαν καὶ τοιαῦτα ἀποκαλυπτικὰ μαντεύματα ἐκδεικνύντες δηλοῦν πειρῶσιν ὅτι πάντα εἰς τὸ τοῦ κόσμου τέλος παρεσκευασμένα ἐστὶν ἐάν τις τῇ Οὐκραίνᾳ βοηθῇ, οὐδένα δὲ λανθάνει ὁ Ποῦτιν τὰς ἑσπερίας χώρας ἐκπλήττειν πειρώμενος, ὃ οὔπω ἐκτήσατο.

29 Ἀπριλίου 2022
Ἐν τῇ Lappeenranta ἡ κατάστασις μάλιστα μεταβέβληται ἐξ οὗ ἡ Ῥωσία εἰς τὴν Οὐκραίναν εἰσέβαλεν· τοῦτο τὸ ἄστυ, μόνον εἴκοσι χιλιόμετρα ἀπὸ τῆς Ῥωσίας ἀπέχον, παράδειγμα ἦν τῶν ἀγαθῶν τῆς Φινλανδίας πρὸς τὴν Ῥωσίαν σχέσεων, κατ' ἐνιαυτὸν γὰρ ἑκατομμύριον Ῥωσίων πολιτῶν εἰς τοῦτο τῆς Φινλανδίας μέρος τὸν ὅρον διέβαινον οὐ μόνον σχολῆς ἕνεκα ἀλλὰ καὶ ἵνα παντοδαπὰ ὠνοῖντο φόρους οὐ τίνοντες.
τῆς μὲν πανδημίας γενομένης χαλεπὸν ἐγένετο τοῖς πολίταις ἔνθα καὶ ἔνθα πορεύεσθαι, αὕτη δὲ ἡ ἐπιβατῶν ῥοὴ μάλιστα ἐμειώθη, ἀλλὰ νῦν σχεδὸν παντελῶς διεκόπη, ἡ μὲν γὰρ Φινλανδία εἰς τὸν ΒΑΣΩ εἰσιέναι πειρᾷ (τὸ μὲν γὰρ πρότερον μόνον τρίτον τῶν πολιτῶν μέρος ἤθελεν, νῦν δὲ οἱ πλεῖστοι βούλονται), τοῖς δὲ τῆς Ῥωσίας πολίταις, καὶ εἰ οὐκ ἀπαγορεύεται εἰς τὴν Φινλανδίαν εἰσιέναι, χαλεπώτατον γεγένηται πρὸς ταύτην τὴν χῶραν πορεύεσθαι.

Πολωνία
27 Ἀπριλίου 2022
Ἡ Ῥωσικὴ ἑταιρεία Gazprom διακόψει τήμερον τὴν εἰς τὴν Πολωνίαν ἀερίου παροχήν, πολλῶν γὰρ χωρῶν τῇ Οὐκραίνᾳ ὠφέλειαν παρεχουσῶν ὁ Ποῦτιν τῷ μηνὶ Μαρτίῳ εἶπεν ὅτι δεήσοι τὰς “τῇ Ῥωσίᾳ ἐχθρικὰς“ χώρας τὴν ἀερίου εἰσαγωγὴν ῥουβλίοις ἐκτίνειν, ὃ ἡ Πολωνία παντελῶς ἀπέωσεν.
ὅμως δὲ τοῦτο τὴν Πολωνίαν οὐδαμῶς ταράττει, αὕτη γὰρ ἡ χώρα ἤδη ἐν νῷ εἶχε τῇ Ῥωσικοῦ ἀερίου εἰσαγωγῇ τέλος θεῖναι τῆς συμβάσεως τῷ ἐπιγιγνομένῳ Δεκεμβρίῳ τελευτησάσης, καὶ δὴ καὶ ἡ τῆς ἐνεργείας ὑπουργὸς εἶπε νεωστὶ ὅτι αἱ ὑπόγειοι ἀερίου ἀποθῆκαι πλήρεις εἶεν.

Σίνα
24 Ἀπριλίου 2022
Ἡ Σαγκάη, πόλις οὗ εἴκοσι καὶ πέντε ἑκατομμύρια ἀνθρώπων οἰκεῖ, οὐ μόνον τὸ οἰκονομικὸν τῆς Κίνης κέντρον ἐστὶν ἀλλὰ καὶ τὸν μέγιστον ἐν τῷ κόσμῳ λιμένα ἔχει· νῦν δὲ ἡ μὲν τῆς πόλεως ἀπομόνωσις τοῦ ἰοῦ Covid-19 ἕνεκα διαμένει, τῶν δὲ φορτηγικῶν ἁμαξῶν εἰς τὸν λιμένα ἀφίκεσθαι οὐ δυναμένων τά τε φορτία ἐν τῷ λιμένι συσσωρεύεται καὶ τὰ δοχεῖα ἐκεῖ μένει.
οὐδὲ μόνον ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἐν τῇ θαλάττῃ αὐτῇ συσσώρευσις νεῶν γίγνεται, πολλοῖς μὲν γὰρ τῶν ἐργαστῶν οἳ πάσας τὰς ἐγγραφὰς παρασκευάζουσιν ἵνα αἱ ὁλκάδες τὰ φορτία ἐκφορτῶσιν οὐκ ἔξεστιν ἐργάζεσθαι διότι, σημεῖα τῆς νόσου δείξαντες, ἐκελεύσθησαν τὴν οἰκίαν μὴ καταλιπεῖν, αἱ δὲ ὁλκάδες πρὸ τοῦ λιμένος ἀγκυρουχίᾳ μένουσι τὸ “χλωρὸν φῶς“ μένουσαι.

Βενετία
22 Ἀπριλίου 2022
Τῆς πανδημίας ἤδη βραδέως τελευτώσης, οἱ περιηγηταὶ αὖθις ἄνω καὶ κάτω, ἔνθα καὶ ἔνθα πορεύονται, ἐν δὲ τῇ Βενετίᾳ τά τε ξενοδοχεῖα καὶ τὰ ἑστιατόρια αὖθις πλήρη ὄντα φαίνεται, παραδείγματος ἕνεκα τῷ Σαββάτῳ 160,000 περιηγηταὶ εἰς τὴν πόλιν ἀφίκοντο, ἀλλὰ τοῦτο οὐ πᾶσιν ἀρέσκει.
νῦν οὖν ὁ τῆς πόλεως δήμαρχος, ὁ Luigi Brugnaro, τὴν διάνοιαν προστίθησιν ἣν ἤδη πρὸ τῆς πανδημίας ἐν νῷ εἶχεν· τὸν τῶν περιηγητῶν ἀριθμὸν ὁρίζειν καὶ μονον 50,000 καθ' ἡμέραν δέχεσθαι, τῷ δὲ μέλλοντι χρόνῳ (ἀκριβῶς οὐκ ἴσμεν ὁπότε τοῦτο γενήσεται) ἀναγκαῖον ἔσται τοῖς περιηγηταῖς εἰσιτήριον τίνειν, ὡσπερ ἂν εἰ ἡ πόλις μουσεῖον εἴη, ἀλλὰ μόνον ἐκείνοις οἵτινες ἂν ἐν τοῖς τῆς πόλεως αὐτῆς ξενοδοχείοις μὴ καθεύδωσιν (τὰ ἔξω τῆς πόλεως ξενοδοχεῖα πολλῷ εὐτελέστερά ἐστιν).
τὸ δὲ ταύτης τῆς πόλεως πρόβλημα τόδε ἐστίν, ὁ τῶν περιηγητῶν ἀριθμὸς τοσοῦτος γεγένηται ὥστε πολλοὶ τῶν πολιτῶν προαιροῦνται τὴν πόλιν καταλιπόντες ἀνίστασθαι καὶ ἄλλοθι οἰκεῖν· κατ' ἐνιαυτὸν μὲν 700 πολῖται τὴν πόλιν καταλείπουσιν, τοῖς δὲ 1960-70 ἔτεσι ἡ πόλις 175,000 πολίτας εἶχεν, νῦν δὲ μόνον 50,000.

19 Ἀπριλίου 2022
Σχίσμα γεγένηται ἐντὸς τῆς ὀρθοδόξου ἐκκλησίας, οἱ γὰρ πλεῖστοι τῶν Οὐκραινῶν ἱερέων οἳ μέχρι τοῦ νῦν τῷ τῆς Μοσκβᾶς πατριάρχῃ Κυρίλλῳ ἐπείθοντο ὡς κεφαλῇ τῆς Ῥωσικῆς ὀρθοδόξου ἐκκλησίας ὄντι ἀφεστήκασιν.
τῆς εἰς τὴν Οὐκραίναν εἰσβολῆς ἀρξαμένης, οἱ τῆς Οὐκραίνας ἱερεῖς οἳ τῇ ὀρθοδόξῳ ἐκκλησίᾳ προσήκουσιν ἤλπιζον τὸν πατριάρχην Κύριλλον (ἐν τῇ φωτογραφίᾳ) τὴν εἰσβολὴν μέμψεσθαι, ἀλλὰ τὸ ἐναντίον ἐγένετο, ὁ γὰρ πατριάρχης οὐ μόνον οὐκ ἐσχετλίασεν οὔτε ἐπ' αὐτῇ οὔτε ἐπὶ τῷ μυρίων πολιτῶν φόνῳ (περὶ τῶν μυρίων ἀποθανόντων Οὐκρανῶν πολιτῶν οὐδὲν εἴρηκεν) ἀλλὰ καὶ τῷ μὲν Ῥωσικῷ στρατεύματι ἀγαθὰ ηὔξατο, πολλάκις δὲ εἴρηκεν ὅτι αὕτη ἡ εἰσβολὴ δικαία ἐστι καὶ τῇ Οὐκραίνᾳ ἐπαιτιᾶται.

Ἰσραῆλ
16 Ἀπριλίου 2022
Ἑκατὸν πεντήκοντα Παλαιστίνοι ὑπὸ τῶν Ἰσραηλίνων φυλάκων ἐν τοῖς Ἱεροσολύμοις ἐτρώθησαν, τούτων δὲ οἱ πλεῖστοι ἐν τῇ οὕτω καλουμένῃ “ Ἀρχαίᾳ Πόλει.“
τούτῳ δὴ τῷ ἔτει ἄτοπόν τι ἐγένετο· αἱ τρεῖς Ἀβραχαμικαὶ θρησκεύσεις αἳ ἐν ταύτῃ τῇ πόλει συνοικοῦσαι ἔχουσιν ἑκάστη τὴν ἑαυτῆς ἑορτήν (τὸ μὲν Ῥαμαζάνι τοῖς Μουσουλμάνοις, τὴν δὲ Πάσχαν τοῖς Ἰουδαίοις, τὴν δὲ Μεγάλην Ἑβδομάδα τοῖς Χριστιάνοις) ὡς ἐπὶ τὸ πολὺ διὰ ἄλλων τοῦ ἔτους μερῶν γιγνομένην, ἀλλὰ τούτῳ τῷ ἔτει αἱ τρεῖς ἑορταὶ ταῖς αὐταῖς ἡμέραις συμπίπτουσιν, ὃ τοῖς τελευταίοις τριάκοντα ἔτεσιν οὐκ ἐγένετο· ἡ ἐν τοῖς Ἱεροσολύμοις κατάστασις ἀεὶ κακή ἐστιν, ἀλλὰ αὕτη ἡ συντυχία πάντα πρὸς τὸ χεῖρον μεταβέβληκεν.
ἁμιλλῶν οὖν περὶ τῆς Ἀρχαίας Πόλεως γενομένων, οἱ Ἰσραηλίνοι φύλακες εἰς τὸ Ἂλ Ἄκσα ἱερὸν εἰσῆλθον, οὗ ἡ κατάστασις εἰς τὸν ὑψηλότατον τῆς βίας βαθμὸν κατέστη, τοῦτο γὰρ τὸ ἱερὸν ὁσιώτατον τοῖς Μουσουλμάνοις ἐστίν.

13 Ἀπριλίου 2022
Οἱ τῆς Οὐκραίνας στρατιῶται τὸν Viktor Medvedchuck (ἐν τῇ φωτογραφίᾳ) κατασχόντες ἐν φυλακῇ ἔχουσιν, ὁ δὲ πρόεδρος Zelenski βούλεται αὐτὸν ἀντὶ παίδων οὓς τὸ Ῥωσικὸν στράτευμα ἀφεῖλεν ἀνταλλάττειν.
οὗτος ὁ V. M. Οὐκραινὸς πολιτικός ἐστιν ἑξήκοντα ἑπτὰ ἔτη γεγονώς, τυγχάνει δὲ φίλτατος τῷ Ποῦτιν ὤν, τοσάκις δὲ τῷ Ῥωσικῳ στρατεύματι ἐβοήθησεν ὥστε ἔδοξε τῇ Οὐκραινῇ ἀρχῇ αὐτὸν ἐν οἰκείᾳ φυλακῇ κατέχειν· ὅμως δὲ ἀπέφυγεν, ἀλλὰ χθὲς αὖθις κατελήφθη.
περὶ δὲ ἄλλων γιγνομένων πραγμάτων, ἡ μὲν πόλις Μαριοῦπολ ὀλίγου δεῖν ὑπὸ τοῦ Ῥωσικοῦ στρατεύματος κατείληπται, τήμερον δὲ ὁ τῆς πόλεως δήμαρχος τοῖς ξένοις δημοσιογράφοις τὴν τῆς πόλεως τραγικὴν κατάστασιν ἐπέδειξεν.

10 Ἀπριλίου 2022
Οὐδένα λανθάνει ὁ Ποῦτιν ἐν τῇ Οὐκραίνᾳ οὐχ οὕτω πράττων ὡς πράξειν ἤλπιζεν, οἱ δὲ Ῥωσικοὶ στρατιῶται ἐν τούτῳ τῷ πολέμῳ ἀπoθανόντες ἤδη τουσοῦτοί εἰσιν ὥστε ἀναγκαῖον ἐγένετο νῦν τῷ Ποῦτιν ἀνακαλεῖσθαι οὐ μόνον πλείονας στρατιώτας ἀλλὰ καὶ στρατηγούς τινας οἳ ἤδη τὸ δέκατον ἔτος (2012) τὸ στράτευμα κατέλιπον.
καὶ δὴ καὶ ὁ Ποῦτιν τὸν μὲν τῆς εἰσβολῆς ἄρχοντα μετέβαλεν, ἐπέθηκε δὲ νῦν τὸν Ἀλέξανδρον Δβόρνικοβ (ἐν τῇ φωτογραφίᾳ) ὡς ὑψηλότατον τούτου τοῦ πολέμου ἄρχοντα, ὃς ἤδη ἐν τῷ τῆς Συρίας πολέμῳ ἐμπειρίαν κτησάμενος πολλάκις ᾐτιάθη τοῦ φαύλως πολίτας οὐδὲ στρατιώτας ἀποκτείνειν χημικοῖς ὅπλοις χρώμενος (διὰ δὲ τοῦτο “ὁ τῆς Συρίας φονεὺς“ καλεῖται), δῆλον οὖν ἐστὶν ὅτι τὸ τοῦ Ποῦτιν κεφαλαῖον βούλευμα τυγχάνει τὸ αὐτὸ μένον καὶ τὸ πρότερον· τοὺς πολίτας ἐκπλήττειν ἵνα μὴ ἀντέχωσιν.

5 Ἀπριλίου 2022
Τὸ αὔριον ἄρχεται ἐν τοῖς Δελφοῖς ὁ Οἰκονομικὸς τῶν Δελφῶν Σύλλογος (Delphi Economic Forum)· καὶ εἰ οἱ πλεῖστοι τῶν τούτου τοῦ συλλόγου μετεχόντων οἰκονομισταί τε καὶ ἐπιχειρηματίαι καὶ πολιτικοί εἰσιν, μικρὰ ἀγέλη διδασκάλων τῆς Ῥωμαικῆς καὶ τῆς Ἀρχαίας Ἑλληνικῆς γλώττης εἰσεκλήθησαν ἵνα λόγους τινὰς περὶ τῆς τε ἀρχαίας ἐπιστήμης καὶ τῶν ἀρχαίων συγγραφέων ποιῶνται· οὗτος δὲ ὁ σύλλογος τέτταρας μὲν ἡμέρας διαμενεῖ, ἀπὸ τῆς Τετάρτης μέχρι τοῦ Σαββάτου, γενήσεται δὲ ἐν τῷ Εὐρωπαικῷ Πολιτιστικῷ Κέντρῳ τῶν Δελφῶν.
ἐὰν μὲν βούλησθε τὸ ἄγγελμα ἐν τῷ YouTube θεᾶσθαι, δεῖ τῷδε τῷ συνδέσμῳ χρῆσθαι· σύνδεσμος α
ἐὰν δὲ βούλησθε τὴν ἐκδήλωσιν αὐτὴν θεᾶσθαι, δεῖ τῷδε τῷ ἄλλῳ συνδέσμῳ χρῆσθαι· σύνδεσμος β
ἐὰν δὲ βούλησθε τὸ πᾶν πρόγραμμα ἰδεῖν (οἱ κλασσικισταὶ ἐν ταῖς σελίσι 59-60 ἐπιφαίνονται), δεῖ τῷδε τῷ ἄλλῳ συνδέσμῳ χρῆσθαι· σύδεσμος γ

3 Ἀπριλίου 2022
Ἐν τῇ πόλει Bucha, τῶν Ῥωσικῶν στρατιωτῶν ἀναχωρησάντων, ἐπεφάνησαν χθὲς ἐν ταῖς ὁδοῖς πολλοὶ νεκροὶ τὰς χεῖρας ὀπίσω δεδεμένας ἔχοντες, ουδὲ στρατιῶται ἦσαν ἀλλὰ πολῖται. οἱ μὲν Οὐκραινοὶ στρατιῶται νεωστὶ ταύτην τὴν πόλιν (ἣν τὸ Ῥωσικὸν στράτευμα τὸ πρότερον ᾑρήκει) ἀνεκτήσαντο, λέγουσι δὲ πολλοὶ μάρτυρες ὅτι οἱ Ῥωσικοὶ στρατιῶται, τὴν πόλιν καταλιπεῖν ἀναγκασθέντες, πολλοὺς πολίτας εἰκῆ ἀπέκτειναν τιμωρίας ἕνεκα.
τὸ δὲ Ἰσραῆλ, ὃ μέχρι τοῦ νῦν οὐδέτερον ἔκειτο, ταύτην μὲν τὴν κατάστασιν διέλυσεν, χθὲς δὲ τὴν Ῥωσίαν τούτου τοῦ φόνου ᾐτιάσατο.
ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα Ῥωσικὰ τεθωρακισμένα ἅρματα ἐν ταῖς ταύτης τῆς πόλεως ὁδοῖς παντελῶς διεφθαρμένα.

