15 Ἀπριλίου 2026
Πρῶτον μέν, ἐπειδὴ αἱ ΗΑΠ τῷ Ἰρᾶν ἐπέθεντο, αὕτη ἡ χώρα τὸν Ὀρμοῦθ πορθμεῖον ἀπέκλεισεν, ἔπειτα δὲ καὶ αἱ ΗΑΠ τὸ αὐτὸ πορθμεῖον ἀπέκλεισαν, ὥστε ἄδηλον εἶναι ὅστις τὸ πορθμεῖον ἀποκλείει· νῦν δὲ τὸ Ἰρᾶν λέγει ὅτι, ἐὰν ὁ D. Trump διαμένῃ τὸ πορθμεῖον ἀποκλείων, καὶ τὸ Ἰρᾶν αὐτὸ τὴν Ἐρυθρὰν Θάλατταν ἀποκλείσει, δοκοῦσιν οὖν αἱ ΗΑΠ καὶ τὸ Ἰρᾶν ἁμιλλᾶσθαι ὁποτέρα χώρα πλείω ἀποκλείει. καὶ εἰ ὁ D. T. ἀεὶ φησὶν ἑαυτὸν παντάπασίν τε καὶ παντελῶς νενικηκέναι, τῷ ὄντι τὸ Ἰρᾶν ἔτι ἅτινα ἂν βούληται πράττει.
8 Ἀπριλίου 2026
Αἱ ΗΑΠ καὶ τὸ Ἰρᾶν ὡμολόγησαν χθές, τῇ Τρίτῃ ἡμέρᾳ, ἀνακωχὴν δυοῖν ἑβδομάδοιν δέχεσθαι πρὶν τὴν προθεσμίαν ἀφίκεσθαι ἣν ὁ D. Trump ἔταξε τοῦ τὴν χώραν καταλῦσαι, τὸ δὲ Ἰρᾶν δοκεῖ ἑτοίμη εἶναι τόν τε Ὀρμοῦθ πορθμὸν εἰς χρόνον τινὰ ἀνοιγνύναι καὶ διαπραγματεύεσθαι. ἀμφότεραι χῶραι φᾶσι νενικηκέναι ἐν τούτῳ τῷ πολέμῳ ὃς ἤδη πλείω ἢ μῆνα διαμένει καὶ τὰς χρηματικὰς τοῦ κόσμου ἀγορὰς ἐτάραξε καὶ τὰς τοῦ πετρελαίου τιμὰς τοσοῦτο ηὔξησεν· ὁ μὲν D. T. λέγει ὅτι αἱ ΗΑΠ “νίκην παντελῆ καὶ τελείαν” ἐκτήσαντο, τὸ δὲ Ἰρᾶν φησὶ νενικηκέναι διότι αὕτη μὲν ἡ ἀνακωχὴ οὐδαμῶς παράδοσις ἐστίν, ἀμφότεραι δὲ χῶραι ὁμοῦ τε καὶ ἐξ ἴσου μαχόμεναι παύονται.
5 Ἀπριλίου 2026
Ὁ πόλεμος τὴν κατὰ τοὺς νόμους ἐπιτέλεσιν τῆς Πάσχης ἐν τοῖς Ἱεροσολύμοις ταράσσει, δυσχέρειαι μὲν γὰρ ὑπάρχουσι τοῖς εἰς τὸ τοῦ Ἁγίου Τάφου ἱερὸν εἰσελθεῖν βουλομένοις, πολλοὶ δὲ τῶν ξένων προσκυνητῶν οἳ εἰς τὰ Ἱεροσόλυμα ἀφίκοντο ἵνα τὴν Πάσχαν ἑορτάσαιεν οὔτε εἰσελθεῖν οὔτε ἐγγὺς τοῦ ἱεροῦ μένειν ἐδυνήθησαν. καὶ δὴ καὶ τὰ μὲν ἐγγὺς τοῦ ἱεροῦ κείμενα καπηλεῖα κεκλεισμένα μένει, οἱ δὲ φύλακες μόνον τοὺς ἰδίαν ἄδειαν ἔχοντας διελθεῖν ἐῶσιν.
