Περὶ τῶν ἀντιδότων
23 Νοεμβρίου 2020

“Τὸ φῶς ἐν τῷ τοῦ ὑπονόμου τέρματι ὁρῶμεν,“ λέγουσι μεγίστην εὐδαιμονίαν ἀποδεικνύντες οἱ τῆς Παγκοσμίου τῆς Ὑγιείας Ὀργανισμοῦ ἄρχοντες, ἀλλὰ οὗτος ὁ ὑπόνομος μακρότερος ὢν τοῦ δέοντος φαίνεται, πολλοὶ μὲν οὖν θαυμάζουσι πότερον εἰς τὸ τέρμα ποτὲ ἀφιξόμεθα, ἡ δὲ οἰκουμένη ἔτι καὶ νῦν ἐν τῷ σκοτεινῷ μένει. ναί, ἔνιαι ἐπιχειρήσεις διαβεβαιοῦνται ὅτι εἴτε τὸ ἀντίδοτον ὃ πάντες οὕτω ὡς ὕδωρ ἐν τῇ ἐρήμῳ ποθοῦσιν ἤδη ἔχουσιν εἴτε δι' ὀλίγου ἔχειν μέλλουσιν, πολλαὶ δὲ χῶραι ἑκατομμύρια ἀντιδότων ἤδη ἐπρίαντο πρὶν τὸ ἀντίδοτον αὐτὸ ἀληθῶς γενέσθαι.
τοῦ δὲ περὶ τῶν ἀντιδότων ἀγγέλματος ἀγγελθέντος, τὰ πρῶτα ἐρωτήματα ἐπεφάνη· τίνες χῶραι πρῶται τὸ φάρμακον δέξονται; πῶς δεήσει αὐτὸ κομίζειν (δεῖ γὰρ τὸ φάρμακον ἐν κρυερωτάτῃ καταστάσει κατέχειν ἵνα μὴ τὴν ἰατρικὴν δύναμιν ἀπολείπῃ); ἀλλὰ τὰ δύο ἐρωτήματα ἃ νεωστὶ διὰ τῆς τηλεοράσεως πάντες οἱ δημοσιογράφοι ἐρωτῶσι ταῦτά ἐστιν· πρῶτον μέν, ἐπὶ πόσῳ δεήσει πρίασθαι; ἔπειτα δέ, δυνηθήσονται αἱ ἄπλουτοι χῶραι τοσαῦτα ἀντίδοτα ὠνεῖσθαι ὥστε πᾶσι τοῖς ἑαυτῶν πολίταις δοῦναι;
ἡ οὕτω καλουμένη G-20 ἑταιρεία, ἡ τῶν κρατίστων χωρῶν ἑταιρεία, προύθηκε νεωστὶ τὰς τοῦ οὕτω καλουμένου “Τρίτου Κόσμου“ χώρας τὰ ὀφειλήματα ἀποτίνειν ἐᾶν τοῦ 2021ου ἔτους ἤδη τελευτήσαντος (ἔδει γὰρ τῷ μηνὶ Ἰουνίῳ ἀποτελεῖν). ἆρα ἱκανὸν τοῦτο ἔσται ἵνα τοσαῦτα ἀναγκαῖα φάρμακα πρίασθαι δύνωνται;

Ἡ μεγίστη ἐλευθέρα ἐμπορικὴ ζώνη
16 Νοεμβρίου 2020

Ἥ τε Σίνα καὶ ἄλλαι τετταρακαίδεκα χῶραι τὴν τῆς οἰκουμένης μεγίστην ἐλευθέραν ἐμπορικὴν ζώνην ἐφηρμόκασιν, οἱ δὲ τῶν χωρῶν πρωθυπουργοὶ τῇ Κυριακῇ ἐν τῷ Βιετνάμ τὴν ταύτης τῆς νέας ἑταιρείας συνθήκην συνεγράψαντο ἣν οὐ διὰ πολλοῦ πάντες τῷ ὀνόματι RCEP (κατὰ ἕκαστον πρῶτον τοῦ ὀνόματος γράμμα ἀγγλιστὶ) γνωσόμεθα.
ἀλλὰ οὐδαμῶς δεῖ νομίζειν ῥᾴδιον γενέσθαι τὸ εἰς τοιαύτην συνθήκην ἀφίκεσθαι, ἐδέησε γὰρ ταύτας τὰς χώρας ὀκτὼ ἔτη διαλέγεσθαι (ναί, ὀκτὼ ἔτη, καὶ εἰ οὗτος ὁ ἀριθμὸς θαυμαστὸς φαίνεται ὤν).
ἐν μὲν ταύτῃ δὴ τῇ ζώνῃ 2,200 ἑκατομμύρια ἀνθρώπων οἰκεῖ, ἡ δὲ Σίνα ἤδη ἡ δευτέρα ἐμπορικὴ τῆς οἰκουμένης δύναμις γεγένηται, καὶ δὴ καὶ ἡ τούτων τῶν χωρῶν οἰκονομία θᾶττον αὐξάνεται ἢ ἡ τῶν ἑσπερίων· διὰ τί; διότι καὶ εἰ τὴν νόσον Covid-19 οὐκέτι ἐνίκησαν ἔξεστι τὸ νῦν εἶναι λέγειν ὅτι ἤδη αὐτὴν εὐθύνουσιν, ὃ οὐδένα λανθάνει.
τί δὲ γενήσεται νῦν; πρῶτον μὲν αὗται αἱ χῶραι τὸν φόρον ἀπελῶσιν ὃν ἀποτίνειν δεῖ ὁπόταν αἱ χῶραι ἀπ' ἀλλήλων ὠνήσωνται, ἔπειτα δὲ κοινοὺς ἐμπορικοὺς νόμους ἐπιθήσουσιν, τέλος δὲ τὴν τῶν φορτίων κομιδὴν ῥᾴονα ποιήσονται.
ὅμως δὲ πάντες τὸ αὐτὸ ἐρώτημα ἐρωτῶσιν· διὰ τί τῇ Ἰνδίᾳ, τῇ τρίτῃ τῆς Ἀσίας οἰκονομικῇ δυνάμει, ἔδοξεν ἐξαίφνης ταύτης τῆς συνθήκης μὴ μετέχειν καίπερ ἀπ' ἀρχῆς μετέχειν βουλομένῃ; ὁ τῆς Ἰνδίας πρωθυπουργὸς αὐτός, Ναρένδα Μόδι, ἀποκρινάμενος εἶπεν ὅτι οὐ βούλοιτο τὰ τῆς Σίνης φορτία ταῖς τῆς Ἰνδίας ἀγοραῖς ἐπιχεῖσθαι.
τοῦτο δὲ τὸ ἄγγελμα ἰσχυρότατόν τε καὶ πιστότερον ποιεῖ τοῦτο ὃ ἤδη πολλοὶ νομίζουσιν, λέγουσι γὰρ ὅτι τὸ τῆς οἰκονομίας μέλλον οὐκέτι ἐπὶ ταῖς ἑσπερίαις χώραις κείσεσθαι ἀλλὰ ἐπὶ τῇ Ἀσίᾳ (τοῖς δὲ περὶ τούτου ἀναγιγνώσκειν βουλομένοις δυναίμεθα ἂν τὴν βίβλον "The Future is Asian" τῷ Parag Khanna γεγραμμένην παραινεῖν).