1 Ἀπριλίου 2022
Ὁ τῶν ΗΑΠ πρόεδρος ἤγγειλε χθὲς ὅτι ἐν νῷ ἔχοι τῷ πετρελαίῳ χρῆσθαι ὃ ἐν ἑξήκοντα σπηλαίοις ἤδη πολλὰ ἔτη κατακεῖται.
τῷ μὲν 1974 ἔτει, δόξαν τῇ Ἀμερικανῇ ἀρχῇ ὡς πλεῖστον πετρέλαιον κατατίθεσθαι εἴ πως ἀναγκαῖον εἴη τῷ μέλλοντι χρόνῳ χρῆσθαι, ταῦτα τὰ ἑξήκοντα σπήλαια ἔσκαψαν ἵνα πετρέλαιον κατατιθεῖντο (ταῦτα δὲ τὰ σπήλαια ἀπὸ τῆς Baton Rouge (Louisiana) μέχρι τῆς Freeport (Texas) καθήκει), νῦν δὲ διὰ μὲν τὸν ἐν τῇ Οὐκραίνᾳ πόλεμον τὸ τοῦ πετρελαίου τίμημα μάλιστα ηὔξηται, ἡ δὲ Ἀμερικανὴ ἀρχὴ πειρᾶται τούτῳ τῷ πετρελαίῳ χρωμένη ταύτην τὴν τοῦ τιμήματος αὔξησιν παύειν.

30 Μαρτίου 2022
Ἐν ᾧ αἱ πραγματεῖαι ἐν τῇ Τουρκίᾳ διαμένουσιν, ὁ Ποῦτιν εἶπε χθὲς ὅτι τὰς περὶ τῆς πόλεως Κίεβ ἐπιβολὰς συστελοίη, ἡ δὲ γένεσις τούτων τῶν λόγων (οἷς οἱ πλεῖστοι οὐδαμῶς πιστεύουσιν) ἥδε ἐστίν· ὁ τῆς Οὐκραίνας πρόεδρος εἶπεν ὅτι αὕτη ἡ χώρα οὔτε ἑταῖρος τοῦ ΒΑΣΟ ἔσοιτο οὔτε ἀφορμὰς ἄλλων χωρῶν ἔνδον ἕξοι· ὅμως δὲ οὐ μόνον αἱ πραγματεῖαι διαμένουσιν ἀλλὰ καὶ αἱ ἐπιβολαί.
ἀντὶ δὲ τοῦ μὴ μέρος τοῦ ΒΑΣΟ γενέσθαι ὁ Ζελένσκι αἰτεῖ ἄλλας χώρας τὴν Οὐκραίναν φρουρεῖν καὶ εἰς τὴν Εὐρωπαικὴν Ἕνωσιν εἰσιέναι.
λέγεται δὲ καὶ ὅτι ὁ Ποῦτιν νῦν τῷ ὄντι προσποιεῖται τὰς ἐπιβολὰς μειοῦν ἑκὼν βούλεσθαι διότι παρὰ γνώμην χαλεπώτατον γεγένηται τῷ ἑαυτοῦ στρατεύματι προχωρεῖν.

27 Μαρτίου 2022
Φερέφωνός τις τοῦ τῆς Ἀμύνης Οὐκραινοῦ Ὑπουργείου εἶπεν ὅτι ὁ στρατηγὸς Yakov Rezantsev (ἐν τῇ φωτογραφίᾳ) ἐγγὺς τῆς πόλεως Χερσὸν ἀποθάνοι, ἤδη οὖν ἑπτὰ Ῥωσικοὶ στρατηγοὶ ἐν τῇ Οὐκραίνᾳ ἀπέθανον, καὶ δὴ καὶ ὁ Y.R. δεύτερος ἀντιστράτηγός ἐστι (ἀντιστράτηγος ἐστὶν ὁ ὑψηλότατος ἐν τῷ στρατεύματι βαθμὸς) ὃς ἐκεῖ ἀποθνῄσκει.
τὸ ἄγγελμα ταχέως διεσκεδάσθη διότι τῇ τετάρτῃ ἡμέρᾳ ἐξ οὗ ἡ εἰσβολὴ ἤρξατο οὗτος ὁ ἀντιστράτηγος εἶπεν ὅτι ὁ πόλεμος ἐνίων ὡρῶν τελευτήσοι.
ὡς ἐπὶ τὸ πολὺ οἱ στρατηγοὶ οὑχ οὕτως ἐγγὺς τῶν μάχης πεδίων πάρεισιν ὥστε κινδυνεύειν, ἀλλὰ οἱ Ῥωσικοὶ στρατιῶται τοσοῦτο ἀθυμοῦσιν ὥστε πολλοὶ στρατηγοὶ ἠναγκάσθησαν ἐπικινδύνοις τόποις προσχωρεῖν ἵνα τοὺς στρατιώτας θαρσύνωσιν.

Ἡ Καραιβικὴ Θάλαττα
25 Μαρτίου 2022
Αἱ ἴδιαι τοῦ Jeffrey Epstein νῆσοι αἳ ἐν τῇ Καραιβικῇ Θαλάττῃ κεῖνται ὠνηταὶ ἐγένοντο (ἐκείνοις οἵτινες ἂν πλουσιώτατοι τυγχάνωσιν ὄντες, πῶς γὰρ οὔ). ὁ J. E., ὁ ἔνδοξος οἰκονομιστὴς ὃς ἐν τῷ δεσμωτηρίῳ ἑξήκοντα ἓξ ἔτη γεγονὼς ἀπέθανεν, δύο νήσους ἐν τῇ Καραιβικῇ Θαλάττῃ ἐκέκτητο, Μικρὸν Ἰάκωβον καὶ Μέγαν Ἰάκωβον καλουμένας· ἐν δὲ τῇ φωτογραφίᾳ δυνάμεθα μέρος τῆς Μικροῦ Ἰακώβου νήσου ἰδεῖν, δῆλον δέ ἐστιν ὅτι οὐδαμῶς τόπος τοῖς πένησιν ἐστίν...
οὗτος ὁ πλουσιώτατος ἀνὴρ κατηγορήθη ὡς κόρας διαφθείρας αἷς χρήματα παρεῖχεν· ὅμως δὲ ὁ J. E. οὐδέποτε κατεγνώσθη, ἀπέθανε γὰρ πρὶν εἰς δίκην καλεῖσθαι.

22 Μαρτίου 2022
Ἀεροσκάφος τῆς China Eastern ἑταιρείας ἀπὸ τῆς πόλεως Kunming πρὸς τὴν πόλιν Guangzhou πετόμενον χθὲς ἐν τοῖς ἐγγὺς τῆς πόλεως Wuzhou ὄρεσι κατέπεσεν.
κατὰ τοὺς τὴν πτῆσιν τῷ ῥάδαρ ἐπέχοντας τὸ ἀεροσκάφος ἐξαίφνης τε καὶ ταχέως καταπετόμενον (ὀκτὼ γὰρ χιλιόμετρα τρισὶ λεπτοῖς κατῆλθεν, ὃ τὸ αὐτό ἐστι καὶ πεντήκοντα μέτρα κατὰ δευτερόλεπτον) εἰς ὕλην τινὰ κατέπεσεν. ἑκατὸν μὲν τριάκοντα δύο ἄνθρωποι ἐν τῷ ἀεροσκάφει ἔτυχον ὄντες, ἀλλὰ οἱ στρατιῶταί τε καὶ οἵτινες εἰς τὸν τοῦ δυστυχήματος τόπον ὡς τάχιστα ἀφίκοντο οὐδένα ἔτι ζῶντα ηὗρον, νῦν δὲ εὑρεῖν πειρῶνται τὰς οὕτω καλουμένας “μελαίνας θήκας“ ἵνα τὴν τῆς συμφορᾶς αἰτίαν ἐξευρίσκωσιν.

20 Μαρτίου 2022
Τὸ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου κέντρον νῦν ἐν τῇ πόλει Μαριοῦπολ κεῖται, ταύτης γὰρ τῆς πόλεως αἱρεθείσης ῥᾷστον ἔσται τῇ Ῥωσίᾳ τὴν Οὐκραίναν κωλύειν μὴ τῆς Ἀζὸβ θαλάττης κρατεῖν· πρὸς δὲ τούτῳ ἡ Ῥωσία διδασκαλείῳ μέν τινι ἐπέθετο χθὲς οὗ 400 πολῖται ἐσκεπάζοντο, ἐν δὲ τῇ ἑσπερίᾳ Οὐκραίνᾳ προχθὲς τὸ πρῶτον τῷ πυραύλῳ “Κῖνζαλ“ (“μάχαιρα“) καλουμένῳ ἐχρήσατο ἵνα ὅπλων θήκην διαφθείροι.
λέγουσιν οἱ ἀναλυσταὶ ὅτι, τοῦ πρώτου βουλεύματος οὐκ εὐτυχήσαντος (ταχεῖαν νίκην κτᾶσθαι), νῦν ὁ Ποῦτιν ἤδη πᾶσι τοῖς ὅπλοις τε καὶ μεθόδοις χρήσεται οἷστισιν ἂν ἀναγκαῖον ᾖ.

18 Μαρτίου 2022
Τήμερον ἐν ἐνίαις ἐφημερίσιν ἀναγιγνώσκειν ἐξῆν περὶ τὴν Brittney Griner, τὴν ἐνδοξοτάτην Ἀμερικανὴν καλαθοσφαιρίσεως ἀγωνιστήν, αὕτη γὰρ ἡ γυνὴ (ἐν τῇ φωτογραφίᾳ) εἰς τὴν Ῥωσίαν πρὶν τὴν εἰς τὴν Οὐκραίναν εἰσβολὴν ἄρχεσθαι ἀφικομένη ἐν τῷ τῆς Μόσχης ἀερολιμένι αὐτῷ ὑπὸ τῶν φυλάκων ἀπροσδοκήτως κατελήφθη· ἡ δὲ τῆς φυλακῆς αἰτία; ὁ τῆς Ῥωσικῆς ἀρχῆς φερέφωνος εἶπεν ὅτι ἡ B.G. φάρμακα ἐν τῷ σάκκῳ κομίζοι.
ἡ Ῥωσία οὐκ ἐᾷ τὴν Ἀμερικανὴν πρεσβείαν εἰδέναι οὔτε ὅπου κατέχεται ἡ B.G. οὔτε ὅπως ἔχει, οὐδένα δὲ λανθάνει ἡ Ῥωσία ταύτην τὴν γυναῖκα κατέχουσα διὰ τὴν μεταξὺ τῆς Ῥωσίας καὶ τῶν ΗΑΠ τάσιν.

15 Μαρτίου 2022
Tήμερον τρεῖς πρωθυπουργοὶ Εὐρωπαικῶν χωρῶν εἰς τὴν Κίεβ ἐπορεύθησαν ἵνα τὴν ἑαυτῶν ἐπικούρησιν τῷ τῆς Οὐκραίνας προέδρω δείξαιεν· οἱ πρωθυπουργοὶ τῆς τε Πωλονίας καὶ ὁ τῆς Σλοβενίας καὶ ὁ τῆς Ζεκίας. κατὰ δὲ τὸν τῆς Πωλονὶας πρόεδρον, τὸν Jaroslav Kaczynski, ἀναγκαῖον ἦν τοῦτο τὸ πόρευμα ὑπολαβεῖν καίπερ ἐπικίνδυνον ὄν, εἶπε γὰρ ὅτι “νῦν μὲν ἐν τῇ Κίεβ ἡ ἐλευθερία τῇ τυραννίδι μάχεται, ἐνθάδε δὲ τὸ πάντων ἡμῶν μέλλον κινδυνεύει.“ οἱ τρεῖς πρωθυπουργοὶ σιδηροδρόμῳ ἐπορεύθησαν.
ἐν δὲ τῇ πόλει αὐτῇ δεήσει μὲν τοὺς πολίτας ἔνδον τῶν οἰκῶν τριάκοντα καὶ πέντε ὥρας μένειν, ἀπαγορεύεται δὲ ἐξελθεῖν, οἱ γὰρ ἄρχοντες φοβοῦνται μὴ αὖθις τὰ Ῥωσικὰ πύραυλα ἐπὶ τὴν πόλιν οὐ διὰ πολλοῦ ἐπιπίπτῃ.

13 Μαρτίου 2022
Ἡ ἐν τῇ Οὐκραίνᾳ κατάστασις καθ' ἡμέραν εἰς τὸ χεῖρον μεταβάλλεται· καὶ εἰ ὁ τῶν ΗΑΠ πρόεδρος Βαῖδεν ἤδη πολλάκις εἶπεν ὅτι οὐ βούλεται τὸν Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμὸν (ΒΑΣΩ) εὐθὺς τῇ Ῥωσίᾳ μάχεσθαι, διὰ δὲ τοῦτο ἀπώθησε τὸ τῆς Οὐκραίνας αἴτημα περὶ τοῦ ζώνην πτήσεων ἀπαγορεύσεως ἐπιθεῖναι, νεωστὶ ἡ Ῥωσία στρατοπέδῳ τινὶ μόνον πέντε καὶ εἴκοσι χιλιόμετρα ἀπὸ τῆς Πωλονίας ἀπέχοντι ἐπέθετο, τῆς δὲ Πωλονίας μέρους τοῦ ΒΑΣΩ οὔσης ἡ κατάστασις δύναιτο ἂν ῥᾳδίως αὐτίκα ἐκρηγνύναι.
χθὲς μὲν ὅ τε τῆς Γαλλίας πρόεδρος καὶ ὁ τῆς Γερμανίας τῷ Ποῦτιν τηλεφωνικῶς ἐνενήκοντα λεπτὰ διελέχθησαν, μάτην δέ, τοῦ γὰρ διαλόγου τελευτήσαντος εἶπον ὅτι ὁ Ποῦτιν οὐδαμῶς δέχεται τὸν πόλεμον παύειν πρὶν ἂν τὴν ὅλην Οὐκραίναν κατέχῃ.

10 Μαρτίου 2022
Τήμερον οἱ τῶν ἐξωτερικῶν ὑπουργοὶ τῆς τε Ῥωσίας καὶ τῆς Οὐκραίνας ἐν τῇ Τουρκίᾳ συνῆλθον ὡς διαλεξόμενοι, ὅμως δὲ κατὰ τὸ εἰκὸς περὶ οὐδενὸς ὡμολογήσαντο, ἡ μὲν γὰρ Οὐκραίνα τὴν Ῥωσίαν αἰτεῖ τοὺς πολίτας ἐκ τῶν πόλεων ἐξελθεῖν ἐᾶν, ἡ δὲ Ῥωσία τὴν τῆς Οὐκραίνας ὅλην παράδοσιν αἰτεῖ· τὸ δὲ αὐτὸ ἀκούομεν περὶ τῆς νοσοκομείου τινὸς ἐν τῇ πόλει Μαριοῦπολ διαφθορᾶς, οἱ γὰρ δύο ὑπουργοὶ ἀλλήλων κατηγοροῦσι ψεύδεσθαι.
ὁ Ἀμερικανὸς πρόεδρος Βαῖδεν καὶ ὁ Βρετανικὸς πρωθυπουργὸς Ἰώνσον φοβοῦνται μὴ ὁ Ποῦτιν, βουλόμενος τῆς Οὐκραίνας ὡς τάχιστα κρατεῖν, νῦν βιολογικοῖς ὅπλοις χρῆσθαι πειρᾷ.
ἐν δὲ ᾧ τοιαῦτα γίγνεται, περὶ τῆς οἰκονομικῆς καταστάσεως λεκτέον ἐστὶν ὅτι πρὸς ταῖς οἰκονομικαῖς κολάσεσι πολλαὶ ἑσπεριναὶ ἐπιχειρήσεις τὴν Ῥωσίαν κατέλιπον.

8 Μαρτίου 2022
Οἱ τὴν τῆς Φινλανδίας ἱστορίαν μαθόντες εὖ ἴσασιν ὅτι ὡς ἐπὶ τὸ πολὺ ἐν ταύτῃ τῇ χώρᾳ τὸ δόκημα πότερον δεῖ τῷ Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμῷ (ΒΑΣΩ) προστίθεσθαι ἢ οὒ ἐτελεύτα ἀεὶ τῷ αὐτῷ τρόπῳ, οἱ γὰρ πλεῖστοι τῶν πολιτῶν οὐκ ἐβούλοντο τῷ ΒΑΣΩ προστίθεσθαι.
νῦν δὲ ἡ τῶν πολιτῶν γνώμη μετεβλήθη, νεωστὶ γὰρ εἶπεν ὁ Ποῦτιν ὅτι ἐὰν ἡ Φινλανδία ἢ ἡ Σουεδία τῷ ΒΑΣΩ προσχωρῶσι ταύταις ταῖς χώραις ἐπιθήσεται, τὸ δὲ ἀποβὰν ἐναντίον ἐγένετο ἐκείνου ὃ ὁ Ποῦτιν ἐν νῷ εἶχεν, νῦν γὰρ οἱ πλεῖστοι τῶν τῆς Φινλανδίας πολιτῶν τοιαύτας ἀπειλὰς ἀκούσαντες τῷ ΒΑΣΩ προστίθεσθαι βούλονται. πρὸ τοῦ μὲν ἡ Φινλανδία εὐνοικῶς διέκειτο πρὸς τὴν Ῥωσίαν, νῦν δὲ τῆς Ῥωσίας εἰς τὴν Οὐκραίναν εἰσβαλούσης πρὸς τὴν ὅμορον χώραν ἄλλως τε καὶ περιδεῶς βλέπουσιν.