ἤδη δὲ τῇ προτέρᾳ Κυριακῇ ὁ καρδινάλιος Pierbattista Pizzaballa οὐκ ἐδυνήθη εἰς τὸν Ἅγιον Τάφον εἰσελθεῖν ἵνα τὴν τῆς Κυριακῆς τῶν Βαΐων λειτουργίαν ἑορτάζοι, ὅπερ ἐν πολλαῖς χώραις ἀγανακτήσεων μεγάλη αἰτία ἐγένετο (τέλος δὲ ὁ πρωθυπουργὸς Benjamin Netanyahu ἐπιτραπῆναι αὐτῷ τὴν εἴσοδον ἐκέλευσεν).
3 Ἀπριλίου 2026
Μυρίων στρατιωτῶν ἐγγὺς τοῦ Ἰρᾶν τεταγμένων, ὁ Peter Hegseth, ὁ τῶν ΗΑΠ τοῦ πολέμου ὑπουργός, ἐκέλευσε χθὲς τὸν στρατηγὸν Randy George τὴν τοῦ στρατεύματος ἀρχὴν παραυτίκα καταλιπεῖν: ὁ μὲν R. G. πρωτάρχων ἦν τῶν τοῦ στρατεύματος στρατηγῶν, κατὰ δὲ τοὺς δημοσιογράφους πολλάκις τῷ P. H. ἐμέμφετο ὅπως δεῖ πρὸς τὸ Ἰρᾶν πολεμεῖν, ὁ δὲ P. H. βούλεται στρατηγοὺς οἷς ἂν ὁ πρόεδρος D. Trump κελεύῃ πειθομένους, ὁ δὲ R. G. ἔστιν ὅτε τοῖς κελεύσμασιν ἐπετίμα.
31 Μαρτίου 2026
Διὰ τὸν ἐν τῷ Ἰρᾶν πόλεμον ἡ τῆς Ῥωσίας οἰκονομία βελτίων γεγένηται, αἱ μὲν γὰρ ἑσπέριαι χῶραι, συνεχῶς πετρελαίου δεόμεναι καὶ ὃ διὰ τοῦ Ὀρμοῦθ πορθμοῦ ἀφίκνειτο πρίασθαι οὐκέτι δυνάμεναι, ἀναγκάζονται Ῥωσικὸν πετρέλαιον πρίασθαι, ὁ δὲ D. Trump τὰς ζημίας τὰς κατὰ τῆς τοῦ Ῥωσικοῦ πετρελαίου ὠνῆς λέλυκεν. καὶ δὴ καὶ χθὲς Ῥωσικὴ ναῦς μυριάδας δέκα τόννων πετρελαίου φέρουσα εἰς τὴν Κούβαν ἀφίκετο, τοῦ Trump ἐξουσίαν δόντος. ἐξ οὗ δ’ οὗτος ὁ πόλεμος ἤρξατο, ἡ Ῥωσία καθ’ ἡμέραν περισσὰ πεντήκοντα καὶ ἑκατὸν ἑκατομμύρια Εὐρωπαίων νομισμάτων κτᾶται.
29 Μαρτίου 2026
Ἤδη ἐν τῷ δευτέρῳ μηνὶ τοῦ πρὸς τὸ Ἰρᾶν πολέμου, ἡ τῶν ΗΑΠ εἰσβολὴ μέχρι τοῦδε βέλεσι μόνον ἐγίγνετο, νῦν δὲ ὁ D. Trump στραιώτας ἐκπέμπειν διανοεῖται, μάλιστα ἵνα τῶν τοῦ πετρελαίου φρεάτων κρατῶσιν, oἱ δὲ Ἰρανοὶ προαγορεύουσιν ὅτι, ἐὰν στρατιώτας πέμπωσιν αἱ ΗΑΠ, οὗτοι ληφθήσονται καὶ τοῖς ἐν τῷ Περσικῷ κόλπῳ καρχαρίαις βορὰ γενήσονται.