Ὁ Βαῖδεν νικᾷ
10 Νοεμβρίου 2020

Ὁ Βαῖδεν, ἐν ταῖς ἀρχαιρεσίαις νικήσας, πρόεδρος τῶν ΗΑΠ γενήσεται, κατὰ μὲν γὰρ τὸ τῶν ΗΑΠ σύστημα δεῖ τὸν πρόεδρον ἑλέσθαι βουλόμενον διακοσίους καὶ ἑβδομήκοντα βουλευτὰς ἔχειν, ὁ δὲ Βαῖδεν τοῦτον τὸν ἀριθμὸν ἤδη ὑπερβέβληκεν· ὅμως δὲ τὸ ἀποβὰν γιγνώσκειν οὐδαμῶς οὔτε ῥᾴδιον οὔτε ταχὺ ἐγένετο, ἐδέησε γὰρ τρεῖς ἡμέρας μένειν ἕως τὸ ἄγγελμα ἀφίκετο.
καὶ δὴ καὶ αὗται αἱ ἀρχαιρεσίαι μάλιστα τῶν προτεραίων διάφοροι ἐγένοντο διὰ ὃ πάντες ἐν τῇ τηλεοράσει ἑωράκαμεν, ὡς γὰρ ἐπὶ τὸ πολὺ ὁ μὲν ἡττηθεὶς τὴν ἧτταν δεξάμενος τὸν νικήσαντα μακαρίζει, οἱ δὲ δύο φιλικῶς εἴτε συνδειπνοῦσιν εἴτε ἄλλῳ τινὶ τρόπῳ ἀλλήλοις ἐντυγχάνοντες περὶ τῆς διαδοχῆς διαλέγονται καὶ πάντα παρασκευάζουσιν ἵνα ἡ διαδοχὴ ῥᾳδία γένηται, ἀλλὰ ὁ Τρᾶμπ, ἡττηθείς, ἐκ τῆς ἀρχῆς μεγάλως βοήσας διεβεβαιώσατο ὅτι αὐτὸς μὲν νικήσειε, ὁ δὲ Βαῖδεν νικηθείη, εἶπε δὲ ἄλλα τε καὶ ὅτι πολλοὶ μὲν τῶν ψήφων αἳ τῷ Βαῖδεν τὴν νίκην παρέχοιεν ἂν ψευδεῖς ψῆφοι εἶεν, οὗτος δὲ ψεύσειε, βούλεται δὲ νῦν τοὺς δικαστὰς τὸ ἀποβὰν ἄκυρον ποιεῖν καὶ ἑαυτὸν ὡς νικήσαντα κηρύττειν.
ὃ νῦν πάντες γιγνώσκειν βούλοιντο ἂν τόδε ἐστίν, ὅ τι ποιήσει ὁ Τρᾶμπ ἐπειδὰν ἡ ἡμέρα ἀφίκνηται ᾗ δεήσει αὐτὸν τήν τε ἀρχὴν τῷ Βαῖδεν παραδοῦναι καὶ τὴν Λευκὴν Οἰκίαν καταλιπεῖν, οὐδέποτε γὰρ τὸ πρότερον τοιοῦτο ἐγένετο, τὸν ἡττηθέντα πρῶτον μὲν τὴν ἀρχὴν καταλιπεῖν οὐκ ἐθέλειν, ἔπειτα δὲ λέγειν ὅτι πολλοὶ τῶν ψήφων ψευδεῖς εἰσιν. ὁ Τρᾶμπ ἔτι δύο μῆνας ὡς πρόεδρος μενεῖ, πολλοὶ δὲ φοβοῦνται μὴ τούτῳ τῷ χρόνῳ οὐδὲν ἄλλο ποιῇ ἢ τιμωρίαν ἐκείνων λαβεῖν οἵτινες ἐνίοτε αὐτῷ ἀντέστησαν.