6 Μαρτίου 2022
Ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος ἤδη εἰς τὴν ἑνδεκάτην ἡμέραν ἀφιγμένος οὐ μόνον ἐν ταῖς πόλεσι γίγνεται ἀλλὰ καὶ ἐν τοῖς τε ἀγγέλμασι καὶ τοῖς ἀπειλήμασιν· παραδείγματος ἕνεκα, ὁ Ποῦτιν νεωστὶ νέον μὲν νόμον κατέθηκε καθ' ὃν ὅστις ἂν ἐν τῇ Ῥωσίᾳ περὶ τοῦ πολέμου διαλέγηται τοιούτως ὡς αὐτῷ μὴ ἀρέσκῃ καταγνωσθήσεται (τὸ δὲ κόλασμα πεντεκαίδεκα ἐν τῷ δεσμωτηρίῳ ἔτη κατέχεσθαι ἐστίν), τὰς δὲ ἑσπερινὰς χώρας ἐκπλήττειν πειρᾷ, λέγει γὰρ νῦν ὅτι αἱ οἰκονομικαῖ ζημίαι τὸ αὐτό εἰσι καὶ πόλεμον προαγορεύειν.
περὶ δὲ τοῦ πολέμου αὐτοῦ λεκτέον ἐστὶν ὅτι τοῦ μὲν Ῥωσικοῦ στρατεύματος παρασπονδήσαντος οἱ πολῖται οἳ ἐκ τῆς χώρας ἐκφυγεῖν ἐπειρῶντο ἔτι τὸν καιρὸν μένουσιν, ἄλλοι τε καὶ οἱ ἐν τῇ πόλει Μαριοῦπολ οἰκοῦντες, πλείοσι δὲ χαλεπότησι τοῦ προσδοκητοῦ ἐντυχὼν ὁ τεθωρακισμένων ἁρμάτων στόλος ὃς πρὸς τὴν Κίεβ προὐχώρει ἔτι καὶ νῦν μένει.

4 Μαρτίου 2022
Ὁ Ῥωσικὸς στρατὸς κατέλαβε τήμερον ἕωθεν τὸν πυρηνικὸν τῆς Θαποριυίας σταθμόν, ἀλλὰ πρὶν καταλαβεῖν ἐβομβάρδιζε τὴν ὅλην νύκτα, ὃ ἐπικινδυνώτατον ἦν, εἰ γὰρ ὁ σταθμὸς ἐξερράγη πυρηνικὴ καταστροφὴ πολὺ χείρων τῆς ἐν τῷ Ζιερνόβιλ ἐγένετο ἄν. τῆς δὲ νυκτὸς πῦρ ἐν τῷ σταθμῷ ἐγένετο, ἀλλὰ τύχῃ ὁ σταθμὸς οὐκ ἐξερράγη.
οὗτος δὲ ὁ πυρηνικὸς σταθμὸς τὸ τέταρτον τῆς ἠλεκτρικῆς ἐνεργείας μέρος παράγει ᾗ οἱ πολῖται χρῶνται, διὰ δὲ τοῦτο ὁ Ποῦτιν ἐν νῷ εἶχε τοῦ σταθμοῦ κρατεῖν, ἵνα τοὺς πολίτας τῆς ἐνεργείας ἀποστερῇ.

1 Μαρτίου 2022
Μεγάλου Ῥωσικῶν τεθωρακισμένων ἁρμάτων στόλου (ἐν τῇ φωτογραφίᾳ) τῇ ἕκτῃ τοῦ πολέμου ἡμέρᾳ πρὸς τὴν Κίεβ προχωροῦντος οἱ τῆς τε Ῥωσίας καὶ τῆς Οὐκραίνας φερέφωνοι ἤδη ἐν τῇ Λευκορρωσίᾳ ὡς διαλεξόμενοι συνελθόντες περὶ οὐδενὸς ὡμολόγησαν (τῷ ὄντι οὐδεὶς συμφωνίαν οὐδεμίαν προσεδέχετο).
πολλαὶ χῶραι νῦν πολεμικήν τε καὶ οἰκονομικὴν βοήθειαν τῇ Οὐκραίνᾳ παρέχουσιν, τὴν δὲ Ῥωσίαν ἀποχωρίζουσιν, καὶ δὴ καὶ ῥητέον ἐστὶν ὅτι ὁ τῆς Γαλλίας πρόεδρος Μακρὸν ἐπώτρυνε τοὺς Γαλλικοὺς στρατιώτας πρὸς τὴν Ῥωσίαν μάχεσθαι· οὐδεὶς μὲν οἶδε πότερον ὁ Μακρὸν ἐν νῷ ἔχει τὸ στράτευμα πρὸς τὴν Οὐκραίναν πέμπειν ἢ οὔ, δῆλος δέ ἐστιν ὁ Μακρὸν τὸν Ποῦτιν οὐδαμῶς φοβούμενος.
ὁ τῆς Οὐκραίνας πρόεδρος Ζελένσκι ᾔτησε τὴν Εὐρωπαικὴν Ἕνωσιν τὴν Οὐκραίναν ὡς τάχιστα εἰς τὴν ἑταιρείαν δέχεσθαι.

26 Φεβρουαρίου 2022
Ἤδη τὴν τρίτην ἡμέραν δεῖ τὸν νοῦν πρὸς τὴν Οὐκραίναν προσέχειν, τὸ γὰρ Ῥωσικὸν στράτευμα εἰς τὴν χώραν εἰσβαλὸν πειρᾷ νῦν τὴν πρωτεύουσαν Κίεβ ὡς τάχιστα ἑλεῖν· τήμερον δὲ ἐξ ἑωθινοῦ ὁ τῆς Οὐκραίνας πρόεδρος τοῖς μὲν πολίταις παρῄνησε μὴ τοῖς ψεύδεσι νέοις ἀπὸ τοῦ Κρέμλιν ἀφικομένοις πιστεύειν καθ' οὓς αὐτὸς κελεύσειε τὸ ἑαυτοῦ στράτευμα παύεσθαι μαχόμενον καὶ τὴν πόλιν καταλιπεῖν, εἶπε δὲ ὅτι δεῖ τῇ πόλει ἀμύνειν.
κατὰ δὲ τὴν τῶν νέων ἑταιρείαν Interfax νῦν μάχη γίγνεται ἐν ταῖς τῆς Κίεβ ἀγυιαῖς, οὗ ἔξεστιν ἀνατιναγμοὺς ἀκούειν.
ἔνιοι ἑσπέριοι ἄρχοντες ἤδη ἤρξαντο οἰκονομικὰς κολάσεις τοῖς τῆς Ῥωσίας ἄρχουσιν ἐπιθεῖναι.

24 Φεβρουαρίου 2022
Ὁ μὲν Ποῦτιν τήμερον τῆς νυκτὸς ἐκέλευσε τὴν πολεμικὴν ἀεροπορίαν τῇ Οὐκραίνᾳ ἐπιθεῖσθαι, τὰ δὲ Ῥωσικὰ ἀεροσκάφη τόπους τινὰς ἐγγὺς τῆς Κίεβ καὶ ἄλλων πόλεων κειμένους ἤδη ἐβομβάρδισεν· ἔπειτα δὲ ὁ Ποῦτιν αὐτὸς διὰ τῆς τηλεοράσεως λόγον ποιούμενος εἶπεν ὅτι οἵτινες ἂν πειρῶσι ταύτην τὴν ἐπίθεσιν κωλύειν τοιαύτην ἀπόκρισιν δέξονται οἵαν οὐδεὶς νοεῖσθαι δύναται.
ὁ δὲ τῶν ΗΑΠ πρόεδρος καὶ οἱ τῆς Εὐρωπαικῆς Ἑνώσεως ἄρχοντες εἶπον μὲν ὅτι ἡ ἐπίθεσις οὐ σύγγνωστόν ἐστιν, οἰκονομικὰς δὲ κολάσεις ἤγγειλαν.

22 Φεβρουαρίου 2022
Ὁ τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργὸς ἤγγειλε χθὲς τὸ νέον σχῆμα “τῇ Covid νόσῳ συνοικεῖν“ καλούμενον· τί δὲ σημαίνει τοῦτο; τόδε σημαίνει· ἐκείνοις οἵτινες ἂν συμπτώματά τινα τῆς νόσου δεικνύωσιν οὐκέτι μὲν ἀναγκαῖον ἔσται ἐν ἐρημίᾳ δέκα ἡμέρας οἴκοι μένειν, αὐτοὶ δὲ δικάσουσι πότερον ἐν ἐρημίᾳ μένειν βούλονται ἢ οὔ, ὃ λέγεται “ἀφ' ἑαυτοῦ γνώμης πράττειν.“ τοῦτο τὸ νέον σχῆμα μεταύριον προστι-θέμενον ἄρξεται.

Χὸγκ-Κὸγκ
20 Φεβρουαρίου 2022
Ἐν τῇ πόλει Χὸγκ-Κὸγκ ἡ τοῦ Covid νοσήματος κατάστασις καθ' ἡμέραν χείρων γίγνεται, χθὲς γὰρ ἑξακισχίλιοι μὲν ἄνθρωποι τὴν νόσον ἐδέξαντο, πεντεκαίδεκα δὲ ἀπέθανον. λέγοις ἂν ὅτι τοῦτο, εἰ τοὺς ἀριθμοὺς τοῖς ἄλλων τινῶν χωρῶν ἀντιτίθεμεν, οὐ θαυμαστόν ἐστιν, ἀλλὰ οἱ ἐκεῖ νόμοι οἷς τὴν τῆς νόσου ἔκτασιν κωλύειν πειρῶσιν, ἄλλοι τε καὶ οἱ νόμοι οἱ περὶ τῆς εἰς τὴν χώραν εἰσόδου, οὕτω σκληροί εἰσιν ὥστε ἐλπίζοις ἂν τὴν νόσον ἐκεῖ μὴ ὑπάρχειν· ὅμως δὲ τὰ μὲν νοσοκομεῖα πλήρη ἐστίν, δεῖ δὲ καὶ ἄλλοις χωρίοις χρῆσθαι οἵοις σταθμεύσεσι καὶ γυμναστηρίοις ἵνα οἱ νοσοῦντές που θεραπεύωνται.

17 Φεβρουαρίου 2022
Νέα τῶν ἐν τῇ μεταξὺ τῆς Ουκρανίας καὶ τῆς Ῥωσίας ἐντάσει γιγνομένων τροπή· χθὲς μὲν ἀσμένως διελέγοντο πάντες περὶ ἀποχωρήσεως τινὸς τῶν Ῥωσσικῶν στρατιωτῶν (ἣν οὐδεὶς ἑώρακεν) καὶ τῆς τοῦ Ποῦτιν εἰς τὸ διαλέγεσθαι προθυμίας, τήμερον δὲ τὸ ἄγγελμα ἀφίκετο περὶ τῶν πρώτων βομβαρδισμῶν ἐγγὺς τῆς Δονβὰς γενομένων (ἡ Δονβάς μέρος τῆς ἀνατολικῆς Οὐκραίνας ἐστὶν ἐν ᾧ πολλοὶ στασιῶται τῇ Ῥωσσίᾳ ἐπικουροῦσιν).
ὁ μὲν τῶν Ἐξωτερικῶν τῆς Οὐκραίνας ὑπουργὸς εἶπεν ὅτι οἱ τῆς Δονβὰς στασιῶται κώμῃ τινὶ ἐπέθεντο τήμερον, κατὰ δὲ τὸν τοῦ ΝΑΤΟ φερέφωνον τὸν Jens Stoltenberg ὁ Ποῦτιν πρόφασιν εὑρεῖν πειρᾶται ἵνα εἰς τὴν Οὐκραίναν εἰσβάλλῃ, ἐὰν γὰρ ἡ Οὐκραίνα τοῖς ἐν τῇ Δονβὰς στασιώταις ἀντεπιτιθῆται ὁ Ποῦτιν ἐρεῖ ὅτι δεῖ αὐτὸν τοῖς ἐκεῖ οἰκοῦσι Ῥωσσικοῖς πολίταις ἀλέξειν.

15 Φεβρουαρίου 2022
Ἀντιλογικοὺς λόγους ἐποιήσαντο χθές τε καὶ τήμερον οἱ τῆς Οὐκραίνας καὶ τῆς Ῥωσσίας πρόεδροι, ὁ μὲν γὰρ Ζελένσκι εἶπε χθὲς ὅτι ἡ Ῥωσσία εἰς τὴν Οὐκραίναν τῇ 16ῃ ἡμέρᾳ (αὔριον) εἰσβαλοίη, ὁ δὲ Ποῦτιν εἶπεν τήμερον ὅτι πολλοὶ τῶν στρατιωτῶν ἐγγὺς τοῦ ὅρου καταστάντων οὐ διὰ πολλοῦ οἴκαδε ἐπανελεύσονται· ὅμως δὲ πολλοῖς δῆλόν ἐστιν ὅτι αὕτη ἡ ἀναχώρησις ἀπάτη ἐστὶν ἵνα ἡ Οὐκραίνα νομίζουσα πόλεμον οὐ γενησόμενον τῆς φυλακῆς ἀφιῆται.

13 Φεβρουαρίου 2022
Ὁ Βόρις Ἰόνσων ἤδη πάντα τὰ ἐρωτήματα ὑπὸ τοῦ Scotland Yard πεμφθέντα ἐδέξατο ἃ ἀποκρίνεσθαι δεῖ, ἐπειδὴ μὲν γὰρ πολλοὶ πολῖται αὐτοῦ κατηγόρησαν ἅτε σὺν φίλοις πολλοῖς ἐν τῇ ἑαυτοῦ οἰκίᾳ ἑστιωμένου ἐν ᾧ πάντας ἔδει μόνους ἐν ἐρημίᾳ οἴκοι μένειν ἔδοξε τῷ S. Y. τὸ πρᾶγμα ἐξετάζειν, χθὲς δὲ τὸν χάρτην τὰ ἐρωτήματα ἔχοντα ἐδέξατο.
κατὰ μὲν τὸν τοῦ Β. Ι. δικανικὸν τοιαῦται ὁμιλίαι οὐδαμῶς συμπόσια ἦν ἀλλὰ ἐργάσιμαι ὁμιλίαι οὗ ἔδει ἕκαστον “τὸν ἑαυτοῦ οἶνον φέρειν“ (αὕτη ἐστὶν ἡ φράσις ἣ ἐνδοξοτάτη ἐγένετο), νῦν δὲ κατὰ τοὺς νόμους δεήσει τὸν Πρωθυπουργὸν ταῦτα τὰ ἐρωτήματα ἑπτὰ ἡμερῶν ἀποκρίνεσθαι.

11 Φεβρουαρίου 2022
Ἐν τῇ Οὐκραίνᾳ ἡ τάσις καθ' ἡμέραν αὐξάνεται, ὁ μὲν γὰρ τῆς Ῥωσσίας πρόεδρος πλείονας στρατιώτας ἁθροίζει, νῦν δὲ ἡ μὲν Ῥωσσία, ἐκπλήττειν πειρωμένη (οὐδένα δὴ τοῦτο λανθάνει), ἀσκήσεις τοῦ ναυτικοῦ ἐν τῇ Μαύρῃ Θαλάττῃ καὶ ἐν τῇ Ἀζὸφ Θαλάττῃ ἤρξατο, ἡ δὲ Οὐκραίνα τὴν Ῥωσσίαν μέμφεται τὸν πλοῦν κωλύειν. ὁ κίνδυνος τοσοῦτος γεγένηται ὥστε ἡ τῶν ΗΑΠ ἀρχὴ ἐκέλευσε χθὲς τοὺς ἑαυτῆς πολίτας ἐκ τῆς Οὐκραίνας ὡς τάχιστα ἐξελθεῖν, ἡ γὰρ Ῥωσσία μέλλοι ταύτῃ τῇ χώρᾳ ἐπιθεῖσθαι (οὐδεὶς γὰρ τῷ Ποῦτιν πιστεύει λέγοντι ὅτι τοιοῦτο ἐν νῷ οὐκ ἔχει).
κατὰ μὲν τὴν Οὐκραίναν ἡ Ῥωσσία ψυχολογικὴν πίεσιν ποιεῖν πειρᾶται, κατὰ δὲ τὴν Ῥωσσίαν δεῖ ἑαυτοὺς ἀμύνεσθαι.