28 Μαρτίου 2026
Ὁ ἐν τῇ Μέσῃ Ἀνατολῇ πόλεμος ἔτι διαμένει (διαμενεῖ δή) καὶ σκεδάννυται, τὸ γὰρ Ἰρανὸν στράτευμα ἤγγειλε τήμερον ὅτι ὁλκάδι τινὶ τῶν ΗΑΠ ἐγγὺς τοῦ Σαλαλᾶ λιμένος πλεούσῃ ἐπέθεντο (οὗτος ὁ λιμὴν ἐν τῇ Ὀμάνῃ κεῖται)· δύο δρῶνες πυρφόρα βέλη ἀφεῖσαν οἳ ξένον τινὰ ἐργάτην ἔτρωσαν καὶ σκεύη πολλὰ διέφθειραν.
ὁ μὲν τοῦ Ἰρᾶν φερέφωνος, ὁ Ebrahim Zolfaqari, εἶπεν ὅτι αὕτη ἡ ὁλκὰς πόρρω τοῦ λιμένος ὥρμει καὶ ὅτι οἱ Ἰρανοὶ τὸ τῶν ΗΑΠ ναυτικὸν ἀμυνόμενοι οὐδαμῶς βούλονται τοὺς τῆς Ὀμάνης λιμένας βλάπτει, ὁ δὲ τῆς Ὀμάνης ἄρχοντες ταύτην τὴν ἐπιβολὴν χαλεπῶς φέροντες εἶπον ὅτι πάντα ποιήσουσιν ὑπὲρ τῆς τῶν ἑαυτῶν πολιτῶν σωτηρίας.
22 Μαρτίου 2026
Ὡς πάντες ἐφοβοῦντο μὴ γένοιτο, ἡ ἐν τῇ Μέσῃ Ἀνατολῇ κατάστασις εἰς τὸ χεῖρον προχωρεῖ, νῦν δὲ ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump τὸ Ἰρᾶν ἀπειλεῖ τὰς ἠλεκτρικὰς τῆς χώρας καταστάσεις διαφθεῖρειν ἐὰν τὸ Ἰρᾶν τὸν Ὀρμοῦθ πορθμὸν μὴ ἀνοιγνύῃ. καὶ δὴ καὶ χθὲς δύο πύραυλα ὑπὸ τοῦ Ἰρᾶν ἀνεθέντα ἐπὶ τὸ Ἰρσαῆλ κατέπεσεν, ἑκατὸν δὲ τετταράκοντα πολῖται ἐβλάβησαν (οὐδεὶς ἀπέθανεν). αὕτη ἡ ἐπιβολὴ πάντας ἀπροσδοκήτους κατέλαβεν, πάντες γὰρ ἔλεγον ὅτι τὰ Ἰρανὰ πύραυλα οὐ δυνήσοιτο πόρρω ἀφίκεσθαι, ἀλλὰ οἱ ἔμπειροι λέγουσι νῦν ὅτι τὰ Ἰρανὰ πύραυλα πορρωτέρω ἀφίκεσθαι δύναται τῆς μέχρι τοῦ νῦν γνώμης.