Σεισμὸς καὶ τρομοκρατικὴ ἐπιβολή
3 Νοεμβρίου 2020

Παῖς τις τρία ἔτη γεγονυῖα ἣ ὑπὸ τῶν ἐρειπίων ἔκειτο ἐσώθη τήμερον ἐν τῇ πόλει Σμύρνῃ, ἤδη τὴν πέμπτην ἡμέραν ἐξ οὗ σεισμὸς ταύτην τὴν χώραν ἔσεισεν. ὁ Tunc Soyer, ὁ τῆς πόλεως κώμαρχος, περὶ ταύτης τῆς ἀπροσδοκήτου σωτηρίας εἶπεν ὅτι “καὶ παρὰ τοῖς παθήμασιν ἔξεστιν ἐνίοτε εὐδαιμονίαν τινὰ καίπερ μικρὰν οὖσαν εὑρεῖν.“ αὕτη δὲ ἡ παῖς ἐνενήκοντα καὶ μίαν ὥρας ὑπὸ τῶν ἐρειπίων ἔμενεν ἕως ἐργαστής τις τῶν διὰ τῆς πόλεως τοὺς ἔτι περιόντας ζητούντων φωνήν τινα ἤκουσεν.
τοῦ σεισμοῦ ἕνεκα, βαθμὸν ἑπτὰ ἔχοντος κατὰ τὸ Richter μέτρον, ἑκατὸν μὲν καὶ πέντε ἄνθρωποι ἀπέθανον, χίλιοι δὲ ἐτρώθησαν· ὁ δὲ σεισμὸς αὐτός, τὸ ἐπικέντρον ἐν τῷ Αἰγαίῳ Πελάγει ἔχων, καὶ εἰς τὴν νῆσον Σάμον ἀφίκετο, ἐν ᾗ δύο ἄνθρωποι ἀπέθανον.
ἀπὸ δὲ τῆς Αὐστρίας καὶ κακὰ νέα ἀφίκετο τήμερον, ἐν γὰρ τῇ πόλει Βιέννῃ τέτταρες μὲν ἄνθρωποι ἐν τρομοκρατικῇ ἐπιβολῇ ἀπέθανον, ἄλλοι δὲ πεντεκαίδεκα ἐτρώθησαν. ὁ δὲ τρομοκράτης, Kujtim Fejzulai ὀνόματι καὶ εἴκοσιν ἔτη γεγονώς, πρῶτον μὲν τῆς ἐπιβολῆς ἤρξατο ἐγγὺς συναγωγῆς τινὸς ἐν τῷ τῆς πόλεως κέντρῳ κειμένης, ἔπειτα δὲ διὰ ἄλλων τῆς πόλεως μερῶν ἐπυροβόλησεν ᾧτινι ἐντύχοι, τέλος δὲ ὑπὸ τῶν φυλάκων ἀπέθανεν. κατὰ δὲ τὸν τῆς ἀρχῆς φερέφωνον οἱ φύλακες τὸν νεανίαν ἤδη ἐγίγνωσκον διότι τῷ προτεραίῳ μηνὶ Ἀπριλίου κατεγνώσθη (καὶ εἰ μόνον ὀκτὼ μῆνας ἐν τῷ δεσμωτηρίῳ ἔκειτο), ἐνενήκοντα μὲν γὰρ ἰσλαμισταὶ πρὸς τὴν Συρίαν πορεύεσθαι ἐπείρασαν ἵνα τρομοκρατικῇ τινὶ ἑταιρείᾳ συστήσαιντο, ὁ δὲ K. F. αὐτῶν ἑταῖρος ἔτυχεν ὤν.
ἔπειτα δὲ οἱ φύλακες ἄλλους τετταρακαίδεκα ἀνθρώπους τῶν περὶ αὐτοῦ καθεῖρξαν.

Ἐν τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Τουρκίᾳ
27 Ὀκτωβρίου 2020