Καναδάς
8 Φεβρουαρίου 2022
Ἐν τῇ Ὁττάβᾳ ἤδη πολλὰς ἡμέρας οἱ φορτηγοὶ τὸ τῆς πόλεως κέντρον ἐμποδίζουσιν, ὃ τὴν τῆς πόλεως δίαιταν μεταβέβληκεν. νεωστὶ μὲν ἡ τοῦ Καναδὰς ἀρχὴ ἐκέλευσε τοὺς φορτηγοὺς οἳ τὰ φορτία ἐκ τῶν ΗΑΠ εἰς τὸν Καναδὰς (ἢ τὸ ἐναντίον) φορτηγοῦσιν τὸ ἐπὶ τὴν νόσον Covid ἀντίδοτον δέχεσθαι, οἱ δὲ φορτηγοί, τούτῳ τῷ νόμῳ ἀνθιστάμενοι καὶ εἰς τὸ τῆς πόλεως κέντρον εἰσβαλόντες ἐκεῖ μένουσιν, αὕτη δὲ ἡ κατάστασις, μάλιστα τοὺς πολίτας ἐνοχλοῦσα, τοιαύτη ἐγένετο ὥστε ἐδέησε τὸν δήμαρχον τὴν ἀνάγκης κατάστασιν κηρύττειν. καὶ δὴ καὶ τῷ τῆς χώρας προέδρῳ Τρουδὼ ἀναγκαῖον ἦν τῷ Σαββάτῳ τὴν ἑαυτοῦ ἐκεῖ οἰκίαν καταλιπεῖν, οἱ γὰρ φύλακες ἐφοβοῦντο μὴ οἱ φορτηγοὶ μάλιστα ὁργισθέντες τῇ τοῦ προέδρου οἰκίᾳ προσβάλοιεν.

Κίνα
5 Φεβρουαρίου 2022
Οἱ Χειμερινοὶ Ὀλυμπιακοὶ Ἀγῶνες ἤδη ἤρξαντο χθὲς ἕωθεν (τῆς νυκτὸς ἐν τῷ Πεκίνῳ), ὧν ἐνενήκοντα μία χῶραι μεθέξουσιν. ὡς ἀεί, μεγίστη πομπὴ τὴν τῶν ἀγώνων ἀρχὴν ἐδείξατο, ἐν ᾗ ἐξῆν ἰδεῖν σύμμιξιν τοῦ ἐπιχωρίου καὶ τῆς τεχνολογίας, ὅμως δὲ οὗτοι οἱ ἀγῶνες μάλιστα τῶν προτεραίων διοίσονται, τὸ γὰρ νόσημα ὃ ἤδη πολὺν χρόνον πάσχομεν κωλύει μὴ πάντα κατὰ τὰ νόμιμα γίγνεσθαι· παραδείγματος ἕνεκα, οὐκ ἔξεστι τοῖς πολίταις ἐλευθέρως ἐκεῖ παρεῖναι οὗ ἂν οἱ ἀθληταὶ ἀγωνίζωνται, τοῖς δὲ ἀθληταῖς οὐκ ἔξεσται ἄνω καὶ κάτω τῆς πόλεως ἐλευθέρως πορεύεσθαι, οἱ γὰρ ἄρχοντες βούλονται κωλύειν μὴ τοὺς ἀθλητὰς καὶ τοὺς πολίτας ἐπιμίσγεσθαι, φοβοῦνται γὰρ μὴ ὁ ἰὸς αὖθις εἰς τοὺς πολίτας ἀφίκηται.
καὶ δὴ καὶ ἡ πολιτικὴ ἐφάνη, πῶς γὰρ οὔ, πολλοὶ γὰρ ἄλλων χωρῶν ἄρχοντες οὐκ ἐβουλήθησαν παρεῖναι ἁμίλλης πρὸς τὴν Σίναν τινὸς ἕνεκα.

2 Φεβρουαρίου 2020
Ἀστραπή τις δεινὴ ἔπεσε χθὲς ἐν ταῖς ΗΑΠ, οὐδὲ πολιτικὴ ἀστραπὴ ἀλλὰ ἠλεκτρική. καθ' ἡμέραν δὴ πολλαὶ ἀστραπαὶ ἐν πάσῃ τῇ οἰκουμένῃ γίγνονται, ἀλλὰ διὰ τί περὶ ταύτης γράφομεν; διότι αὕτη (ἐν τῇ φωτογραφίᾳ) ἔτυχε μακροτάτη γενομένη τῶν μέχρι τοῦ νῦν ἐγγεγραμμένων, αὕτη γὰρ 767 χιλιόμετρα τὸ μῆκος ἐγένετο (ἐν τῇ Μισσισσίππι χώρᾳ γενομένη διὰ τῆς Λουισιάνα εἰς τὴν Τέξας ἀφίκετο), ἡ δὲ τὸ πρότερον μακροτάτη ἐν τῷ Βρασῖλ τῷ 2018ῳ ἔτει ἐγένετο, 709 χιλιόμετρα τὸ μῆκος οὖσα.
ὡς ἐπὶ τὸ πολὺ αἱ ἀστραπαὶ οὐ μακρότεραί εἰσιν πεντεκαίδεκα χιλιομέτρων, παραμένουσι δὲ εἴτε δύο εἴτε τρῖα μικρολεπτά, ἀλλὰ τῷ 2020ῳ ἔτει ἐν τῇ Οὐρουγουάῃ ἀστραπή τις ἑπτακαίδεκα μικρολεπτὰ παρέμεινεν.

Δανία
30 Ἰανουαρίου 2022
Ἐν τῇ Δανίᾳ ἄηθές τι ἐγένετο, ἡ γὰρ τῆς χώρας πρόεδρος Mette Fredericksen (ἐν τῇ φωτογραφίᾳ) εἶπε νεωστὶ ὅτι, τῆς πανδημίας ἤδη τελευτησάσης, ἐξείη πάσας τὰς ἀπορρήσεις ἀκύρους ποιεῖν· πολλοὶ οὖν ἐθαύμασαν τοῦτο ἀκούσαντες, ἐν γὰρ τῇ Δανίᾳ ὁ ἀριθμὸς ὁ τῶν τὴν νόσον πασχόντων ὑψηλότατός ἐστιν.
ἡ πρόεδρος ἀπεκρίνατο ὅτι, καὶ εἰ ἀληθές ἐστιν ὅτι τὸν τῶν νοσούντων ἀριθμὸν ὑψηλότατον ὄντα ὁρῶμεν, ἔργῳ οἱ ἐπικινδύνως πάσχοντες ὀλίγιστοι τυγχάνουσιν ὄντες· παραδείγματος δὲ ἕνεκα, τῇ μὲν Παρασκευῇ ἄλλοι 46,747 ἄνθρωποι νοσώδεις ἐγένοντο, ἀλλὰ ἐν τῇ Δανίᾳ μόνον 938 ἐν τοῖς νοσοκομείοις κεῖνται, τὸ γὰρ νέον γένος “ὄμικρον“ καλούμενον οὐ τοσοῦτο ἐπικίνδυνόν ἐστιν ἢ τὰ προτεραῖα, οὗτοι δέ εἰσιν οἱ ἀριθμοὶ οὓς κατὰ τὴν πρόεδρον δεῖ θεᾶσθαι.

27 Ἰανουαρίου 2022
Τετταράκοντα ἄνθρωποι ἠφανίσθησαν ἔμπροσθεν τῆς Φλορίδης. οἱ μὲν ἁλιευτικοῦ τινὸς πλοίου ναῦται μικρὸν σκάφος εἶδον ἀνεστραμμένον ἐφ' οὗ ἀνθρωπός τις μόνος ἐκάθητο, κατὰ δὲ τοῦτον τὸν περιόντα τετταράκοντα ἄνθρωποι, ἀπὸ τῶν Βαχάμων νέσων ἀναχθέντες καὶ ἐν νῷ ἔχοντες εἰς τὰς ΗΑΠ ἀφίκεσθαι, ἐν τῷ πλοίῳ ἔπλεον ὃ θυέλλης ἕνεκα ἀνεστράφη.
ἡ Ἀμερικανὴ ἀρχὴ ἀεροσάφος ἔπεμψεν ἵνα ἄλλους περιόντας εὕροι, ἀλλὰ μέχρι τοῦ νῦν οὐδεὶς ἄλλος ηὑρέθη.

Βουρκίνα-Φάσο
25 Ἰανουαρίου 2022
Τὸ αὐτὸ καὶ ἐν πολλαῖς ἄλλαις χώραις, ἐν τῇ Βουρκίνα-Φάσο τὸ στράτευμα, τὸν τῆς χώρας πρόεδρον Roch Kaboré ἐκβαλόν, τὴν ἀρχὴν χθὲς βίᾳ εἷλεν. νεωστὶ μὲν οἱ τῆς χώρας πολῖται τῷ προέδρῳ μάλιστα ἐπετίμων, οὗτος γὰρ ἰσλαμιστῆς αποστάσεως γενομένης οὐκ ἐδύνατο τὴν χώραν αὖθις πραύνειν τε καὶ εἰς ἡσυχίαν ἄγειν, ἔδοξε δὲ στρατηγοῖς τισὶ τὴν ἀρχὴν ἑλοῦσι τῇ αποστάσει τέλος θεῖναι.
κατὰ δὲ τὸν στρατηγὸν ὃς διὰ τῆς τηλεοράσεως τὴν νέαν κατάστασιν ἤγγειλεν (ἐν τῇ φωτογραφίᾳ) ὅ τε πρόεδρος καὶ οἱ περὶ αὐτοῦ ἐν φυλακῇ μένουσιν.

Καζακστάν
23 Ἰανουαρίου 2022
Ὁ Nursultan Nazarbayev καίπερ τῷ 2019ῳ ἔτει τὴν ἀρχὴν παρεὶς ἔτι δύναμιν μεγάλην παρὰ τοῖς ἄρχουσι κατεῖχεν, ἀλλὰ ὡς ἔοικεν αὕτη ἡ κατάστασις εἰς τὸ τέλος ἀφίκετο, ἡ γὰρ τῆς χώρας βουλὴ ἐψηφίσατο νεωστὶ τὴν τῆς χώρας πολιτείαν μεταβαλεῖν ἵνα ὁ N.N. ταύτης τῆς δυνάμεως ἣν ἔτι κατεῖχεν ἀποστερῆται.
ὁ N.N. τῷ 1990ῳ ἔτει πρόεδρος τῆς χώρας ἐγένετο, ἐντεῦθεν δὲ ἡ οἰκονομικὴ κατάστασις ἐπὶ τὸ βέλτιον ἐχώρει καὶ εἰ πολλάκις τὴν τῆς χώρας πολιτείαν μετέβαλλεν ἵνα ἐν τῇ ἀρχῇ μένοι, ἡ δὲ εἰκὼν αὐτοῦ ἐν ταῖς τε ὁδοῖς καὶ τῷ ἀερολιμένι καὶ τοῖς διδασκαλείοις και ταῖς ἀγοραῖς πανταχοῦ ἐπεφαίνετο· τέλος δὲ τῷ 2019ῳ ἔτει τὴν ἀρχὴν οὕτω παρῆκεν ὥστε ἔτι μεγάλην δύναμιν κατέχειν.

20 Ἰανουαρίου 2022
Ἤδη ἔτος ἓν διῆλθεν ἐξ οὗ ὁ Γ. Βαῖδεν πρόεδρος τῶν ΗΑΠ ἐγένετο, κατὰ δὲ τοὺς ἐμπείρους ἡ τοῦ Βαῖδεν ἀρχὴ σύμμειξίς ἐστι νικῶν τε καὶ ἡττῶν, παραδείγματος γὰρ ἕνεκα ὁ ἀριθμὸς ὁ τῶν ἀνέργων μάλιστα ἐμειώθη, ἀλλὰ αἱ τῶν ἀναγκαίων (σίτου τε καὶ οἰκημάτων καὶ ἐσθημάτων κτλ.) τιμαὶ μάλιστα ηὐξήθησαν καὶ ὁ νῦν πληθωρισμὸς τοσοῦτός ἐστιν ὥστε τὸν τοῦ 1990ου ἔτους ἤδη προέφθακεν· αἱ δὲ ΗΑΠ τὴν συγγραφὴν (περὶ τῆς τοῦ πλανήτου ὑπερθερμάνσεως) τὴν τοῦ Παρισίου αὖθις ἐδέξαντο (ὁ γὰρ Τρᾶμπ τὰς ΗΑΠ ἐκ ταύτης τῆς συγγραφῆς ἐξεῖλεν), ἀλλὰ ἡ ἐκ τοῦ Ἀφγανιστᾶν ἀναχώρησις κακίστη ἐγένετο, κτλ.
ὁ Βαῖδεν, ἑκατὸν μὲν ἡμερῶν διελθουσῶν ἐξ οὗ εἰς τὴν ἀρχὴν ἀφίκετο, εὖ ἤκουσεν παρὰ τοῖς πλείστοις τῶν πολιτῶν (57%), νῦν δὲ μόνον 43% τῶν πολιτῶν αὐτῷ εὐνοοῦσιν.

Τόγγα
18 Ἰανουαρίου 2022
Ἡ ἐν τῇ νήσῳ Τόγγᾳ κατάστασις ἔτι καὶ νῦν κακίστη μένει· τοῦ ὑποθαλαττίου ἡφαιστείου τῷ Σαββάτῳ ῥυέντος, χαλεπώτατον (εἰ μὴ ἀδύνατον) ἐγένετο τοῖς ἐν ἐκείναις ταῖς νήσοις συναλλάττειν, ὁ γὰρ πάταγος τοσοῦτος ἐγένετο ὥστε ὁ ὑποθαλάττιον πεῖσμα δι' οὗ πᾶσαι αἱ κοινωνίαι διαπορεύονται διερράγη.
ἡ Τόγγα ἐκ 169 νήσων συνίσταται, ὧν ἐν 36 οἰκοῦσιν 100,000 ἄνθρωποι, ὧν οἱ πλεῖστοι ἐν τῇ Τογγατάπου νήσῳ.
μέχρι δὲ τοῦ νῦν τρεῖς ἄνθρωποι ἀπέθανον· δύο μὲν ἐπιχώριοι, μία δὲ Βρετανική. ἄλλαι χῶραι πειρῶσιν ἐπικουρίαν πέμψαι, ὃ οὐκ ἐξὸν τοῖς ἀεροσκάφεσι τοῦ καπνοῦ ἕνεκα προσπέτεσθαι χαλεπώτατόν ἐστιν· κατὰ δὲ τὴν τῆς Νέας Ζελανδίας φερέφωνον ὕδωρ δέχεσθαι πολλοῦ ἀξιώτατον γίγνεται νῦν, ἡ γὰρ τέφρα τὸ ἐν ταῖς νήσοις ὕδωρ διεφθάρηκεν.

15 Ἰανουαρίου 2022
τῆς ἐν τῇ Ἑλβετίᾳ συνόδου ἤδη τελευτησάσης, ἡ περὶ τῆς Οὐκραίνης κατάστασις χείρων γίγνεται, τήμερον μὲν γὰρ φερέφωνός τις τῶν ΗΑΠ εἶπεν ὅτι ὁ Ποῦτιν πρόφασιν παρασκευάζει ἵνα εἰς τὴν Οὐκραίναν εἰσβάλλῃ (ὃ ὡς ἐπὶ τὸ πολὺ “ψευδοῦς σημείου πρᾶξις“ καλεῖται), τὸ δὲ Κρέμλιν τοῦτο τὸ κατηγόρημα ἀπέωσεν· πρὸς δὲ τούτῳ πολλαὶ μὲν ἠλεκτρονικαὶ τῆς Οὐκρανῆς ἀρχῆς σελίδες ἐπίθεσίν τινα ἔπαθον χθές, λέγεται δὲ ὅτι ὁ Ποῦτιν τοὺς Οὐκρανοὺς πολίτας φοβεῖν πειρᾷ ἃ πράττειν δύναται δεικνύων.
ἔμπροσθεν μὲν πάντες ἠρώτων πότερον ὁ Ποῦτιν εἰς τὴν Οὐκραίναν εἰσβαλοίη ἢ οὔκ, νῦν δὲ πάντες ἐρωτῶσι πότε ἡ εἰσβολὴ γενήσεται καὶ ποία ἡ πρόφασις ἔσται (οὐδένα γὰρ λανθάνει ἡ εἰσβολὴ γενησομένη).

12 Ἰανουαρίου 2022
Ὁ τοῦ Ἡνωμένου Βασιλείου πρωθυπουργὸς Βόρις Ἰόνσων ὡμολόγησε τήμερον ἑορτὴν ποιῆσαι ἐν τῇ τῆς ἑαυτοῦ οἰκίας αὐλῇ τῷ 2020ῳ ἔτει ἐν ᾧ ἔδει πάντας τοὺς πολίτας οἴκοι μένειν ἵνα τὴν νόσον Covid μὴ διασκεδαννύοιεν· δημοσιογράφος μέν τις ἠλεκτρονικὴν ἐπιστολὴν εὑρὼν ἐν ᾗ ὁ πρωθυπουργὸς ἑκατὸν ἀνθρώπους οἴκαδε παρεκάλεσεν (ὧν μόνοι τριάκοντα παρῆλθον) εἰς τὸ φῶς ἐξήνεγκεν, εὐθέως δὲ ἡ προσδόκιμος πολιτικὴ θύελλα ἐγένετο.
τὸ μὲν ἐν τῇ βουλῇ ἀνθιστάμενον κόμμα, πῶς γὰρ οὔ, ᾔτησεν αὐτὸν τῆς ἀρχῆς ἀφίστασθαι, ὁ δὲ πρωθυπουργὸς ἀπεκρίνατο ὅτι ἐκείνη ἡ ὁμιλία “ἐργασίμη ὁμιλία“ εἴη.

Ἑλβετία
10 Ἰανουαρίου 2022
Οἱ τῶν ΗΑΠ καὶ τῆς Ῥωσσίας φερέφωνοι συγκάθηνται τήμερον ἐν τῇ Ἑλβετίᾳ ἵνα περὶ τῆς ἐν τῇ Οὐκραίνῃ καταστάσεως διαλέγωνται, ὁ γὰρ Ποῦτιν ἔτι καὶ νῦν τὸν τῶν στρατιωτῶν ἀριθμὸν ἐγγὺς τοῦ ὅρου κειμένων (εἰ καὶ τὸ νῦν εἶναι ἡσυχάζουσιν) αὐξάνει, αἱ δὲ ΗΑΠ φοβοῦνται μὴ ἡ Ῥωσσία εἰς τὴν Οὐκραίναν εἰσβάλλῃ, ἡ γὰρ Ῥωσσία ἤδη τῷ 2014ῳ ἔτει τὴν χερσόνησον Κριμέαν κατέλαβεν.
ὁ μὲν Ποῦτιν οὐ βούλεται τὴν Οὐκραίναν μέρος γενέσθαι τοῦ Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμοῦ, ἡ δὲ Εὐρωπαικὴ Ἕνωσις πρὸς τὴν Οὐκραίναν βλέπει ὡς πρὸς μέλλοντα σύμμαχον.