21 Μαρτίου 2026
Ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump ἐξουσίαν ἔδωκε χθὲς τῇ εἰς τὸ παραυτίκα ἐμπορίᾳ τῇ τοῦ πετρελαίου νῦν ἐν ναυσὶ κειμένου αἳ ἐν τῷ Περσικῷ Κόλπῳ ἀκίνητοι μένουσιν. ἐξ οὗ ὁ πόλεμος ἤρξατο, τὸ πετρέλαιον ἐπιτιμᾶται, νῦν δὲ τὴν ἐμπορίαν δεξάμενος ὁ D. T. ἐλπίζει τὴν τοῦ πετρελαίου ὠνὴν μειώσεσθαι, ἡ γὰρ τοῦ Ὀρμοῦθ πορθμοῦ ἀπόκλῃσις μάλιστα τὴν πάσης τῆς οἰκουμένης οἰκονομίαν βλάπτει, δῆλον δέ ἐστιν ὅτι ὁπόταν ἡ τοῦ πετρελαίου ὠνὴ αὐξάνηται αἱ πάντων τῶν ἀγορασμάτων τιμαὶ αὐξάνονται. ὅμως δὲ κατὰ τὸν D. T. αὕτη ἡ ἐξουσία μόνον μέχρι τῆς 19ης τοῦ Ἀπριλίου ἰσχύει.
19 Μαρτίου 2026
Διαμένει ἡ ἀμφισβήτησις περὶ τὴν αἰτίαν δι' ἣν ὁ Joe Kent, ὁ τοῦ ἀντιτρομοκρατικοῦ γραφείου ἄρχων, τοῦτο τὸ γραφεῖον καταλιπὼν τὸν πρόεδρον D. Trump καρτερῶς περὶ τοῦ πρὸς τὸ Ἰρᾶν πολέμου ἐμέμψατο. κατὰ τὸν J. K., τὸ πρότερον τῷ D. T. μάλιστα εὔνουν ὄντα καὶ ἀεὶ ἐπικουροῦντα, τὸ Ἰσραῆλ, καίπερ τῷ ὄντι οὐδὲν τεκμήριον ἔχον, τὸν D. T. ἔπεισε τῷ Ἰρᾶν ἐπιθεῖσθαι ὡς ἂν εἰ αὕτη ἡ χώρα πυρηνικὰ ὅπλα κτᾶσθαι μέλλοι, εἶπε δὲ ὅτι ἑαυτῷ τε καὶ ἄλλοις πρὸς τὴν ἐπιβολὴν οὐκ εὐνοικῶς διακειμένοις οὐκ ἐξῆν τῷ D. T. διαλέγεσθαι καὶ δεικνύναι διὰ ὅ τι ἁμάρτημα ἔσοιτο τῷ Ἰρᾶν ἐπιθεῖσθαι.
15 Μαρτίου 2026
Οὐδαμῶς ἀμφισβητήσιμόν ἐστιν ὅτι ἐν τῷ τοῦ Ἰρᾶν πολέμῳ ἡ τῶν ΗΑΠ στάσις πολλῷ ἰσχυρωτέρα ἐστὶν ἢ ἡ τοῦ Ἰρᾶν, ἀλλὰ συνεχῶς ἀντιλογικὰ ἀγγέλματα δεχόμεθα, ὁ γὰρ τῶν ΗΑΠ πρόεδρος Donald Trump λέγει μὲν ὅτι αἱ ΗΑΠ ἤδη τὴν νίκην ἐκτήσαντο καὶ τὸ Ἰρᾶν ἤδη ἡττηθὲν οὐδὲν ποιεῖν δύναται, ἅμα δὲ τοῦ Ἰραν πύραυλα ἔτι ἀνιέντος τοὺς Ἀμερικανοὺς πολίτας αἰτεῖ τὸ Ἰρᾶκ ὡς τάχιστα καταλιπεῖν, αἰτεῖ δὲ τὴν Εὐρώπν ναῦς πέμψαι ἵνα τὰς πετρελαιοφόρους ναῦς διαφυλάττωσι αἳ διὰ τοῦ Ὀρμοῦθ πορθμοῦ διαπλεῖν πειρῶνται· πρὸς δὲ τούτῳ χθὲς ὁ Brendan Carr, ὃς τοῦ δημοσίου τῶν ἀγγελιῶν ὀργανισμοῦ ἄρχει, ἀπῄλησε τὰς ἑταιρείας αἵτινες ἂν τὸν D. T. μεμφόμεναι περὶ τοῦ πολέμου ἀγγέλματα ἀγγέλωσι τῆς ἐξουσίας ἀποστερεῖν.