Ἐν τῇ Ἰταλίᾳ, τῆς νόσου καθ' ἡμέραν μᾶλλον σκεδαννυμένης, ἔδοξε τοῖς ἄρχουσι νόμους τινὰς νέους καταθεῖναι ἵνα ταύτην τὴν κακίστην κατάστασιν παύωσιν, ἀλλὰ τὸ τούτων τῶν νέων νόμων ἀποβὰν πάντες ἴσμεν· ἡ οἰκονομικὴ πρᾶξις μειοῦται, πολλοῖς μὲν γὰρ οὔτε ἐργάζεσθαι ἔξεστιν οὔτε δημόσια χρήματα δέχεσθαι, πολλοῖς δὲ οὐκ ἔξεστι πορεύεσθαι ὡς τοῖς συγγενέσι ἐντευξομένοις, κτλ., ἡ δὲ τῶν πολιτῶν δίαιτα οὕτω εἰς τὸ χεῖρον μετεβλήθη ὥστε πολλοὶ νομίζουσι κάκιον τὸ φάρμακον (τοὺς νέους νόμους) εἶναι ἢ τὴν νόσον αὐτήν, κατὰ δὲ τὸ εἰκὸς ἐν πολλαῖς πόλεσι ταραχὴ ἐγένετο (ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα τοὺς διαδηλωτὰς πρὸς τοὺς φύλακας μαχομένους ἐν τῇ Ῥώμῃ).
περὶ δὲ τοῦ διδασκάλου φόνου δεῖ ἔτι καὶ νῦν διαλέγεσθαι, τὸ γὰρ πρᾶγμα οὐ μόνον εἰς τὴν λήθην οὐκ εἰσπίπτει ἀλλὰ καὶ χεῖρον γίγνεται, ἄλλως τε καὶ μεταξὺ τῆς Γαλλίας καὶ τῆς Τουρκίας, ὁ μὲν γὰρ τῆς Γαλλίας πρόεδρος Μακρὸν εἶπεν ὅτι δέοι τοῖς Ἰσλαμισταῖς μάχεσθαί τε καὶ νικᾶν, ταύτας δὲ τὰς ἀπειλὰς πολλοὶ Μουσουλμάνοι οὐ ῥᾳδίως ἐδέξαντο, ἄλλοι τε καὶ ὁ τῆς Τουρκίας πρόεδρος Ἐρδογᾶν, ὃς μάλιστα ὀργισθεὶς εἶπεν ὅτι ὁ πρόεδρος Μακρὸν τὸν νοῦν νοσεῖ. τούτων οὖν τῶν λόγων εἰς τὸ Παρίσιον ἀφικομένων, ὁ Μακρὸν τὸν ἐν τῇ Τουρκίᾳ πρεσβευτὴν ἐκέλευσε πρὸς τὴν Γαλλίαν ἐπανελθεῖν.
οἱ δὲ πολλῶν χωρῶν ἄρχοντες οὗ τὸ Ἰσλᾶμ κρατεῖ ἐποτρύνουσι νῦν τοὺς πολίτας μηδὲν ὠνεῖσθαι ὅ τι ἂν Γαλλικὸν ᾖ μηδὲ πρὸς τὴν Γαλλίαν πορεύεσθαι· ὅμως δὲ ἐν οὐδεμιᾷ ἄλλῃ χώρᾳ αὕτη ἡ ἐπὶ τὴν Γαλλίαν ἅμιλλα τοιαύτη γεγένηται οἵα ἐν τῇ Τουρκίᾳ οὐδὲ χαλεπόν ἐστι τὴν αἰτίαν εἰδέναι, ὁ γὰρ Μακρὸν τῇ Ἑλλάδι ἐπικουρεῖ ἐν τῷ διπλωματικῷ ταύτης τῆς χώρας ἐπὶ τὴν Τουρκίαν πολέμῳ, καὶ δὴ καὶ πολλάκις τῇ Τουρκίᾳ τὰ ἐν τῇ Ἀρμενίᾳ γενόμενα ἐμέμψατο.

Διδάσκαλον ἐν τῇ Γαλλίᾳ ἀποκτείνουσιν
20 Ὀκτωβρίου 2020

Τῇ προτεραίᾳ Παρασκευῇ ἐν τῇ Γαλλίᾳ οἱ Ἰσλαμισταὶ διδάσκαλον ἐκεφαλοτόμησαν ἅτε ζωγραφήματά τινα καὶ εἰκόνας τοῖς μαθηταῖς δείξαντα· ἡ δὲ αἰτία; ἐν τούτοις τοῖς ζωγραφήμασι καὶ εἰκόσιν ἐξῆν τὸν προφήτην Μωάμεθ ἰδεῖν, ἀλλὰ κατὰ τοὺς τοῦ Ἰσλὰμ νόμους ζωγραφήματά τε καὶ εἰκόνας τὸν προφήτην δεικνύντα ἀπαγορεύεται τοῖς Μουσουλμάνοις. ὁ μὲν διδάσκαλος, ὃς γεωγραφίαν καὶ ἱστορίαν διδάσκει, περὶ τῆς παρρησίας τοῖς μαθηταῖς διαλέγεσθαι βουλόμενος, ταῦτα αὐτοῖς ἀπέδειξεν, τῇ δὲ ὑστεραίᾳ ὑπὸ νεανίου μόνον ὀκτωκαίδεκα ἔτη γεγονότος ἀπέθανεν (ὁ δὲ νεανίας αὐτὸς ὑπὸ τῶν φυλάκων ἀπέθανεν).
ταύτης τῆς δολοφονίας γενομένης, αὐτὸς ὁ φονεὺς ἐν τῷ Twitter φωτογραφίαν μὲν ἐπέθηκεν ἐν ᾗ τὸν ἀποθανόντα διδάσκαλον ἰδεῖν ἐξῆν, ἄγγελμα δὲ ἔγραψεν ᾧ ὡμολόγησεν αὐτὸς τὸν διδάσκαλον ἀποκτεῖναι.
ταχέως δὲ πάντα τὰ οὕτω καλούμενα “κοινωνικὰ δίκτυα“ ἀγγέλμασι περὶ τούτου ἐπληρώθη, ὧν τὰ πλεῖστα ταύτην τὴν δολοφονίαν ἔψεγεν, ἀλλὰ οἱ φύλακες ταχέως εἶδον πολλά, περὶ ὀγδοήκοντα, οὐ μόνον ταύτην τὴν δολοφονίαν τιμῶντα ἀλλὰ καὶ τῷ τε φονεῖ ἐπικουροῦντα καὶ ἀποκτείνειν ἐποτρύνοντα πάντας οἵτινες ἂν εἰκόνας τοῦ προφήτου δεικνύωσιν, ἀλλὰ οἱ φύλακες αἰσθόμενοι οἵτινες ταῦτα τὰ ἀγγέλματα γράψαιεν ταχέως κατέσχον.
ὁ τῆς ἀρχῆς φερέφωνος, ὁ Gabriel Attal, εἶπε χθὲς ὅτι “οἱ ταῦτα τὰ ὑβριστικὰ ἀγγέλματα γράψαντες συναίτιοί πώς εἰσιν,“ ὁ δὲ πρόεδρος Μακρὸν εἶπεν ὅτι “δεῖ μὴ ἐᾶν τοὺς Ἰσλαμιστὰς ἡσύχως ἐν τῇ ἡμετέρᾳ χώρᾳ καθεύδειν.“ πολλάκις δὴ οἱ νεανίαι τοῖς κοινωνικοῖς δικτύοις χρῶνται ἵνα πρὸς τὴν βίαν ἄλλους νεανίας ἐποτρύνωσιν.