Αὐστραλία
10 Ἰανουαρίου 2022
Ὁ Αὐστραλὸς δικαστὴς A. Kelly ἐκέλευσε χθὲς τοὺς φύλακας τὸν τενίστην Djokovic ἐλευθεροῦν. ὁ τενίστης, εἰς τὴν χώραν εἰσελθεῖν πειράσας, πρῶτον μὲν ἐν κακατωγίῳ τινὶ ἐφυλάττετο ἅτε τὸ τῆς νόσου Covid ἀντίδοτον οὐ δεξάμενος, ἔπειτα δὲ εἶπεν ὅτι οὐκ ἀναγκαῖον εἴη αὐτῷ τὸ ἀντίδοτον δέχεσθαι ὡς τὴν νόσον ἤδη παθόντι.
ὁ ἀγών, "Open" καλούμενος, τῇ 17ῃ τούτου τοῦ μηνὸς ἄρξεται, ὁ δὲ D. ἤδη λυθεὶς εἶπεν ὅτι ἐν νῷ ἔχοι τοῦ ἀγῶνος μετέχειν.

Ἡνωμέναι Ἀμερικῆς Πολιτεῖαι
8 Ἰανουαρίου 2022
Τρεῖς ἄνθρωποι κατεγνώθησαν προχθὲς ἐν τῇ Γεωργίᾳ ἅτε τὸν Ahmaud Arbery, Ἀφροαμερικανὸν πολίτην, τῷ 2020ῳ ἔτει ἀποκτείναντες. δύο μὲν τῶν καταγνωθέντων τυγχάνουσι πατὴρ καὶ υἱὸς ὄντες, ὁ δὲ τρίτος ἀνὴρ γείτων αὐτῶν ἐστίν.
ὁ μὲν Α.Α. ἔτυχε διὰ δήμου τινὸς τρέχων, γυμνάζων δή, οὗ οἱ πλεῖστοι τῶν ἐκεῖ οἰκούντων Καυκάσιοί εἰσι τὸ γένος, οἱ δὲ τρεῖς ἄνθρωποι οἱ νῦν καταγνωθέντες αὐτὸν πρῶτον μὲν ἐδίωξαν, ἔπειτα δὲ κυκλώσαντες ἀπέκτειναν.
κατὰ δὲ τὸν δικαστὴν ἀμφισβητήσιμον οὐκ ἔστιν ὅτι αὐτὸν ἐκ προνοίας ἀπέκτειναν διὰ τὸ γένος.

6 Ἰανουαρίου 2022
Ἡ Αὐστραλία τὸν τενίστην Djokovic εἰς τὴν χώραν εἰσιέναι οὐκ ἐᾷ ἅτε τὸ τῆς νόσου Covid ἀντίδοτον οὐ δεξάμενον· κατὰ μὲν τὸν τενίστην ἡ Αὐστραλὴ ἀρχὴ ἔδωκεν αὐτῷ ἐξουσίαν εἰς τὸ εἰσελθεῖν καίπερ τὸ ἀντίδοτον οὐ δεξαμένῳ, κατὰ δὲ τὸν τῆς ἀρχῆς φερέφωνον τοῦτο ψευδές ἐστιν.
τῶν δὲ τῆς Σερβίας ἀρχόντων ἀντειπόντων, ὃ ἀθλητικὸς ἀγὼν εἶναι ἔδει διπλωματικὴ ἅμιλλα γεγένηται.

Ἐν τῷ Καζακστὰν (ὃ τῷ 1991ῳ ἔτει ἀπὸ τῆς Ῥωσσίας ἀποστὰν αὐτόνομον ἐγένετο) ἡ ταραχὴ ἔνθα καὶ ἔνθα διὰ τῆς χώρας σκεδαννυμένη καθ' ἡμέραν μείζων γίγνεται, ὁ δὲ ἐν τῇ ἀρχῇ σχετλιασμὸς ἦν ταχέως ταραχὴ ἐγένετο, νῦν οὖν ὁ πρόεδρος Kasim-Yomart Tokaev τὸν Ποῦτιν βοήθειαν ᾔτησεν.
καὶ εἰ ἡ ταραχὴ ἤρξατο διότι οἱ ἄρχοντες τὴν τῶν καυσιμάτων τιμὴν ηὔξασαν, τοῦτο ταχέως εἰς πολιτικὸν ἐπίκλημα μετεβλήθη, τῶν πολιτῶν δημοκρατίαν αἰτούντων.

Ὁ Δέσμονδ Τούτου ἀποθνῄσκει
29 Δεκεμβρίου 2021

Ὁ Δέσμονδ Τούτου, ὁ ἀρχιεπίσκοπος ὃς ἐν τῇ Νοτίᾳ Ἀφρικῇ ἐπὶ τὸ οὕτω καλούμενον “ἀπαρτχεῖδ“ ἐμαχέσατο, νεωστὶ ἀπέθανεν, ἐνενήκοντα ἔτη γεγονώς.
ὁ ἀρχιεπίσκοπος περίβλεπτος ἐγένετο τοῖς 1980οις ἔτεσιν ἅτε ὑπὲρ τῶν τῆς μαύρης φυλῆς πολιτῶν μαχόμενος, ἐκείνῳ γὰρ τῷ χρόνῳ πολλοὶ τῶν τοῦ Ἀφρικανικοῦ Ἐθνικοῦ Κογγρέσου ἀρχόντων ἐν τῷ δεσμωτηρίῳ ἔκειντο, ἄλλοι τε καὶ ὁ Νέλσον Μανδέλα· τὸν δὲ ἀρχιεπίσκοπον, ὃς τὸ Νόβελ τῆς Εἰρήνης Ἆθλον τῷ 1984ῳ ἔτει ἐδέξατο, πάντες οἱ πολῖται “τὴν τῆς χώρας σύνεσιν“ ἡγοῦντο.
τῷ μηνὶ Φεβρουαρίου τοῦ 1990ου ἔτους ὁ μὲν ἀρχιεπίσκοπος πάντα παρεσκεύασεν ἵνα ὁ Νέλσον Μανδέλα, ὃς εἴκοσι καὶ ἑπτὰ ἔτη ἐν τῷ δεσμωτηρίῳ ἔκειτο, τὸ πρῶτον τοῖς πολίταις ἐν τῇ τῆς Ἄκρας Πόλει δημηγοροίη, ἐκείνῃ δὲ τῇ ἡμέρα“ ἡ τῆς Νοτίας Ἀφρικῆς αἶσα μετεβλήθη.
ἡ τοῦ ἀρχιεπισκόπου ἐνδοξότατος φράσις ἥδε ἐστίν· “εἰ ἐν ἀδίκῳ τινὶ καταστάσει ἐκποδὼν ἵστασαι ἀμφοτέροις, τῷ πιέζοντι βοηθεῖς.“

Ὁ Ὀρβὰν τῇ Εὐρωπαικῇ Ἑνώσει ἀντιλέγει
23 Δεκεμβρίου 2021

Ὁ τῆς Οὐγγαρίας πρωθυπουργός, ὁ Βίκτορ Ὀρβάν, εἶπε χθὲς ὅτι τοὺς νόμους τοὺς περὶ τῶν ξένων τε καὶ φυγάδων εἰς τὴν χώραν εἰσελθεῖν πειρωμένων οὐ μεταβαλοίη καίπερ τῆς Εὐρωπαικῆς Ἑνώσεως κελευούσης. τὸ τῆς Ε.Ε. δικαστήριον εἶπε μὲν ὅτι ἡ Οὐγγαρία τοὺς τῆς Ἑνώσεως νόμους παρανομοίη εἴτε τοὺς φυγάδας εἰσελθεῖν οὐκ ἐῶσα εἴτε τοὺς ἤδη εἰσελθόντας ἐκβάλλουσα, ἐπώτρυνε δὲ ταύτην τὴν χώραν τοιαύτην πρᾶξιν καταλιπεῖν· ὅμως δὲ ἡ τοῦ Ὀρβὰν ἀπόκρισις ἀμφισβήτησιν οὐδεμίαν παρέχει· “τοὺς μὲν ἡμετέρας νόμους οὐ μεταβαλοῦμεν, τοὺς δὲ φυγάδας εἰσελθεῖν οὐκ ἐάσομεν.“
τοῖς τὰ τῆς Εὐρώπης νέα συχνὸν ἀναγιγνώσκουσι τοῦτο εὔγνωστόν ἐστιν, ἐν γὰρ τῇ Πωλονίᾳ νεωστὶ ὅμοιόν τι ἐγένετο, ὁ γὰρ τῆς χώρας πρόεδρος εἶπεν ὅτι οἱ τῆς Πωλονίας νόμοι κρείττονες εἶεν τῶν τῆς Ε.Ε.
ὁ Ὀρβὰν τῆς Ε.Ε. κατηγορεῖ μὲν τὴν τῆς Οὐγγαρίας οἰκονομικὴν κατάστασιν ἅτε τὰ χρήματα ταύτῃ τῇ χώρᾳ ὀφειλόμενα οὐ διδούσης, λέγει δὲ ὅτι ἡ Ε.Ε. τῷ περὶ τῶν φυγάδων πράγματι ὡς προφάσει χρῆται.
καὶ δὴ καὶ ἡ πρὸς τὴν Ε.Ε. ἅμιλλα διπλῆ ἐστιν, ἡ μὲν γὰρ Ε.Ε. βούλεται νῦν τὸν Μιλορὰδ Δόδικ (τὸν τῶν Σερβίων προστάτην ἐν τῇ Βοσνίᾳ) κολάζειν, ὁ δὲ Ὀρβὰν τούτῳ τῷ κολάσματι ἀνθίσταται (πῶς γὰρ οὔ), λέγει γὰρ ὅτι οἱ Σέρβιοι οἱ ἐν τῇ Βοσνίᾳ οἰκοῦντες ἄξιοί εἰσιν τοῦ τὰ ἑαυτῶν δικαιώματα δέχεσθαι. ἐν τῷ τῆς ἀρχαίας Ἰουγοσλαβίας πολέμῳ ὁ Ὀρβὰν ἀεὶ τοῖς Σερβίοις ἐπεκούρησεν, τούτων δὲ οὕτως ἐχόντων αὕτη ἡ στάσις οὐδενὶ ἀπροσδόκητος ἀφῖκται.

Νεωτερισμὸς ἐν τῷ τοῦ Πρωθυπουργοῦ κόμματι
16 Δεκεμβρίου 2021

Ἡ νόσος Covid-19 διὰ τοῦ Ἑλληνικοῦ ἀλφαβήτου προέρχεται (πρῶτον μὲν ὁ τύπος δέλτα κινδυνότατος ἐνομίζετο, ἔπειτα δὲ ὁ τύπος μῦ, νῦν δὲ ὁ τύπος ὄμικρον), οὗτος δὲ ὁ τελευταῖος τύπος, ὁ ὄμικρον τύπος, οὐ μόνον πλείονας ἀνθρώπους ῥᾳδίως ἅπτεται ἀλλὰ καὶ ἀμφισβήτησίν τε καὶ ἅμιλλαν εἰς τοὺς πολίτας εἰσενήνοχεν, τοῦ γὰρ ἰοῦ ἄνω καὶ κάτω, ἔνθα καὶ ἔνθα διὰ τῆς χώρας πορευομένου ὁ Βόρις Ἰώνσον βούλεται νῦν νέους νόμους εἰσθεῖναι οἳ τὴν τῶν πολιτῶν ἐλευθερίαν ἔτι καὶ μᾶλλον ὁρίζοιεν ἄν.
τὰ ἐρωτήματα ἃ οἱ πολῖται ἑαυτοῖς ἐρωτῶσι τοιαῦτά ἐστιν οἷα “δεῖ ἡμᾶς τῇ νόσῳ ἀμύνεσθαι ἰδίᾳ ἢ δημοσίᾳ;“ “ἔξεστι τῇ ἀρχῇ τοὺς πολίτας κελεύειν ὁπόσοις φίλοις συντυγχάνειν δύνανται;“ “δεῖ τὴν ἀρχὴν κελεύειν ἢ μόνον πείθειν;“ κτλ.
οἱ μὲν τῶν πολιτῶν νομίζουσι τοῖς ἄρχουσιν ἐξεῖναι τὰ ἀναγκαῖα κελεύειν ἵνα τὴν τῆς νόσου διασπορὰν κωλύωσιν, οἱ δὲ διαβεβαιοῦνται ὅτι οἱ πολῖται αὐτοὶ αἴτιοι τῆς ἑαυτῶν ἀμύνης εἰσίν· αὕτη δὲ ἡ διαίρεσις οὐ μόνον πρὸς τοὺς πολίτας ἀλλὰ καὶ πρὸς τοὺς βουλευτὰς πάρεστιν, χθὲς γὰρ τοῦ Πρωθυπουργοῦ νέους νόμους εἰς τὴν βουλὴν προσενεγκόντος ἄτοπόν τι ἐγένετο· ὡς ἐπὶ τὸ πολὺ ὁπόταν ὁ Πρωθυπουργὸς νέον νόμον προσφέρῃ οἱ μὲν τοῦ Πρωθυπουργοῦ κόμματος ἑταῖροι τὸν νόμον ἑκόντες ψηφίζονται, οἱ δὲ ἀνθιστάμενοι ἀντιχειροτονοῦσιν, ἀλλὰ χθὲς τοὐναντίον ἐγένετο, πολλοὶ γὰρ τῶν περὶ τοῦ Πρωθυπουργοῦ (ἴσως ἑκατὸν) τοὺς νέους νόμους ἀπέωσαν, πολλοὶ δὲ τῶν ἀεὶ ἀνθισταμένων κομμάτων ἑκόντες ἐψηφίσαντο. ἡ διπλῆ πρὸς τὴν νόσον δόξα οὐ μόνον τοὺς πολίτας ἀλλὰ καὶ ἐντὸς ἑκάστου κόμματος τοὺς ἑταίρους σχίζει.

Καὶ ἐν τῇ Φινλανδίᾳ τόδε γίγνεται
8 Δεκεμβρίου 2021

Καὶ εἰ ὡς ἐπὶ τὸ πολὺ πρὸς τὰς Σκανδινάβας χώρας βλέπομεν ὡς παράδειγμα τῆς ὀρθότητος, ἐνίοτε ἐκεῖ τὰ αὐτὰ γίγνεται καὶ ἐν ἄλλαις χώραις, ἐν γὰρ τῇ Φινλανδίᾳ, οὗ ἡ νόσος Covid-19 νῦν αὖθις σκεδάννυται (τοὺς τελευταίους μῆνας τὴν νόσον κατεῖχον), ἡ τῆς χώρας Πρωθυπουργὸς Σάννα Μάριν ἐν δισκοθήκῃ τινὶ ὤφθη καίπερ δέον αὐτὴν ἐν ἐρημίᾳ οἴκοι μένειν τῆς νόσου ἕνεκα.
οἱ μὲν ἰατροὶ αἰσθόμενοι τοῦ τῶν Ἐξωτερικῶν Ὑπουργοῦ τὴν νόσον πάσχοντος ἐκέλευσαν πάντας οἵτινες αὐτῷ ὁμιλήσαιεν εἰς ἐρημίαν ἐλθεῖν τε καὶ οἴκοι μένειν, ἡ δὲ Πρωθυπουργὸς εἰς δισκοθήκην τινὰ ἀπῆλθεν, ἀλλὰ ταχέως φωτογραφίαι ταύτης τῆς “νυκτερινῆς φυγῆς“ ἐπεφάνησαν· ἔπειτα δὲ ἀπολογηθεῖσα εἶπεν ὅτι τὸ τηλεφῶνον οἴκοι καταλιποῦσα οὐκ εἰδείη δέον ἑαυτὴν εἰς ἐρημίαν εἰσελθεῖν (οἱ ἰατροὶ τὸ κέλευσμα διὰ τοῦ τηλεφώνου ἔπεμψαν).
πρὸς δὲ τούτῳ οὐ τὸ πρῶτον οἱ ἐναντίοι αὐτὴν μέμφονται, λέγουσι γὰρ ὅτι ἡ Πρωθυπουργὸς πολλάκις, ἄγαν δή, τοῖς οὕτω καλουμένοις “κοινοῖς δικτύοις“ χρῆται ὡς ἂν εἰ νέα κόρη εἴη. ἡ Σ. Μ. τῷ μὲν 2019ῳ ἔτει Πρωθυπουργὸς κατέστη μόνον τριάκοντα καὶ τέτταρα ἔτη γεγονυῖα, οὕτω δὲ ἡ νεωτάτη τοῦ κόσμου πρωθυπουργὴ ἐγένετο.