12 Μαρτίου 2026
Ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump εἶπε χθὲς ὅτι ἐν τῷ τοῦ Ἰρᾶν πολέμῳ αἱ ΗΑΠ ἤδη τὴν νίκην κεκτημέναι εἰσίν. κατὰ μὲν τὸν πρόεδρον, ὁ μὲν πόλεμος οὐ μέλλει ἐν τάχει τέλος ἔξειν, δεήσει δὲ τὰς ΗΑΠ τῷ Ἰρᾶν ἐπιτιθεμένας διαμένειν· εἶπε δὲ καὶ ὅτι πᾶν τὸ τοῦ Ἰραν ναυτικὸν στράτευμα διεφθάρη, τῶν γὰρ τελευταίων τριῶν ἡμερῶν αἱ ΗΑΠ πεντήκοντα καὶ ὀκτὼ ναῦς κατέδυσαν, ἄλλας τε καὶ ἐκείνας αἵτινες ἐν τῷ τοῦ Ὀρμοῦθ πορθμείῳ ἐκρηγνύμενα μηχανήματα ἐντιθέασιν. κατὰ δὲ τὸ Ἰρᾶν, οἱ Ἰρανοὶ αὐτοὶ διακρινοῦσιν ὁπότε τὸ τοῦ πολέμου τέλος γενήσεται, τὸ γὰρ Ἰρᾶν διαμένει πύραυλα πρὸς τὰς ἐγγὺς χώρας ἀνιέν.
10 Μαρτίου 2026
Τοῦ πολέμου διαμένοντος, ἐν τῷ Ἡνωμένῳ Βασιλείῳ θαυμαστὴ ἔρις γεγένηται· πολλοὶ μὲν Βρετανικοὶ πολῖται οἳ ἐν τῇ Δουβαῖ καὶ ὁμοίαις πόλεσιν οἰκοῦσιν αἰτοῦσι νῦν τὴν Βρετανικὴν ἀρχὴν ἀεροσκάφη πέμπειν ἵνα ἐκ τῆς χώρας ἐκφυγεῖν δύνωνται, τοῦτο δὲ ὀξύθυμον ἀμφισβήτησιν ἐν τῷ Η. Β. τίκτει νῦν, πότερον δεῖ δημοσίοις χρήμασι χρῆσθαι καὶ αὐτοὺς προῖκα κομίζειν ἢ δεῖ τὴν ἀρχὴν τούτους τοὺς Βρετανικοὺς πολίτας ἀναγκάζειν ἐξαίρετον μισθοδοσίαν τίνειν, οἱ γὰρ πλεῖστοι τῶν 250,000 Βρετανικῶν πολιτῶν ἐν τῇ Δουβαῖ οἰκούντων τυγχάνουσι πλουσιώτατοι ὄντες οἳ ἐκεῖ οἰκοῦσι οὐδαμῶς ἄκοντες ἀλλὰ ἑκόντες, ἐκεῖ δὲ οἰκοῦντες οὐ μόνον φόρους οὐ τίνουσιν ἀλλὰ καὶ πολλάκις τὴν δίαιταν ἐπικομποῦσιν ἧς ἐκεῖ ἀπολαύουσιν, ἀμείνονος οὔσης ἢ τῆς διαίτης ᾗ οἱ πλεῖστοι τῶν Βρετανικῶν πολιτῶν χρῶνται ἐν τῷ Η. Β. οἰκοῦντες.