Ἅμιλλα περὶ τῆς Ταιβάν
13 Ὀκτωβρίου 2020

Αὖθις ἡ Σίνα πρὸς τὰς ΗΑΠ ἅμιλλαν ἔχει, ἡ δὲ τάσις αὐξάνεται· ἡ δὲ αἰτία αὖθις ἡ αὐτή ἐστι πᾶσι γνωτή· ἡ νῆσος Ταιβάν. ἡ δὴ τῆς Ταιβὰν κατάστασις ἔνδοξός ἐστιν, ἡ μὲν γὰρ Σίνα διαβεβαιοῦται ὅτι αὕτη ἡ νῆσος μέρος τῆς Σίνης ἐστίν, ἡ δὲ Ταιβάν αὐτόνομος οὖσα παύεσθαι οὐδαμῶς βούλεται.
εἰρωνικὴ δὲ ἡ κατάστασίς ἐστιν, αἱ γὰρ ΗΑΠ διπλωματικὰς συνθήκας τῇ Σίνῃ ἔχει οὐδὲ τῇ Ταιβάν (τῷ 1979ῳ ἔτει ἔδοξε ταῖς ΗΑΠ τὰς μὲν τῇ Ταιβὰν διπλωματικὰς συνθήκας καταλύειν, νέας δὲ τῇ Σίνῃ ποιεῖσθαι), ἀλλὰ ἅμα ὁ βέλτιστος σύμμαχος τῆς Ταιβάν εἰσι καὶ αὐτῇ βοηθήσουσαι ὅπλα συνεχῶς πωλοῦσιν, ὁπόταν δὲ τοῦτο γίγνηται ἡ Σίνα τὰς ΗΑΠ παρορμᾷ τῆς πράσεως παύεσθαι.
περὶ μὲν τοῦ νῦν τῶν ΗΑΠ προέδρου Τρᾶμπ καὶ τῆς αὐτοῦ πρὸς ταύτην τὴν ἅμιλλαν διαθέσεως, καὶ εἰ τὸ πρῶτον εἰς τὴν Λευκὴν Οἰκίαν ἀφικόμενος εἶπεν ὅτι ἐν νῷ ἔχοι τῷ τῆς Σίνης προέδρῳ Xi Jinping διπλωματικῶς προχωρεῖν, τέλος ἡ πρὸς Ταιβὰν ὅπλων πρᾶσις ηὔξησε καὶ νῦν σαφῶς τῇ νήσῳ ἐπικουρεῖ.
περὶ δὲ τὰ ἐν τῇ Ταιβὰν αὐτῇ, ἐξ οὗ ἡ πρόεδρος Tsai εἰς τὴν τῆς νήσου ἀρχὴν τῷ 2016ῳ ἔτει ἀφίκετο αἱ ἅμιλλαι ηὐξήκασιν, αὕτη γὰρ ἡ πρόεδρος πειρᾷ ὡς μάλιστα ταῖς τε ΗΑΠ πλησιάζειν καὶ ἀπὸ τῆς Σίνης ἀπελθεῖν καὶ τὸ τῆς Ταιβὰν στράτευμα αὐξάνειν.
νεωστὶ δὲ ἡ Σίνα πολεμικὰς ἀσκήσεις ἐποίησεν ἐν αἷς ἀεροσκάφη τινὰ ἐγγὺς τῆς νήσου ἔπτοντο, τὸ δὲ τούτου τέλος σαφὲς πᾶσιν ἐγένετο· τὴν Ταιβὰν φοβεῖν. πολλάκις δὲ ἡ Σίνα εἶπεν ὅτι τῆς Ταιβάν ποτε αὖθις ἄρξοιτο, τὴν νῆσον βίᾳ λαβοῦσα εἰ ἀναγκαῖον εἴη, ὃ πάντες ἐλπίζουσι μὴ γενήσεσθαι. τὸ τῆς Σίνης στράτευμα πολλῷ μεῖζόν ἐστιν τοῦ τῆς Ταιβάν, ἀλλὰ πολέμου γενομένου... τί αἱ ΗΑΠ ποιήσαιεν ἄν;