Ἡ ἐν τῇ Οὐκραίνῃ κατάστασις
3 Δεκεμβρίου 2021

Αὖθις πάσχομεν (εἰ οὔπω νῦν, οὐ δι' ὀλίγου πεισόμεθα) τὸν πάλαι οὕτω καλούμενον “ψυχρὸν πόλεμον“ ἐν τῇ Εὐρώπῃ, ἀλλὰ τὸ τούτου τοῦ ψυχροῦ πολέμου κέντρον νῦν οὐκ ἐν τῇ Γερμανίᾳ ἀλλὰ ἐν τῇ Οὐκραίνῃ κεῖται.
τὰ δὲ τῷ παρελθόντι χρόνῳ γενόμενα ἤδη ἴσμεν· πρῶτον μὲν ἡ Οὐκραίνα μέρος ἦν τῆς σοβιετικῆς ἀρχῆς, ἔπειτα δὲ τοῦ Γορβαζιὸβ ἐπανορθώματα τινὰ εἰσαγαγόντος αὕτη ἡ χώρα αὐτόνομός τε καὶ ἐλευθέρα γενομένη καὶ πάντας τοὺς πρὸς τὴν Ῥωσσίαν συνδέσμους τεμοῦσα τῷ ΒΑΣΟ (Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμῷ) σπονδὰς ἐποιήσατο· καὶ δὴ καὶ τὸ αὐτὸ ἐποιήσαντο ἄλλαι χῶραι τὸ πρότερον τῆς σοβιετικῆς ἀρχῆς μέρη οὖσαι.
αἱ δὲ ΗΑΠ τὴν Οὐκραίναν φυλάττουσαι βούλονται νῦν πύραυλα ἐν τῇ Οὐκραίνῃ αὐτῇ καθιστάναι ἵνα ἐκ τῆς τοῦ Ποῦτιν κεφαλῆς ὁτιοῦν νόημα περὶ τὸ τὴν Οὐκραίναν αὖθις κτᾶσθαι ἐξαιρῶσιν, οὐδεὶς γὰρ ὅστις οὐκ οἶδεν ὅτι ὁ τοῦ Ποῦτιν χρυσοῦς ὄνειρος τὴν Οὐκραίναν αὖθις κτᾶσθαί ἐστιν, λέγεται δὲ γελοίως ὅτι ὁ Ποῦτιν τὸ τῆς Ῥωσσίας ἥμισυ δοίη ἂν ἀντὶ τῆς Οὐκραίνης.
ἡ δὲ τοῦ Ποῦτιν ἐπιστροφή; τῇ 30ῇ τοῦ Νοεμβρίου ὁ Ποῦτιν ἐν τῇ ὁμιλίᾳ “ Ἡ Ῥωσσία Καλεῖ “ εἶπεν ὅτι εἰ αἱ ΗΑΠ πύραυλα ἐν τῇ Οὐκραίνᾳ καθισταῖεν δέοι ἂν τὴν Ῥωσσίαν τὸ αὐτὸ ποιεῖν (ἐν τῇ Ῥωσσίᾳ).
ὁ μὲν Ποῦτιν νεωστὶ 90,000 στρατιώτας ἐγγὺς τοῦ ὅρου ἐσκέδασε τὴν τῆς Ῥωσσίας δύναμιν ἐπιδεῖξαι βουλόμενος· κατὰ μὲν τὴν Οὐκραίναν ὁ Ποῦτιν τοῦτο ποιῶν τοὺς τῆς Οὐκραίνης πολίτας καταπλήττειν πειρᾷ ἵνα τῆς Ῥωσσίας εἰσβαλούσης μὴ ἀνθιστῶνται, κατὰ δὲ τὸν Ποῦτιν αὕτη μὲν ἡ ὑπόνοια ψευδής ἐστιν, ἔξεστι δὲ τῇ Ῥωσσίᾳ τοὺς ἑαυτῆς στρατιώτας ἄνω καὶ κάτω ἄγειν ὅπως ἂν βούληται ἐφ' ᾧ ἂν ἐντὸς τῆς χώρας μένῃ.

Ἆρα βούλει μικρότατον οἴκημα μισθοῦσθαι;
26 Νοεμβρίου 2021

Οἰκίαν τινὰ μισθοῦσθαι δαπανηρότατόν ἐστι τὸ νῦν, οὐδεὶς δὲ ὅστις τοῦτο οὖκ οἶδεν, πολλοῖς οὖν νεανίαις εἰς γάμον ἰέναι βουλομένοις ἀναγκαῖόν ἐστι πολλὰ ἔτη μένειν καὶ ἐν τῇ τῶν γονέων οἰκίᾳ οἰκεῖν διότι οὐκ ἔξεστιν αὐτοῖς τὴν ἑαυτῶν οἰκίαν ἔχειν, οὔτε γὰρ μισθοῦσθαι οὔτε πρίασθαι δύνανται καίπερ μικροτάτην οὖσαν ἕως ἂν ἱκανὰ χρήματα ἔχωσιν.
μέχρι δὲ τούτου οὐδὲν νέον εἴπομεν, ἀλλὰ... “καίπερ μικροτάτην οὖσαν“ ἐγράψαμεν; τοῦτο ἐρωτῶ διότι ἴσως τόδε τὸ νέον ἄγγελμα ἐν ταῖς Ἰαπονικαῖς ἐφημερίσιν ἐπιφανὲν τοῖς ἐκείνης τῆς χώρας πολίταις μελήσει.
ἡ ἑταιρεία Ἰκέα, ἣ ὡς ἐπὶ τὸ πολὺ κατασκευήν τε καὶ ἔπιπλα πωλεῖ, βούλεται νῦν εἰς τὸ τῶν ἐγγείων οὐσιῶν ἐπιτήδευμα εἰσιέναι, τὸ δὲ πρῶτον ἄγγελμα θαυμαστόν ἐστιν, παρέχουσι γὰρ μικρότατον οἴκημα ἐν τῷ Τοκίῳ, πάντες δὲ ἴσμεν ὅτι αὕτη ἡ πόλις οὐδαμῶς εὐτελής ἐστιν, τοὔμπαλιν δή, τῶν γὰρ δαπανηροτάτων ἐν τῇ οἰκουμένῃ πόλεων ἐστίν· τὸ δὲ οἴκημα, ἐν τῷ δήμῳ Shinjuku κείμενον, παρέχουσι... ἐπὶ 0,85 δόλαρ κατὰ μῆνα.
ἆρα βούλει τὸ οἴκημα αὐτὸ ἰδεῖν; δεῖ σε βουλόμενον τούτῳ τῷ συνδέσμῳ χρῆσθαι·
https://www.youtube.com/watch?v=5csZZgbeSKc&t=43s
καίπερ μικρότατον ὂν (μόνον δέκα τετράγωνα μέτρα) τὸ οἴκημα πάντα τὰ ἀναγκαῖα ἔχει· ὀπτάνιόν τε καὶ πλυντικὸν μηχάνημα καὶ τραπέζας δύο καὶ δίφρον κτλ., μέρος δέ ἐστι τῆς νέας ἐπινοίας ἣν ἡ ἑταιρεία Ἰκέα “μικρότατα οἰκήματα“ καλεῖ, ἔξεστι δὲ πλείονα περὶ τούτου ἐν τῇ τῆς ἑταιρείας αὐτῆς ἠλεκτρονικῇ σελίδι ἀναγιγνώσκειν.

Ἡ τῆς πανδημίας κατάστασις
18 Νοεμβρίου 2021

Περὶ τῆς ἐπιδημίας λεκτέον ἐστὶ τήμερον πρῶτον μὲν ὅτι ἐν μὲν τῇ Νέᾳ Ἰόρκῃ ἡ τοῦ Νέου Ἔτους ἑορτὴ αὖθις ἐν τῇ ἐνδόξῳ Times Square γενήσεται, ἐξέσται δὲ τοῖς πολίταις τὸ 2022ον ἔτος ἐκεῖ ἐν ἐκείνῃ τῇ ἀγορᾷ δέχεσθαι ὡς τὸ πρότερον, ἀλλὰ τοῖς ἐν νῷ ἔχουσι τῇ ἀγορᾷ παρεῖναι ἀναγκαῖον ἔσται τεκμήριον δεῖξαι τοῦ τὸ ἀντίδοτον δέξασθαι· ὁ δὲ τῆς πόλεως δήμαρχος Bill de Blasio ἀσμένως τοῦτο τὸ βούλευμα τοῖς δημοσιογράφοις ἤγγειλε τήμερον, οἱ γὰρ πολῖται ἤδη πολὺν χρόνον ἐβούλοντο ταύτην τὴν ἑορτήν, τοῦτον τὸν ἑορτάσιμον σύλλογον, ἀναλαβεῖν.
ἔπειτα δὲ ὅτι ἐν τῇ Γερμανίᾳ ἤγγειλεν ὁ τῆς ἀρχῆς φερέφωνος ὅτι ἀναγκαῖον ἔσοιτο τὸ τεκμήριον τοῖς πολίταις οἵτινες ἂν βούλωνται τοῖς δημοσίοις ὀχήμασι χρῆσθαι, ἴσως δὲ καὶ τοῖς ἐν δημοσίοις ἐργαστηρίοις ἐργαζομένοις (περὶ τούτου τοῦ δευτέρου βουλεύματος δεῖ αὐτοὺς ἔτι καὶ νῦν συμβουλεύεσθαι).
ἡ ἐν τῇ Γερμανίᾳ κατάστασις κακίστη γεγένηται, κατὰ δὲ τὸ Ἵδρυμα Robert Koch καθ' ἡμέραν 65.000 ἄνθρωποι εἰς τὴν νόσον καθίστανται, τοσοῦτοι δὲ νοσοῦντες τὰ νοσοκομεῖα πληροῦσιν ὥστε ἔδει τοὺς ἄρχοντας ἐνίους αὐτῶν πρὸς ἄλλας χώρας πέμψαι, ἡ γὰρ Γερμανία νῦν ἐν τῷ οὕτω καλουμένῳ “τετάρτῳ κύματι“ κεῖται.

Ὁ Λουκασιένκο τὴν Εὐρωπαικὴν Ἕνωσιν προκαλεῖται
11 Νοεμβρίου 2021

Περὶ τῆς τοῦ Λουκασιέγκο πρὸς τὴν Εὐρωπαικὴν Ἕνωσιν ἁμίλλης ἀκηκόαμεν ἐξ οὗ οὗτος ἀεροσκάφος τι παρέτρεψεν ἵνα νεανίαν τινὰ συλλάβοι, τούτου γὰρ γενομένου ἡ Ε.Ε. οἰκονομικὰς ζημίας (αἳ οὐδὲν μετέβαλον, ὃ λεκτέον ἐστίν) τῇ Λευκορωσίᾳ ἐπέθηκεν.
νῦν δὲ ὁ Λουκασιέγκο τιμωρίαν λαβεῖν βουλόμενος ἐξουσίαν ἔδωκε μυρίοις μετανισταμένοις εἰς τὴν Ε.Ε. εἰσβῆναι βουλομένοις ἵνα διὰ τῆς Λευκορωσίας διαπορεύωνται οὐδενὸς κωλύοντος, οὕτω γὰρ πράττων πειρᾷ τήν τε τῆς Ε.Ε. οἰκονομίαν ταράττειν καὶ τὴν Ε.Ε. αὐτὴν εἰς ἀπορίαν καταστῆσαι.
ἐν οὖν τῷ ὅρῳ τῷ μεταξὺ τῆς Πολωνίας καὶ τῆς Λευκορωσίας τοσοῦτοι μετανιστάμενοι ἁθροίζονται ὥστε χαλεπώτατον ἐγένετο τοῖς φύλαξι κωλύειν αὐτοὺς μὴ διαβῆναι. χθὲς δὲ ὁ Καρόλος Μαίκηλ, πρόεδρος τῆς Ε.Ε. ὤν, ἐν τῇ Βαρσοβίᾳ αὐτῇ εἶπεν μὲν ὅτι ἡ Ε.Ε. οὐδαμῶς ἡσυχάσοι τοῦτο ὁρῶσα (ἀκριβῶς δὲ ὅ τι ποιήσοι οὐκ εἶπεν), τὴν δὲ ὁμόνοιάν τε καὶ βοήθειαν τὴν τῆς Ε.Ε. πρὸς τὴν Πολωνίαν ἔδειξεν, τοῦ δὲ Λουκασιέγκο κατηγόρησε τοῦ ταύτην τὴν κατάστασιν ἐπισπεύδειν.
πρὸς δὲ τούτοις ἡ Ἀγγέλη Μέρκελ καὶ ἡ Οὔρσουλα Λεῖεν τῷ Ποῦτιν τηλεφωνικῶς διελέχθησαν ὡς παρ' αὐτοῦ αἰτήσουσαι τὸν Λουκασιέγκο κελεύειν τούτῳ τέλος ἐπιθεῖναι, ὃ κατὰ πάντας τοὺς ἐμπείρους γελοιότατον ἐγένετο, ὁ γὰρ Ποῦτιν τῷ Λουκασιέγκο ἐπικουρεῖ.
τούτων οὕτως ἐχόντων, ἡ μὲν Ε.Ε. τὸν Λουκασιέγκο ἀπειλεῖ νέας οἰκονομικὰς ζημίας (μέχρι τοῦδε οὐδὲν ποιησάσας) ἐπιθεῖναι, ὁ δὲ Λουκασιένκο τὴν Ε.Ε. ἀπειλεῖ τὸν τοῦ ἀερίου ὀχετὸν κλεῖσαι.

Ἡ ἐν τῇ Τιγρῇ κατάστασις
4 Νοεμβρίου 2021

Ἡ ἐν τῇ Τιγρῇ ἅμιλλα οὐ μόνον τέλος οὐκ ἔχει ἀλλὰ καὶ εἰς τὸ χεῖρον μεταβάλλεται, νῦν δὲ οὐδεὶς ὅστις ἂν τοῦτο ἀγνοῇ, χθὲς γὰρ ὁ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμὸς μακρὰν ἀπαγγελίαν ἐξέδωκεν ᾗ πολλὰ οὕτω καλούμενα “πολεμικὰ ἀδικήματα“ ἐνδείκνυνται. κατὰ δὲ ταύτην τὴν ἀπαγγελίαν οἱ πάντων τῶν τῆς ἁμίλλης μετεχόντων στρατιῶται τοιαῦτα ἀδικήματα ἠδίκησάν τε καὶ ἀδικοῦσιν, πολλοὶ γὰρ πολῖται, καίπερ οὐδαμῶς στρατιῶται ὄντες, γυναῖκές τε καὶ παῖδες, ὑπὸ τῶν στρατιωτῶν ἀπέθανον.
αὕτη ἡ ἀπαγγελία ἐν ἀκμῇ ἥκει, οἱ γὰρ τῆς Τιγρῆς στρατιῶται νῦν τῇ πρωτευούσῃ Ἄδις Ἀβέβα προσχωροῦσιν, οὕτω δὲ ἐγγὺς πάρεισιν ὥστε ἡ τῆς Αἰθιοπίας ἀρχὴ τοὺς πολίτας κέκληκεν ἵνα τὴν πόλιν φυλάττωσιν, καὶ δὴ καὶ τὸ τῆς Τιγρῆς στράτευμα νεωστὶ τὴν πόλιν Δεσίην εἷλεν.
καὶ εἰ ἡ ἀπαγγελία διαβεβαιοῦται ὅτι πάντες οἱ μαχόμενοι πολεμικὰ ἀδικήματα ἐδίκησαν, διαβεβαιοῦται ὅτι τὰ πλεῖστα τῶν ἀδικημάτων ὑπὸ τῶν τῆς Ἐριτραίας στρατιωτῶν ἐπράχθη, τούτου δὲ λεχθέντος μέμνησθαι δεῖ ὅτι ἡ μὲν Ἐριτραία τῇ Αἰθιοπίᾳ ἐπικουρεῖ, τούτων δὲ οὕτως ἐχόντων ἡ Τιγρὴ ἐν μέσῳ τῶν πολεμίων κεῖται, ἀμφοτέρωθεν γὰρ πολεμίους ἔχει ἀλλήλοις βοηθοῦντας.
πέρυσι δὲ οὗτος ὁ πόλεμος ἤρξατο, οἱ γὰρ τῆς Τιγρῆς ἄρχοντες ὑπώπτευσαν τὴν τῆς Αἰθιοπίας ἀρχὴν βούλεσθαι εἰς τὴν Τιγρὴν εἰσβαλεῖν (ἡ Τιγρὴ νεωστὶ ἰδίας ἀρχαιρεσίας ἐποίησεν).

Ἀνάπαυλα τῆς ἠλεκτρικῆς δυνάμεως;
28 Ὀκτωβρίου 2021

Τοῦτο ἴσως μὲν ἀηθὲς ἄγγελμά ἐστιν, πολλοῖς δὲ δοκεῖ ὑπὸ δυσθύμου τινὸς ἀνθρώπου γραφῆναι, ἀλλὰ καίπερ ἀηθὲς δοκοῦν ἀληθὲς ἄγγελμα τυγχάνει ὄν (ῥᾳδίως γὰρ ἐν ταῖς ἐφημερίσιν εὕροις ἄν).
ἡ τῆς Αὐστρίας ἀρχὴ τοὺς πολίτας παρασκευάζειν ἐν νῷ ἔχει εἰς... μεγάλην τῆς ἠλεκτρικῆς δυνάμεως ἀνάπαυλαν, λέγει γὰρ ὅτι τὸ ἠλεκτρικὸν Εὐρωπαικὸν σύστημά ποτε καταπεσεῖται· κατὰ δὲ τὴν τῆς Ἀμύνης ὑπουργὸν Κλαῦδια Τάννερ οὗτος μὲν ὁ κίνδυνος ἀληθής ἐστιν, οὐδαμῶς ψευδές, τὸ δὲ ἐρώτημα οὐκ ἔστι πότερον αὕτη ἡ ἀνάπαυλα γενήσεται ἢ οὒ ἀλλὰ ὁπότε γενήσεται.
ἡ ἀρχὴ διά τε κηρυγμάτων καὶ γραμμάτων ἐν ταῖς ἀγυίαις ἐπιθέντων τοῖς πολίταις παραινεῖ τὰ ἐπιτήδεια ἀθροίζειν ἵνα ἐκ τῆς ἀναπαύλης περιγίγνωνται· σῖτον καὶ ὕδωρ κτλ. καὶ δὴ καὶ οἱ τοῦ στρατεύματος ἄρχοντες παραινοῦσι τοῖς τε γείτοσι καὶ τοῖς συγγενέσι συμπράττειν ἵνα μηδεὶς ἐν ἐρημίᾳ γίγνηται.
τοῦτο μὲν τὸ ἄγγελμα νῦν ἀφικνεῖται, τῶν τῆς ἠλεκτρικῆς δυνάμεως ὠνῶν ἐπιτιμωμένων, αὕτη δὲ ἡ ἀνάπαυλα οὐ μόνον τῶν διαδικτύων ῥοπὴν ἔχοι ἂν ἀλλὰ καὶ ἄλλων χρήσεων, ἡ δὲ ἐπίνοια ἣν συνεβουλεύσαντο τοῖς στρατοπέδοις χρῆσθαι (τῆς ἀναπαύλης γενομένης) ὡς ὁρμητήριον τοῖς τε πυροσβέσταις καὶ τοῖς ἰατροῖς περιλαμβάνει.
οὐδαμῶς τὸ πρῶτον τοιαῦτα ἀγγέλματα ἀκούομεν, ἀλλὰ τοῦτο ὑπὸ τῆς Αὐστρίας ὑπουργοῦ τινὸς ἠγγέλθη, ὃ πολλοὺς ἐτάραξεν.