8 Μαρτίου 2026
Οἰκτρῶς δὲ ὁ ἐν τῇ Μέσῃ Ἀνατολῇ πόλεμος φαίνεται τέλος οὐχ ἕξειν, πολλαὶ δὲ χῶραι τὰς πρεσβείας κλείσασαι τοὺς ἑαυτῶν πολίτας οὐ μόνον τοὺς ἐν τῷ Ἰρᾶν αὐτῷ ἐργαζομένους ἀλλὰ καὶ τοὺς ἐν ταῖς ἐγγὺς κειμέναις χώραις ἐκέλευσαν ἀπελθεῖν· παραδείγματος ἕνεκα, ἤδη 32,000 τῶν ΗΑΠ πολῖται τὴν Μέσην Ἀνατολὴν καταλελοίπασιν. καὶ δὴ καὶ νεωστὶ ὁ τῶν ΗΑΠ φερέφωνος εἶπε τοῖς Ἰρανοῖς πολίταις ὅτι τὰ κατοικημένα τῶν πόλεων μέρη δύναται στρατιωτικοὶ σκοποὶ γενέσθαι ἐὰν ἡ ἀρχὴ τούτοις τοῖς μέρεσι χρῆται ὡς στρατιωτικοῖς καταστάσεσιν.
ἐπὶ δὲ τούτῳ ἤδη δυνάμεθα φήμην τινὰ ἀκούειν περὶ δυνατὰ τῆς τοῦ πετρελαίου διανομῆς δυσχερῆ, πολλαὶ γὰρ νῆες πετρέλαιον πορθμευοῦσαι διὰ τοῦ Ὀρμοῦθ πορθμείου διαπλεῖν οὐκ ἐθέλουσιν (τὸ 20% τοῦ τῆς οἰκουμένης πετρελαίου διὰ τούτου τοῦ πορθμείου πορθμεύεται), τὸ δὲ Ἰρᾶν ἐνεργετικαῖς καταστάσεσιν ἐν τῇ Σαουδὶ Ἀραβίᾳ καὶ ἐν τῷ Κατὰρ κειμέναις ἐπιτίθεται, καὶ εἰ λέγει ὅτι ἄλλαις χώραις οὐκ ἐπιθήσεται ἐὰν μὴ τὸ πρῶτον ὑπ' αὐτῶν ἐπιτεθῇ.
1 Μαρτίου 2026
Μετὰ τὴν χθερινὴν ἐπιβολὴν οὐδεὶς ἀκριβῶς ᾔδει πότερον ὁ τοῦ Ἰρᾶν ἄρχων ἀποθάνοι ἢ οὔ, τέλος δὲ χθὲς τῆς νυκτὸς ἡ τοῦ Ἰρᾶν τηλεόρασις ἤγγειλεν ὅτι ὁ Ali Jamenei ἀποθάνοι καὶ ἄλλοι τῶν ἀρχόντων· τοῦτο δὲ ἀκούσαντες πολλοὶ μὲν τῶν Ἰρανῶν πολιτῶν οἳ ἐν τῷ ἐξωτέρῳ οἰκοῦσι δημοσίᾳ χαίροντες ὅλην τῆς ἀρχῆς μεταβολὴν ᾔτησαν, ἐν δὲ τῇ χώρᾳ αὐτῇ οἱ μὲν χαρὰν ἔδειξαν, οἱ δὲ λύπην. πᾶσι δοκεῖ ὅτι αὕτη ἡ κατάστασις οὐδαμῶς τάχα τέλος ἕξει, τήμερον γὰρ τὸ μὲν Ἰσραῆλ αὖθις πύραυλα ἀνῆκεν, τὸ δὲ Ἰραν τὸ αὐτὸ ποιεῖ, λέγεται δὲ ὅτι τέτταρα Ἰρανὰ πύραυλα τῆς τῶν ΗΑΠ ἀεροσκαφηφόρου νεὼς Abraham Lincoln ἔτυχεν, ἀλλὰ μόνον ἔβλαψεν οὐδὲ κατέδυσεν.