Αὖθις ἐν τῇ Λευκῇ Οἰκίᾳ
7 Ὀκτωβρίου 2020

Ὁ τῶν ΗΑΠ πρόεδρος αὖθις ἐν τῇ Λευκῇ Οἰκίᾳ καθεύδειν δύναται. ἤδη πᾶσι γνωστόν ἐστι ὅτι ὁ Τρᾶμπ οὐ μάλα τὸν νοῦν τῇ νόσῳ Covid-19 προσεῖχεν, ἐπειρᾶτο δὲ πᾶσι δηλοῦν αὐτὴν οὐχ οὕτως ἐπικίνδυνον οὖσαν ὡς πάντες διαβεβαιοῦνται, ἀλλὰ τῇ προτεραίᾳ ἑβδομάδι αὐτὸς τὴν νόσον ἔπαθεν, καὶ εἰ μαλακῶς. τῇ μὲν Παρασκευῇ, ἴχνη τινὰ τῆς νόσου δηλώσας, εἰς νοσοκομεῖον ἠνέχθη, ἐκεῖ δὲ τέτταρας ἡμέρας ἔμεινεν ἕως οἱ ἰατροὶ αὐτὸν τῇ ἐπιγιγνομένῃ Δευτέρᾳ εἴασαν τὸ νοσοκομεῖον ἀπολιπόντα οἴκαδε ἐπανελθεῖν, πρὸς τὴν Πεννσυλβανίαν Ὁδὸν 1600, τὴν Λευκὴν Οἰκίαν καλουμένην.
δεῖ πρῶτον μὲν περὶ τούτου διαλέγεσθαι, ὅ τι ἐποίησεν ὁ πρόεδρος ἐν ᾧ ἐν τῷ νοσοκομείῳ ἔκειτο· συνεχῶς ἠλεκτρονικὰς ἐπιστολὰς τοῖς πολίταις ἔγραψεν ἐν αἷς αὐτοὺς ἐπώτρυνε μὴ τὴν νόσον φοβεῖσθαι ἀλλὰ τῇ αὐτῇ διαίτῃ χρῆσθαι καὶ τὸ πρότερον. τῶν δὴ ἀρχαιρεσιῶν προσχωρουσῶν οὐ βούλεται πρὸ τῶν πολιτῶν ἀσθενὴς ἐπιφαίνεσθαι.
εἰς δὲ τὴν Λευκὴν Οἰκίαν ἀφικόμενος πρῶτον μὲν τὸ προσωπεῖον ἀφ' ἑαυτοῦ ἀπέρριψεν (ὃ ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα), δεικνύναι βουλόμενος ὅτι τὴν νόσον οὐδαμῶς φοβεῖται, ἔπειτα δὲ τοὺς πολίτας ἐκέλευσε τὴν νόσον μὴ ἐᾶν τοῦ ἑαυτῶν βίου κρατεῖν, μᾶλλον ἢ ἧττον τὸ αὐτὸ καὶ εἶπεν ἐν ᾧ ἐν τῷ νοσοκομείῳ ἔκειτο.
ἀλλὰ τὸ πρᾶγμα περὶ οὗ πάντες διαλέγονται τόδε ἐστίν· τί δὴ περὶ τῶν πολλῶν ἐν τῇ Λευκῇ Οἰκίᾳ ἐργαζομένων; οἱ γὰρ ἰατροί, καίπερ ἐάσαντες τὸν πρόεδρον ἐκ τοῦ νοσοκομείου ἐξελθεῖν, εἶπον ὅτι οὐ μὲν παντελῶς τὴν νόσον νικήσειεν, δύναιτο δὲ ἄλλοις αὐτὴν παραδοῦναι, νῦν δὲ ὁ Τρᾶμπ ἄνω καὶ κάτω διὰ τῆς Λευκῆς Οἰκίας περιπατεῖ τῷ προσωπείῳ οὐ χρώμενος καὶ ἴσως μικρόβια καταλείπων ὅπῃ ἂν βαδίζῃ, ὃ ἐπικινδυνώτατον γενέσθαι δύναιτο ἂν τοῖς ἐκεῖ ἐργαζομένοις.
ἀλλὰ... τίς τὸ προσωπεῖον τῷ τῶν ΗΑΠ προέδρῳ ἐπιτίθησιν;