Ἐγὼ πρῶτος ἀφικόμην!
21 Ὀκτωβρίου 2021

Τίς πρῶτος εἰς τὴν Ἀμερίκην ἀφίκετο; δύο ἄνθρωποι, καὶ εἰ ἤδη πάλαι τεθνηκότες, ὑπὲρ τούτου τοῦ ἄθλου ἀγωνίζονται, ὁ Χριστόφορος Κολόμβος (ἴσμεν ὅτι τῷ 1492ῳ ἔτει ἀφίκετο) καὶ ὁ Ἔρικ ὁ Ἐρυθρός.
καὶ εἰ ἡ φήμη ἀεὶ ἔφερεν ὅτι ὁ Χ.Κ. πρῶτος ἀφίκετο, ἤδη πολλὰ ἔτη οἱ ἱστοριογράφοι εἰρήκασιν ὅτι ὁ Ε.Ε. ἄξιός ἐστι τοῦ ἄθλου, ὁ γὰρ τῶν Βικίγγων ἄρχων εἰς τὴν Ἀμερίκην ἀφικόμενος ἔφθη πέντε ἑκατονταετίας πρὶν τὸν Χ.Κ. τὸ τοῦ κόσμου φῶς ἰδεῖν.
καίπερ πάντων τοῦτο ἤδη πολλὰ ἔτη εἰδότων, οὐκ ἐξῆν τὸ ἄγγελμα κατὰ τοὺς νόμους ἀγγελεῖν, τεκμήριον γὰρ οὐδὲν ὑπῆρχεν· ὅμως δὲ νῦν τὸ τοσοῦτον χρόνον ἐπιτεθυμημένον τεκμήριον ἔχομεν, οἱ γὰρ ἐπιστήμονες τρία ξύλινα μέρη ἐν τῇ Τερρανόβᾳ εὑρήκασιν ἃ τοῦτο ἐπαληθεύει· ταῦτα μὲν τὰ ξύλινα μέρη, σαφῶς Βικίγγα ἴδια ἀποφαίνοντα καὶ τῷ 1021ῳ ἔτει τμηθέντα, μεταλλικῇ μαχαίρᾳ ἐτμήθη, οἱ δὲ ἐπιχώριοι τοιαύταις μαχαίραις οὐκ ἐχρῶντο, ἐχρῶντο γὰρ ὀστίναις μαχαίραις.
ἀλλὰ πῶς ἴσμεν ταῦτα τὰ τρία ξύλινα μέρη τῷ 1021ῳ ἔτει τμηθέντα; χαλεπώτερον τοῦτο εἰδέναι φαίνεται, ἀλλὰ τῷ μὲν 992ῳ ἔτει δεινὴ ἡλιόπεμπτος θύελλα ἐγένετο ἣ χάραγμα ἐν πᾶσι τοῖς δένδροις κατέλιπεν, ἐξῆν δὲ τοῖς ἐπιστήμοσι ταύτῃ τῇ ἀφορμῇ χρωμένοις ἀκριβῶς τὸ ἔτος ἀνευρεῖν.
δεήσει δὲ νῦν ἡμᾶς τὰς τῆς ἱστορίας βίβλους διορθῶσαι;

Φόνος ἐν τῇ Νορβεγίᾳ
14 Ὀκτωβρίου 2021

Δυστυχῶς δεῖ ἡμᾶς αὖθις περὶ ἀλογίστου τινὸς φόνου διαλέγεσθαι, ἐν γὰρ τῇ πόλει Kongsberg, ἐν τῇ Νορβεγίᾳ κειμένῃ, ἀνήρ τις χθὲς τόξῳ καὶ οἰστοῖς χρώμενος πέντε τε ἀνθρώπους ἀπέκτεινε καὶ δύο ἄλλους ἔτρωσεν· τήμερον δὲ ἤδη γιγνώσκομεν ὅστις ὁ φονεύς ἐστιν, Δάνος πολίτης ἐστὶν (καὶ εἰ ἐν τῇ Νορβεγίᾳ αὐτῇ ἐγένετο, οὐ μέντοι ἐν τῇ Δανίᾳ) τριάκοντα ἑπτὰ ἔτη γεγονὼς ὃς νεωστὶ μετάνοιαν εἰς τὸ ἰσλᾶμ ἐποιήσατο.
κατὰ δὲ τὸν τῆς ἀρχῆς φερέφωνον, οὗτος ὁ ἀνήρ, ὃς μόνος ἔπραξεν (οὐδένα οὖν ἄλλον συνεργὸν ζητοῦσιν) ἤδη εὔγνωστος τοῖς φύλαξιν εἴη, πολλάκις μὲν γὰρ κλωπείας τε καὶ φαρμακοπωλήσεως ἕνεκα συλληφθείη, τῷ δὲ 2020ῷ ἔτει αὐτὸν ἓξ μῆνας φυλάττοιεν ἅτε τοὺς ἑαυτοῦ συγγενέας ἀπειλήσαντα· ὅμως δὲ ὁ φερέφωνος εἶπεν ὅτι ὁ φονεὺς πάντα ὁμολογήσας νῦν τοῖς φύλαξι συμπράττοι.
ἐν τῇ φωτογραφίᾳ, οἱ φύλακες τὸν τοῦ φόνου τόπον ὁρίζουσιν.

Οἱ ἐμοὶ νόμοι κρείττονες τῶν σῶν εἰσίν
9 Ὀκτωβρίου 2021

Ἴσως μετὰ τὸ οὕτω καλούμενον “Βρέξιτ“ περὶ οὗ τοσοῦτον χρόνον διελεγόμεθα ἕξομεν νῦν τὸ “Πολέξιτ,“ ἡ γὰρ Πολωνία καὶ ἡ Εὐρωπαικὴ Ἕνωσις οὐδαμῶς, ὡς ἔπος εἰπεῖν, φίλτατοί εἰσιν ἀλλήλαις, ἡ δὲ συνοίκησις πολὺν μὲν χρόνον καθ' ἡμέραν χαλεπωτέρα ἐγίγνετο, νῦν δὲ σχεδὸν ἀδύνατος γεγένηται, προχθὲς γὰρ οἱ Πολωνοὶ δικασταὶ εἶπον ὅτι οἱ τῆς χώρας νόμοι κρείττονές εἰσι τῶν τῆς Ε.Ε. αὐτῆς. ἆρα τί τοῦτο σημαίνει; σημαίνει ὅτι παραδείγματος ἕνεκα ἐὰν ἡ μὲν Ε.Ε. νόμον τινὰ εἰσθῇ πάσας τὰς τοῦ ὀργανισμοῦ χώρας ἀναγκάζοντα ἢ κωλύοντά τι ποιεῖν, τῇ δὲ Πολωνία τὸ ἐναντίον δοκῇ, ἡ Πολωνία τοῦ τῆς Ε.Ε. κελεύσματος ἀμελοῦσα ποιήσεται ὅ τι ἂν βούληται.
κατὰ δὲ τοὺς τῆς Ε.Ε. δικαστὰς τοῦτο τοὺς τοῦ Εὐρωπαικοῦ οἰκήματος σταθμοὺς διαφθείροι ἄν, κατὰ γὰρ τὴν τῆς Ε.Ε. πολιτείαν δεῖ πάσας τὰς τούτου τοῦ ὀργανισμοῦ χώρας τοῖς τῶν Βρυξέλλων βουλεύμασι πείθεσθαι καὶ ἐὰν ταῦτα τὰ βουλεύματα τοῖς τῆς χώρας μὴ συμφέρῃ· καὶ δὴ καὶ ἡ τῆς Πολωνίας πολιτεία αὐτὴ (ἐν τῷ 91ῳ γράμματι) λέγουσα τυγχάνει ὅτι οἱ τῆς Ε.Ε. νόμοι κρείττονές τῶν τῆς χώρας αὐτῆς εἰσίν.
ἤδη μὲν πολλάκις οἱ τῆς Πολωνίας ἄρχοντες τοῖς τῆς Ε.Ε. βουλεύμασιν ἠπείθησαν καίπερ πείθεσθαι προσποιούμενοι, αὕτη οὖν ἡ δυσμένεια οὐδὲν νέον ἐστίν, τέλος δὲ ἔδοξεν αὐτοῖς τὸν Ῥουβικὸν διαβαίνειν καὶ ταύτην τὴν ὑστάτην πρόκλησιν εἰσβάλλειν· τὸ δὲ ἀπροσδόκητον ἄγγελμα εἰς τοὺς τῆς Δικαιοσύνης ὑπουργοὺς τοὺς τῆς Ε.Ε. ἐν τῷ Λουξεμβούργῳ σύλλογον ποιοῦντας ἀφίκετο.

Ἐνενήκοντα ἓξ ἔτη γεγονυῖα ὑπὸ δικαστῶν δικάζεται οἳ νεανίας δικάζουσιν
3 Ὀκτωβρίου 2021

Οὐ μόνον οἱ νεανίαι ἀποφεύγουσιν ὁπόταν οἱ φύλακες αὐτοὺς ἐν φυλακῇ ἔχωσιν, ἀλλὰ καὶ ἔξεστι τοῖς γέρουσιν ἀποφυγεῖν· δεῖ οὖν τήμερον τήν τε τοῦ Δευτέρου Παγκοσμίου Πολέμου (ΔΠΠ) ἱστορίαν καὶ ἀποφυγήν τινα νεωστὶ γενομένην μειγνύναι.
Γερμανὴ γυνή τις, Irmgard Furchner καλουμένη, ἐν μὲν τῇ πόλει Ἅμβουργ ἔμελλεν ταύτῃ τῇ ἑβδομάδι εἰς δίκην ἄξεσθαι (ἔπειτα δὲ τὴν αἰτίαν γνωσόμεθα), καίπερ δὲ ἤδη ἐνενήκοντα ἓξ ἔτη γεγονυῖα ἀπέφυγεν, ἔδοξε γὰρ αὐτῇ πρὶν δικάζεσθαι εἰς μισθωτικὸν αὐτοκίνητον εἰσβάσῃ ἀπὸ τῆς γεραίων ἀνθρώπων οἰκήσεως οὗ οἰκεῖ ἀπελθεῖν τε καὶ ἀφανίζεσθαι. ὅμως δέ, τεττάρων ὡρῶν διελθουσῶν, οἱ φύλακες αὐτὴν εὑρόντες πάλιν εἰς τὸ δικαστήριον ἐκόμισαν.
ἀλλὰ ποῦ κεῖται ὁ τῷ ΔΠΠ σύνδεσμος; τίς ἐστιν αὕτη ἡ γυνὴ ἤδη ἐνενήκοντα ἓξ ἔτη γεγονυῖα;
τοῦ μὲν δεινοῦ ΔΠΠ γιγνομένου ἔκειτο ἐν τῇ Πολωνίᾳ ναζιστικὸν συγκεντρώσεως στρατόπεδον Stutthof καλούμενον, ἡ δὲ I.F. ἔτυχεν γραμματὶς τοῦ ἐκείνου τοῦ στρατοπέδου ἄρχοντος οὖσα, τοῦ Paul Werner Hoppe (ἤδη τεθνηκότος), κατὰ δὲ τοὺς κατηγοροῦντας ἡ I.F. τῷ τοῦ στρατοπέδου ἄρχοντι εἰς τὸν μυρίων αἰχμαλώτων θάνατον συνεβάλετο ἅτε τὰ τοῦ ἄρχοντος κελεύσματα γράφουσα.
τόδε δὴ ῥητέον ἐστίν· ἡ I.F. καίπερ νῦν τηλικαύτη οὖσα ὑπὸ δικαστῶν δικασθήσεται ὧν τὸ ἔργον νεανίας δικάζειν ἐστίν, διότι ἐκείνῳ τῷ χρόνῳ ὀκτωκαίδεκα ἔτη γεγονυῖα ἦν.

Ἑγὼ μὲν ταύτην ἐλευθερῶ, σὺ δὲ ἐκείνους ἐλευθεροῖς
26 Σεπτεμβρίου 2021

Τὸ Huawei πρᾶγμα, ἤδη τριῶν ἐτῶν διελθόντων, τέλος ἔσχε προχθές· ὁ μὲν τῶν ΗΑΠ φερέφωνος εἶπεν ὅτι ἡ Ἀμερικανὴ ἀρχὴ οὐκέτι τῆς Meng Wanzhou (ἣ θυγάτηρ τυγχάνει οὖσα τοῦ ἀνδρὸς τὴν ἐπιχείρησιν Huawei κτίσαντος) κατηγοροίη, ἐπειδὴ δὲ αὕτη τὸν Καναδὰν ἀπέλιπεν ὁ τῆς Σίνης φερέφωνος τὴν ἐλευθέρωσιν ἤγγειλε τὴν τῶν δυοῖν τοῦ Καναδοῦ πολιτῶν, τοῦ τε Michael Spavor καὶ τοῦ Michael Kovrig, οἳ ἐν τῇ Σίνῃ ἐν φυλακῇ ἔμενον.
χθὲς δὲ τὸ μὲν ἀεροσκάφος τοὺς δύο Καναδοὺς πολίτας φέρον εἰς τὸν τῆς πόλεως Calgary ἀερολιμένα ἀφίκετο, οὗ ὁ πρωθυπουργὸς αὐτὸς Justin Trudeau αὐτοὺς φιλοφρόνως τε καὶ ἀσμένως ἐδέξατο, ἐν δὲ τῷ τῆς πόλεως Shenzhen ἀερολιμένι πολλοὶ πολῖται τὴν Meng Wanzhou (ἐν τῇ φωτογραφίᾳ) τῷ αὐτῷ τρόπῳ ἐδέξαντο, ἡ δὲ ἐκεῖ μικρὸν χρόνον ἐδημηγόρησε πρὶν εἰς τὸν τόπον ἀπελθεῖν οὗ ἀναγκαῖον ἔσται αὐτῇ δέκα ἡμέρας ἐν ἐρημίᾳ μένειν (διὰ τοὺς ἐπὶ τὴν Covid-19 νόσον νόμους).
αὕτη ἡ ἱστορία τῇ 1ῃ Δεκεμβρίου τοῦ 2018ου ἔτους ἀρχὴν ἔχει, ἐκείνῃ μὲν γὰρ τῇ ἡμέρᾳ ἡ M.W. ἐν τῷ τῆς πόλεως Vancouver ἀερολιμένι κατελείφθη τῶν ΗΑΠ αἰτούντων, ἔπειτα δὲ ἡ Σίνα τοὺς δύο Καναδοὺς πολίτας κατέλαβεν ὡς κατασκόπους ὄντας.
πολλοὺς δὲ τηλικούτους ὄντας οἷος ὁ τοῦτο γράφων αὕτη ἡ δεσμωτῶν ἀπαλλαγὴ τοῦ οὕτω καλουμένου “ψυχροῦ πολέμου“ ἀναμιμνῄσκει, ὅτε αἵ τε ΗΑΠ καὶ ἡ Σοβιετικὴ Ἕνωσις ἐν τῇ πόλει Βερολίνῳ κατασκόπους πολλάκις μετήλλαττον ἐν τῷ ἐνδοξοτάτῳ Checkpoint Charlie (οἱ πλεῖστοι τῶν νῦν νεανιῶν οὐκ ἴσασιν ὅ τι τοῦτο ἦν).