28 Φεβρουαρίου 2026
Ὃ οἱ πλεῖστοι ἐφοβούμεθα μὴ γένοιτο ἤδη ἐγένετο· ὁ ἐν τῇ Μέσῃ Ἀνατολῇ πόλεμος. τήμερον ἅμα ἕῳ αἱ ΗΑΠ καὶ τὸ Ἰσραῆλ τῷ Ἰρᾶν ἐπέθεντο, ἐν δὲ τῇ πρωτευούσῃ Τεχεράνῃ ἐξῆν ἀνατιναγμοὺς ἀκούειν, ἄλλα τε καὶ πύραυλον ἐπὶ κορῶν διδασκαλεῖον κατέπεσεν, οὗ τετταράκοντα κόραι ἀπέθανον. ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump τοὺς τοῦ Ἰρᾶν πολίτας ἐποτρύνει πρὸς τὸ τὴν τῆς χώρας ἀρχὴν βίᾳ λαβεῖν καὶ τὸν νῦν ἄρχοντα ἐκβαλεῖν.
τῆς ἐπιθέσεως γενομένης, τὸ Ἰρᾶν πύραυλα πρὸς τὰς τῶν ΗΑΠ ἀφορμὰς ἐν ταῖς ἐγγὺς χώραις κειμένας ἀνῆκεν· τὸ Κατὰρ καὶ τὸ Βαρεῖν καὶ τὰ Ἡνωμένα Ἀραβικὰ Ἐμιράτα καὶ ἡ Ἰορδανία (πᾶσαι αὗται αἱ χῶραι σύμμαχοι τῶν ΗΑΠ εἰσίν) ἤδη ἐκρήξεις τινὰς ἔπαθον.
20 Φεβρουαρίου 2026
Τὸ Ἰρᾶν ἔπεμψε τήμερον τῷ Antonio Guterres, τῷ τοῦ Η. Ε. Ο. (τοῦ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμοῦ) γραμματεῖ, ἐπιστολὴν ἐν ᾗ διαβεβαιοῦται ὅτι, ἐὰν μὲν αἱ ΗΑΠ τῷ Ἰρᾶν ἐπιτιθῆται, πᾶσαι αἱ ἀφορμαὶ ἃς αἱ ΗΑΠ ἐν τῇ Μέσῃ Ἀνατολῇ ἔχει σκοποὶ προσβολῆς γενήσονται, αἱ δὲ ΗΑΠ ὑπαίτιαι γενήσονται πασῶν τῶν συμφορῶν αἵτινες ἂν γίγνωνται. αἱ ΗΑΠ, νεωστὶ πολεμικὰς δυνάμεις ἐκεῖ ἀθροίσασαι ὥσπερ ἂν εἰ ἐπιθέσθαι βούλοιντο, πολλὰς ἀφορμὰς ἔχουσιν ἐν ταῖς ἐγγὺς τοῦ Ἰρᾶν κειμέναις χώραις.
15 Φεβρουαρίου 2026
Τὸ Ἰρᾶν διεβεβαιῶσατο τήμερον ὅτι μεταύριον τῇ Τρίτῃ ἐν τῇ Γενεύῃ ταῖς ΗΑΠ συνεῖσιν ἵνα αὖθις περὶ τοῦ πυρηνικῶν ὅπλων πράγματος διαλέγωνται. ἡ μὲν πρώτη σύνοδος τῇ 6ῃ τούτου τοῦ μηνὸς ἐν τῷ Ὀμὰν ἐγένετο, οὐδὲν δὲ ἐκεῖ ὡμολόγησαν, ὀψόμεθα δὲ ὅ τι μεταύριον γίγνεται. προχθὲς δὲ ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump εἶπε μὲν ὅτι τὴν πολιτικὴν τοῦ Ἰρᾶν δίαιταν μεταβαλεῖν ταύτῃ τῇ χώρᾳ βέλτιστον εἴη ἂν, ἔπεμψε δὲ πρὸς τῆν Μέσην Ἀνατολὴν δευτέραν ἀεροσκαφηφόρον ναῦν ἵνα τὸ Ἰρᾶν θλίβῃ τε καὶ ἀναπείθῃ.