Διαλεγώμεθα, ὦ φίλε!
1 Ὀκτωβρίου 2020

“Διαλέγεσθαι φιλικῶς δεῖ,“ λέγουσιν ἀεὶ οἱ νομίζοντες πάντας τοὺς ἀνθρώπους τὰς ἁμίλλας τῷ διαλόγῳ διαλύειν δύνασθαι· ὅμως δὲ προχθὲς οἱ κανονικὸν διάλογον θεάσεσθαι ἐλπίζοντες οὐχ ηὗρον ὃ εὑρετέον ἦν.
τῇ μὲν τρίτῃ τοῦ Νοεμβρίου ἡμέρᾳ ἀρχαιρεσίας ποιήσονται οἱ τῶν ΗΑΠ πολῖται, οἵτινες δὲ οἱ δύο εἰς ἀρχὴν παραγγέλλοντές εἰσιν ἤδη ἴσμεν, ὁ Τρᾶμπ καὶ ὁ Βίδην, οἱ δύο ἄνθρωποι οἳ ἐπὶ τοῦ τῆς Λευκῆς Οἰκίας θρόνου καθίζεσθαι πειρῶνται· ἐν δὲ ταῖς ΗΑΠ ὁπόταν ἀρχαιρεσίαι γίγνωνται κατὰ μὲν τὸ εἰκὸς οἱ μνηστεύοντες ἐν τηλεοπτικῷ προγράμματι συνέρχονται ἵνα δημοσίᾳ διαλέγωνται περὶ οὗ ἑκάτερος ἐν νῷ ἔχει ποιεῖν ἐὰν πρόεδρος γίγνηται καὶ ὡς καλῶς τὰ πρὸς τὴν χώραν διοικήσει καὶ ὡς κακῶς ὁ ἕτερος διοικοίη ἄν, προχθὲς δὲ ὃ οἱ θεαταὶ ἰδεῖν ἐδυνήθησαν ὁμοιότερον ἦν παλαίσματι ἢ διαλόγῳ, αἱ οὖν Ἀμερικαναὶ ἐφημερίδες σαφῶς τὴν κατάστασιν τῇ ὑστεραίᾳ ἀνέγραψαν, παραδείγματος ἕνεκα “ἑορτὴν ὑβρισμάτων“ ὃ ἐγένετο καλοῦσιν.
λόγῳ μὲν ἔδει τοὺς δύο μνηστεύοντας κατὰ τοὺς τοῦ διαλόγου νόμους διαλέγεσθαι, ἔργῳ δὲ ἀνάξιόν τε καὶ αἰσχρὸν θέαμα ἐγένετο, ὁ γὰρ Τρᾶμπ πρῶτον μὲν συνεχῶς τὸν ἀνταγωνιστὴν ὑπέκρουεν, ἔπειτα δὲ καὶ πρὸς τοὺς τοῦ Βίδην συγγενεῖς ὑβρίσματά τινα προσέβαλεν, τέλος δὲ τοσάκις τὸν τοῦ ἀνταγωνιστοῦ λόγον ὑπέκρουεν ὥστε τούτῳ οὐκ ἐξῆν φράσιν μίαν τελευτᾶν, εἰς δὲ τοσαύτην ἀναίδειαν ἀφίκετο ὁ Τρᾶμπ ὥστε ὁ Βίδην αὐτῷ εἶπεν “οὐ σιωπῴης ἄν;“ ὁ δὲ Τρᾶμπ οὐ μόνον τὸν ἀνταγωνιστὴν ὕβρισεν ἀλλὰ καὶ περὶ ἑαυτοῦ μέγα ἐβόησεν, εἶπε γὰρ ὅτι “διὰ 47 μηνῶν πλείονα ἐποίησα ἐγὼ ἢ σὺ διὰ 47 ἐτῶν.“
ἡ δὲ ταραχὴ τοιαύτη ἐγένετο ὥστε τοῦ “διαλόγου“ τελευτήσαντος οἱ ταῦτα παρασκευάζοντες εἶπον ὅτι νέους νόμους τοῖς ἐπιγιγνομένοις διαλόγοις εἰσθήσοιεν, ἴσως γὰρ οἱ δύο μνηστεύοντες ἔτι δὶς αὖθις διὰ τῆς τηλεοράσεως “διαλέξονται“ πρὶν τοὺς πολίτας ψηφίζεσθαι.

Ἡ ἐν τῇ Λευκορωσίᾳ κατάστασις
24 Σεπτεμβρίου 2020

Ἡ Εὐρωπαικὴ Ἕνωσις τὸν Λουκασέγκο ὡς τῆς Λευκορωσίας πρόεδρον οὐ δέχεται. ὁ μὲν Λουκασέγκο χθὲς αὖθις ἑαυτὸν πρόεδρον κατέστησεν, ὁ δὲ τῆς ΕΕ φερέφωνος Ἰωσὲφ Βορρὲλλ σαφῶς εἶπεν ὅτι οὐδαμῶς μὲν δέξοιντο αὐτὸν ὡς ἀληθῆ πρόεδρον, τὸ δὲ τῶν ἀρχαιρεσιῶν ἀληθὲς ἀποβὰν παντελῶς ἄλλο εἴη ἢ ἐκεῖνο τὸ ψευδὲς ὑπὸ τοῦ Λουκασέγκο ἀγγελθέν, αἱ γὰρ ἀρχαιρεσίαι οὔτε κατὰ τοὺς νόμους οὔτε ἐλεύθεραι γένοιντο καὶ ὁ δικτάτωρ τὸ ἀποβὰν μεταβάλοι.
Περὶ τῆς Λευκορωσίας ἤδη ἀκηκόαμεν ὅ τι τῷ μηνὶ Αὐγούστῳ γένοιτο· τῶν μὲν ἀρχαιρεσιῶν γενομένων ὁ Λουκασέγκο, ἑξήκοντα καὶ ἓξ ἔτη γεγονὼς καὶ ἐν τῇ ἀρχῇ ἤδη τὸ εἰκοστὸν καὶ ἕκτον ἔτος μένων, εἶπεν ὅτι αὐτὸς οὐ μόνον νικήσειεν ἀλλὰ καὶ τὸ 80% τῶν ψηφισμάτων δέξαιτο, ὃ οὔτε ὁ μωρότατος τῶν ἀνθρώπων νομίζοι ἂν ἀληθὲς εἶναι εἰ μὴ παντελῶς βακχευόμενος καὶ τοσαύτης βόδκης πιῶν ὥστε μὴ τοῦ ὀνόματος ἑαυτοῦ μέμνησθαι, τοῦ δὲ Λουκασέγκο τοῦτο τὸ ψευδὲς ἀποβὰν ἀγγείλαντος οἱ πολῖται εἰς τὰς ὁδοὺς ἐξελθόντες κατὰ τοῦ Λουκασένκο ἐβόων τε καὶ ᾔτησαν αὐτὸν τὴν ἧτταν δέχεσθαι.
κατὰ δὲ τὸ εἰκός, ὁ μὲν Λουκασέγκο οὐ μόνον τὴν ἧτταν δέχεσθαι οὐκ ἐβουλήθη ἀλλὰ καὶ τούς τε στρατιώτας καὶ τοὺς φύλακας ἐπὶ τοὺς διαδηλωτὰς ἔπεμψεν, ἐξ οὗ δὲ αὕτη ἡ κατάστασις ἤρξατο σχεδὸν καθ' ἡμέραν οἱ πολῖται τῷ Λουκασέγκο ἐνίστανται, καίπερ τῶν φυλάκων πολλοὺς αὐτῶν καθειργνύντων, αὕτη δὲ ἡ κατάστασις ἤδη ἑπτὰ ἑβδομάδας γεγένηται. ἴσως δὲ ὁ Λουκασέγκο ἤλπιζε τοὺς πολίτας καμόντας καταλείψειν, ἀλλὰ πάντα πρὸς ἄλλο προχωρεῖ, οἱ γὰρ πολῖται οὐδαμῶς κάμνοντες φαίνονται καὶ δῆλοί εἰσι διαδηλῶσαι βουλόμενοι ἕως ἂν ὁ δικτάτωρ τὴν ἀρχὴν ἀπολείπῃ.
ὅτι δὲ ἡ ΕΕ τὸν Λουκασέγκο ὡς πρόεδρον δέχεσθαι οὐ βουληθήσοιτο ἤδη ᾔδεμεν, ἀλλὰ... δέξεται τὴν Σβετλάνα Τιχανόβσκαια; αὕτη γὰρ ἐν ταῖς ἀρχαιρεσίαις ἐνίκησεν.
ὁ Λουκασέγκο χθὲς τὴν ἀρχὴν κατὰ τοὺς (ἑαυτοῦ) νόμους ἐδέξατο, ὃ κατ' ἐνιαυτὸν αἰτία ἦν μεγάλης ἑορτῆς, ἀλλὰ τούτῳ τῷ ἔτει ἄνευ πομπῆς καὶ λάθρᾳ πάντα ἐγένετο, ἐφοβεῖτο γὰρ μὴ οἱ πολῖται τοῦτο κωλύειν πειρῷντο.