Ὁ Βολσονάρος ἐν τῇ ἀγυιᾷ δειπνεῖ
21 Σεπτεμβρίου 2021

Τίς περὶ τῆς Νέας Ἰόρκης οὐδέποτε ἀκήκοεν, τῆς ἐνδοξοτάτης ἐν πάσῃ τῇ οἰκουμένῃ πόλεως; τί δὲ ποιοῦσιν οἱ περιηγηταὶ οἱ ταύτην τὴν πόλιν ἐπισκουποῦντες; πρῶτον μὲν διὰ πάσης τῆς πόλεως ἄνω καὶ κάτω περιπατέουσι καὶ τὰ ἔνδοξα οἰκήματα ἐπέρχονται, ἔπειτα δὲ πολλὰς ὥρας διαβάντες καί, πῶς γὰρ οὔ, μάλιστα πεινῶντες ἐσθίειν ἐπινοοῦσιν· αὐτοῖς δὲ τοῦτο τὸ σωφρονέστατον δόξασμα δεξαμένοις ποῖ δοκεῖ ἰέναι; πρὸς ἑστιατόριόν τι, δῆλον ὅτι.
χθὲς δὲ επειδὴ ὁ τοῦ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμοῦ σύλλογος ἤρξατο εἰς ταύτην τὴν πόλιν πολλοὶ ἄρχοντες ἀφίκοντο οἷς ὁπόταν μὴ ἀναγκαῖον ᾖ εἰς συνέδριον εἰσιέναι χρῆσθαι ἐξέσται τῇ μεγάλῃ ἑστιατορίων οὐσίᾳ. ἀλλὰ... ἀληθῶς πᾶσιν ἐξέσται;
οὐδαμῶς δή, τοῖς γὰρ τὰ τῆς νόσου Covid-19 ἀντίδοτα μὴ δεξαμένοις οὐκ ἔξεστιν εἰς τὰ τῆς Νέας Ἰόρκης ἑστιατόρια εἰσβῆναι, τοῦτο δέ ἐστιν ὃ χθὲς τῷ τῆς Βρασιλίας προέδρῳ Βολσονάρῳ προσέπεσεν, ὁ μὲν γὰρ Βολσονάρος, πάντες τόδε ἀκηκόαμεν, σκεπτικὸς ὢν περὶ τῶν ἀντιδότων, ἀεὶ δέχεσθαι ἀπωθεῖ, χθὲς δὲ ἐν ἑστιατορίῳ τινὶ δειπνεῖν βουλόμενον οὐκ ἐδέξαντο. τῆς δὲ γαστρὸς σῖτον αἰτούσης τί ἔδει ποιεῖν;
ἐν τῇ ἀγυιᾷ ἑστηκότα ἐσθίειν, ὃ καὶ ὁ πρόεδρος αὐτὸς καὶ οἱ ἀκολουθοῦντες ἐποίησαν οὐδαμῶς ὀργισθέντες ἀλλὰ μειδιῶντες, ἐν δὲ τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα αὐτόν τε καὶ τοὺς περὶ αὐτοῦ πίζαν ἐν τῇ ἀγυιᾷ ἐσθίοντας. ὡς εἰκός ἐστιν, οἱ τῷ προέδρῳ εὐνοοῦντες τῷ καιρῷ ταχέως ἐχρήσαντο ἵνα δεικνύοιεν αὐτὸν τῇ αὐτῇ διαίτῃ χρώμενον καὶ οἱ ἄλλοι πολῖται.

Ἡ Βρετανικὴ βουλὴ τὰ ἀγαθὰ ἤθη σῴζει
14 Σεπτεμβρίου 2021

Ἐγὼ μὲν ὁρῶ σε, σὺ δὲ οὐχ ὁρᾷς με...
πάντες ἴσμεν ὅτι, τῆς νόσου Covid-19 διὰ πάσης τῆς οἰκουμένης διασκεδαννυμένης, πολλοί τε σύλλογοι καὶ πολλὰ συνέδρια (καὶ τὰ ἡμέτερα διδάγματα...) εἰς τὸν τοῦ διαδικτύου τεχνικὸν κόσμον εἰσέβησαν, ἀδύνατον γὰρ ἐγένετο τοῖς ἀνθρώποις ἅμα εἰς τὸν αὐτὸν τόπον ἀθροίζεσθαι, οἱ δὲ τῶν ἀρχόντων σύλλογοι καὶ αὐτοὶ εἰς ταύτην τὴν νέαν δίαιταν εἰσέπεσον, ἔδει γὰρ τῆς τε χώρας ἄρχειν καὶ τὸ χάος κωλύειν.
ἐν δὲ τῷ Ἡνωμένῳ Βασιλείῳ (ἴσως δὲ καὶ ἐν πολλαῖς ἄλλαις χώραις) πολλοὶ τῶν βουλευτῶν, τὸν καιρὸν ταχέως ἰδόντες, ἐμπειρότατοι ἐγένοντο τῆς τέχνης τῆς τοῦ τὴν καμάραν οὕτως ἱστάναι ὥστε μόνον τὸ πρόσωπον ἐξῆν τοῖς ἄλλοις διὰ τοῦ ὑπολογιστηρίου πρὸς αὐτοὺς βλέπουσιν ἰδεῖν. τί δὲ τότε ἐγένετο; οὗτοι οἱ βουλευταί, τῶν συλλόγων γιγνομένων, πολλάκις εἴτε οὕτως ἐνδεδυμένοι ἦσαν ὡς ἂν εἰ πρὸς τὴν παλαίστραν ἰέναι μέλλοιεν εἴτε τὰ εἰς τὸ καθεύδειν ἐσθήματα ἔτι περὶ τὸ σῶμα εἶχον.
νῦν δὲ ὁ Lindsay Hoyle, ὁ τῆς βουλῆς πρόεδρος, φοβούμενος μὴ ἡ χώρα εἰς τὸ χάος βραδέως πίπτῃ, σχέτλιον ἄγγελμα πρὸς τοὺς βουλευτὰς ἔπεμψεν ἐν ᾧ τοιαύτην ἀκολασίαν τε καὶ ἀκράτειαν (ἴσως δυναίμεθα ἂν λέγειν “ὕβριν“;) ἀπαγορεύει· οὐδὲ μόνον τοῦτο ἀλλὰ καὶ ἀπαγορεύει ὁ L.H. τοῖς τε τηλεφώνοις καὶ τοῖς ἠλεκτρονικοῖς πίναξι χρῆσθαι ἵνα ἐπιστολὰς πρὸς τοὺς φίλους πέμπωσιν ἄλλου βουλευτοῦ ἀγορεύοντος, δεῖ γὰρ ἀγαθὸν παράδειγμα τοῖς πολίταις δεικνύναι.

Ἡ Βορεία Κορέα Covid-19 ἀντίδοτα οὐ βούλεται
8 Σεπτεμβρίου 2021

Ἡ Βορεία Κορέα απέωσε προχθὲς τρία ἑκατομμύρια ἀντιδότων τῆς Covid-19 νόσου ἃ ἡ Σίνα πρὸς αὐτοὺς ἔπεμψεν. ὁ μὲν τῆς ΒΚ φερέφωνος εἶπεν ὅτι δέοι ταῦτα τὰ ἀντίδοτα πρὸς τὰς χώρας πέμψαι αἵτινες ἂν αὐτῶν μᾶλλον δέωνται, ἡ δὲ ἀπόκρισις πάντας ἐξέπληξε διότι τίς χώρα τούτων τῶν ἀντιδότων μᾶλλον δεῖται ἢ χώρα οὗ σχεδὸν τὸ ἥμισυ τῶν πολιτῶν οὔτε ἱκανῶς οὔτε ὑγιεινῶς ἐσθίει καὶ τὸ τῶν νοσοκομείων σύστημα κάκιστόν ἐστιν;
τούτων οὕτως ἐχόντων, ὁ μὲν ὀργανισμὸς Covax, ὃς ἀντίδοτα πέμπει πρὸς τὰς χώρας αἷς χαλεπώτατόν ἐστιν αὐτὰ κτᾶσθαι, τῆς Σίνης προῖκα τρία ἑκατομμύρια Sinovac ἀντιδότων δούσης, αὐτὰ πρὸς τὴν ΒΚ ἔπεμψεν, τὰ δὲ ταχέως πρὸς τὴν Σίνην ἐπανῆλθεν.
λόγῳ μὲν οὐδεὶς ἐν τῇ ΒΚ ταύτην τὴν νόσον πέπονθε (τοῦτο γάρ ἐστιν ὃ ἡ τῆς χώρας ἀρχὴ ἀεὶ εἴρηκεν ἐξ οὗ ἡ νόσος ἐπεφάνη), ἔργῳ δὲ οὐδεὶς τοῦτο οἶδεν, αὕτη γὰρ ἡ χώρα οὐ τυγχάνει ὁ τῆς οἰκουμένης τόπος οὖσα οὗ ῥᾷστόν ἐστι τἀληθῆ πυνθάνεσθαι (ἐπικίνδυνον δή ἐστιν).
τοῦτο οὐ τὸ πρῶτον νῦν γίγνεται, τῷ μὲν γὰρ μηνὶ Ἰουλίῳ ἡ ΒΚ ἄλλα ἑκατομμύρια ἀντιδότων AstraZeneca ἀπέωσεν, οὐδεμίαν δὲ ἐξήγησιν παρέσχεν, πρὶν δὲ ταῦτα τὰ ἀντίδοτα ἀπωθεῖν ἤδη τὰ Ῥωσσικὰ ἀντίδοτα δέχεσθαι οὐκ ἐβουλήθη.

Ἡ ἀποχώρησις· νίκη ἢ ἧττα;
1 Σεπτεμβρίου 2021

Οὐ πολλοὶ λέγοιεν ἂν ὅτι ἡ τῶν Ἀμερικανῶν στρατιωτῶν ἀπὸ τοῦ Ἀφγανιστᾶν ἀποχώρησις νίκη ἐγένετο, ἀλλὰ οὑτοσί ἐστιν ὁ λόγος ᾧ ὁ τῶν ΗΑΠ πρόεδρος Βαῖδεν ἐχρήσατο χθὲς τοὺς συμπολίτας προσαγορεύων· οὐδένα δὲ ἔλαθεν ὁ πρόεδρος τὰς μέμψεις φυγεῖν πειρῶν αἵ, εἴτε εὐπρεπεῖς εἴτε ἄδικοι, ἐπ' αὐτὸν κατέπεσαν ἐξ οὗ αὕτη ἡ κατάστασις ἤρξατο.
πρῶτον μὲν ὁ πρόεδρος ἤγγειλεν ὅτι “ὁ τοῦ Ἀφγανιστᾶν πόλεμος ἤδη τέλος εἴληφεν,“ ἔπειτα δὲ τὰς αἰτίας προσέδειξε τὰς αὐτὸν εἰς τὴν ἀποχώρησιν ἀναγκασάσας· κατὰ τὸν πρόεδρον ἡ μὲν αἵρεσις ἦν εἴτε ἀποχωρεῖν εἴτε τὸν πόλεμον εἰς ἀεὶ μακρύνειν, νῦν δὲ δεῖ ἐκείνων τῶν βουλευμάτων ἐπιλανθάνεσθαι ἃ οὐ θηράσιμά ἐστιν.
εἶπε δὲ καὶ ὅτι πρῶτον μὲν οἱ Ἀμερικανοὶ εἰς τὸ Ἀφγανιστᾶν εἰσέλθοιεν τόδε τὸ βούλευμα ἐν νῷ ἔχοντες, τήν τε σύστασιν Ἂλ Καῖδα καὶ τὸν Βὶν Λάδεν νικᾶν, ὃ ἤδη νῦν τὸ δέκατον ἔτος ἐγένετο, ἔπειτα δὲ τῆς τοῦ κόσμου καταστάσεως μεταβληθείσης καὶ τῆς τῶν τρομοκρατῶν ἀπειλῆς εἰς ἄλλα τῆς οἰκουμένης μέρη πορευθείσης δέοι νῦν τὸν νοῦν τῇ τε Σίνῃ καὶ τῇ Ῥωσσίᾳ προσέχειν διότι “οὐδὲν ἄλλο ταύταις ταῖς χώραις μᾶλλον ἀρέσκοι ἂν ἢ τὰς ΗΑΠ ἰδεῖν δέκα πλείονα ἔτη ἐν τῷ Ἀφγανιστᾶν μένειν τῷ πολέμῳ συμπεπλεγμένας.“

Ὁ Γορβαζώφ, τριάκοντα ἐτῶν διελθόντων
25 Αὐγούστου 2021

Χθὲς τῇ 24ῃ Αὐγούστου ἤδη τὸ τριακοστὸν ἔτος ἐγένετο ἐξ οὗ ὁ Μιχαὶν Γορβαζὼφ τῆς ἀρχῆς ἀφέστη, πολλοὶ δὲ θαυμάζουσιν ὅ τι οἱ νῦν τῆς Ῥωσσίας πολῖται περὶ αὐτοῦ δοξάζουσιν. τὰ δὴ τότε γενόμενα ἤδη ἴσμεν· πρῶτον μὲν αἱ μεταβολαὶ (περεστροῖκα καὶ γλάσνοστ) ἃς ὁ Γορβαζὼφ αὐτὸς εἰσήνεγκεν, ἔπειτα δὲ ἡ τῆς σοβιετικῆς ἀρχῆς διάλυσις, ἐν γὰρ ἐκείνῳ τῷ χρόνῳ ἡ αἵρεσις τοῖς πολίταις ἔνδηλος ἦν· εἴτε ἀρχὴ εἴτε ἐλευθερία.
νῦν δέ, ἤδη τριάκοντα ἐτῶν διελθόντων, τὸ μὲν ἥμισυ τῶν τῆς Ῥωσσίας πολιτῶν τὸν Γορβαζὼφ τιμῶσιν ἅτε τὴν ἐλευθερίαν εἰσενεγκόντα, τὸ δὲ ἥμισυ μισοῦσιν ἅτε τὴν ἀρχὴν ἀποβαλόντα. παραδείγματος ἕνεκα, ὁ νῦν πρόεδρος Βλαδίμιρ Ποῦτιν πολλάκις εἶπεν ὅτι δέοι τῷ Γορβαζώφ, καίπερ ἤδη ἐνενήκοντα ἔτη γεγονότι, προδοσίαν δικάζειν, ἄλλοι δὲ λέγουσιν ὅτι κρίνειν δεῖ τοὺς τὴν ἀρχαίαν ἀρχὴν αὖθις ἀνορθοῦν πειρῶντας, διαβεβαιοῦνται γὰρ ὅτι ὁ μὲν Γορβαζὼφ τῷ 1985ῳ ἔτει ἀρχήν τινα ἐδέξατο ἤδη πίπτουσαν, ὄψ' ἄγαν δὲ ἦν εἰς τὸ τὴν ἀρχὴν σῶσαι καὶ εἰ ἐκείνας τὰς μεταβολὰς εἰσενεγκὼν ἐπειράσατο.
οἵτινες ἂν ὀρθῶς γιγνώσκωσιν (ἀδύνατον εἴη ἂν εἰς ὁμολογίαν περὶ τούτου ἀφίκεσθαι), ἤδη τριάκοντα ἐτῶν διελθόντων ὁ Γορβαζὼφ ἔτι καὶ νῦν παρὰ τοῖς πολίταις χωρισμοῦ αἴτιός ἐστιν, ἴσως δὲ οὕτως εἰς ἀεὶ μενεῖ.

Χάος ἐν τῷ τοῦ Καβοῦλ ἀερολιμένι
19 Αὐγούστου 2021

Οἱ Ταλιβάνες ἤδη πᾶν τὸ Ἀφγανιστᾶν αὖθις κατέχουσιν, ὃ τάχιστα ἐγένετο· τῶν γὰρ ΗΑΠ ἀγγειλάντων ὅτι τοὺς στρατιώτας ἐκ τῆς χώρας ἀφαιρήσοιεν, οἱ Ταλιβάνες τὴν μὲν εἰς τὴν ἀρχὴν ὁδὸν ἐλευθέραν ηὗρον, τὸν δὲ νόστον παρεσκευάζοντο· πρῶτον μὲν κώμας τινὰς εἷλον βραδέως προχωροῦντες, ἔπειτα δέ, ἅτε οὐδενὸς κωλύοντος, ἤδη μεγάλας πόλεις ἑλεῖν ταχέως ἤρχοντο. πῶς δὲ τοῦτο οὕτω ἀπροσδοκήτως τε καὶ ταχέως ἐγένετο; πάντες τήνδε τὴν αὐτὴν ἀπόκρισιν ἀποκρίνονται· καὶ εἰ οἱ τῶν ΗΑΠ στρατιῶται πολλὰ ἔτη τὸ τοῦ Ἀφγανιστᾶν στράτευμα παρεσκεύαζον, τῶν Ταλιβάνων ἐπιτιθεμένων τοῦτο τὸ Ἀφγανὸν στράτευμα ἀμαχεὶ ἀνεχώρησεν· καὶ δὴ καὶ τοῦ προέδρου ἀποφυγόντος ῥᾷστον ἐγένετο τοῖς Ταλιβᾶσι τὴν πρωτεύουσαν Καβοῦλ ἑλεῖν.
τί δέ ἐστιν ἡ νῦν κατάστασις; πολλοὶ Ἀφγανοὶ πειρῶσι τὴν χώραν καταλιπεῖν, ἀλλὰ τῶν Ταλιβάνων τὰς ὁδοὺς κατεχόντων μόνον ὁ ἀερολιμὴν ὡς ἔξοδος μένει, ὃς ταραχὴ γεγένηται, ἐκεῖσε γὰρ συντρέχουσιν οὐ μόνον οἱ Ἀφγανοὶ οἳ ἀποφεύγουσιν ἀλλὰ καὶ οἱ ξένοι οἳ ἐν τῇ χώρᾳ ἔτυχον ὄντες, προχθὲς δὲ πάντες διὰ τῆς τηλεοράσεως θεᾶσθαι ἐδυνήθημεν πολλοὺς ἀνθρώπους ἀεροσκάφους τινὸς ἤδη προσανατέλλοντος λαμβανομένους. ὁ δὲ ὄχλος τοσοῦτος ἐγένετο ὥστε ἀναγκαῖον ἦν τοῖς στρατιώταις πρὸς τὸν ἀέρα πυροβολεῖν ἵνα αὐτοὺς σκεδαννύοιεν.
νῦν δὲ οἱ μὲν Ἀμερικανοὶ στρατιῶται τὸ τοῦ ἀερολιμένος ἐντὸς κατέχουσιν, οἱ δὲ Ταλιβάνες τὸ ἔξω, πολλαὶ δὲ χῶραι ἀεροσκάφη πεπόμφασιν ἵνα τοὺς ἑαυτῶν συμπολίτας ἐκ τῆς χώρας ἀποφέρωσι καὶ πολλοὺς Ἀφγανοὺς οἳ ταύταις ταῖς χώραις συμπράξαντες φοβοῦνται μὴ οἱ Ταλιβάνες ἀντιτιμωρῶνται.