Τὸ τῆς Ἀντιγόνης δίλημμα
17 Σεπτεμβρίου 2020

Τοῦ θέρους τελευτήσαντος, δεῖ τοὺς παῖδας αὖθις πρὸς τὰ διδασκαλεῖα ἐπανελθεῖν, ὃ ὡς ἐπὶ τὸ πολὺ τοῖς γονεῦσι μάλιστα ἀρέσκει, οἱ γὰρ παῖδες ἀπὸ τῆς οἰκίας ἀφανίζονται καὶ ἔξεστι τοῖς γονεῦσιν ἡσυχίαν τινὰ ἔχειν, ἀλλὰ ἤδη ἴσμεν ὅ τι ἔτι καὶ νῦν γίγνεται, τῆς γὰρ νόσου διὰ τῶν ἀνθρώπων ἔνθα καὶ ἔνθα διατρεχούσης οἱ γονεῖς φοβοῦνται μὴ οἱ παῖδες ἐν τῷ διδασκαλείῳ πολλοῖς ἄλλοις παισὶ συντυγχάνοντες νοσῶσιν.
τοῦτο δὲ ἐν πολλαῖς χώραις πρόβλημα γεγένηται τοῖς ἄρχουσιν, λόγῳ μὲν γὰρ ἀναγκαῖόν ἐστι τοὺς παῖδας πρὸς τὸ διδασκαλεῖον πέμπειν, ἔργῳ δὲ πολλοῖς γονεῦσι δοκεῖ τοὺς παῖδας μὴ πέμψαι καὶ κελεύειν οἴκοι μεῖναι, καὶ εἰ οἱ ἄρχοντες τοῦτο ἀπαγορεύουσιν.
τὸ οὖν δίλημμα τόδε ἐστίν· δεῖ ἡμᾶς τοῖς τῶν ἀρχόντων νόμοις πείθεσθαι ἢ τοῖς τῆς φύσεως νόμοις; ἴσως αὖθις τὸ τῆς Ἀντιγόνης δίλημμα πρὸ ἡμῶν ἔχομεν...
ἐν δὲ τοῖς πανεπιστημίοις, καίπερ τῆς νόσου τῆς αὐτῆς οὔσης, τὸ δίλημμα ουδαμῶς τὸ αὐτό ἐστιν, οἱ γὰρ μαθηταὶ οὐκέτι παῖδές εἰσι καὶ αὐτοὶ ἑαυτοῖς συμβουλεύονται πότερον βούλονται ἐν τῷ πανεπιστημίῳ παρεῖναι ἢ οὔ, καὶ δὴ καὶ ἐν τοῖς πανεπιστημίοις ἄλλο τι γίγνεται ὃ σχεδὸν οὐδέποτε ἐν τοῖς διδασκαλείοις· μέρος μέγα τῶν μαθητῶν ξένοι τυγχάνουσιν ὄντες καὶ πολλοῖς καίπερ ἐλθεῖν βουλομένοις πορεύεσθαι οὐκ ἔξεστιν.
τούτων δὲ οὕτως ἐχόντων τοῖς πλείστοις τῶν πανεπιστημίων ἔδοξε τούτῳ τῷ ἔτει τῷ συστήματι χρῆσθαι ὃ “διπλοῦν δίδαγμα“ καλοῦσιν, οἱ δὲ διδάσκαλοι τοὺς μὲν ἐν τῷ ἀκροατηρίῳ παρόντας μαθητὰς διδάξουσιν, ἅμα δὲ τὸ δίδαγμα διὰ τοῦ διαδικτύου τοῖς ἀποῦσι δείξουσιν, οὓς δεήσει διαδικτύως τῷ τοῦ πανεπιστημίου συστήματι συνδεῖν ἵνα πάντα ἴδωσι τε καὶ ἀκούωσιν.