17 Ἀπριλίου 2026
Χθὲς ὁ τῆς Γαλλίας πρόεδρος E. Macron Εὐρωπαίους ἡγεμόνας ὡς δέκα συνήγαγεν ἵνα περὶ κοινοῦ Εὐρωπαϊκοῦ νόμου διαλέγοιντο ὅπως τοὺς παῖδας ἀπὸ κοινωνικῶν τινῶν δικτύων ἀποκλείσειεν, μάλιστα δὲ τοὺς νεωτέρους πεντεκαίδεκα ἐτῶν, πολλοὶ γὰρ ἔμπειροι τὴν τοιούτων τῶν δικτύων χρῆσιν αἰτίαν ἡγοῦνται εἶναι πολλῶν ἐν τοῖς νέοις κακῶν.
ὁ Ε. Μ. βούλεται τὴνδε τὴν Γαλλικὴν ἐπιχείρησιν μετὰ τὸ θέρος πρὸ τῆς τοῦ μέλλοντος διδακτικοῦ ἐνιαυτοῦ ἀρχῆς προαγαγεῖν· ὁ δὲ νόμος, ὃν ἡ τῆς Γαλλίας Βουλὴ ἐκύρωσεν, προτίθησι τὰ κοινωνικὰ δίκτυα εἰς δύο γένη διαιρεῖν· τὰ μὲν τὴν σωματικὴν καὶ ψυχικὴν τῶν νέων αὔξησιν βλάπτοντα, ἃ παντάπασιν ἐν τῇ χώρᾳ τοῖς παισὶν ἀπαγορευθήσεται, τὰ δὲ ἧττον βλαβερὰ ὄντα εἰς ἃ εἰσιέναι δυνηθήσονται οἱ παῖδες τῶν γονέων ἐξουσίαν παρέχων.
2 Ἀπριλίου 2026
Χθὲς τῆς νυκτὸς (τῆς ἐσπέρας ἐν τῇ Ἀμερίκῃ) τὸ ἀεροσκάφος Ἄρτεμις β' πρὸς τὴν σελήνην ἀνείθη. οἱ τέτταρες κοσμοναῦται οἳ ἐν τούτῳ τῷ ἀεροσκάφει ἔνεισι δέκα ἡμέρας πορευθήσονται, τὸ δὲ κεφαλαῖον ταύτης τῆς πορείας βούλευμα θεᾶσθαι τὸ τῆς σελήνης ἀφανὲς μέρος ἐστίν· ἔπειτα δέ, περὶ δὲ τῆς σελήνης περιπλεύσαντες, πρὸς τὴν γῆν ἐπανελεύσονται. ἐξ οὗ τῷ 1972ῳ ἔτει ὁ Cernan τὴν σελήνην ἀπέλιπεν, οὐδεὶς ἄλλος ἄνθρωπος ἐκεῖσε ἐπανελήλυθεν, λέγεται δὲ ὅτι νῦν αἱ ΗΑΠ βούλονται μόνιμον ἀφορμὴν ἐκεῖ οἰκοδομεῖν.
26 Μαρτίου 2026
Τίς οὐκ ἐθεάσατό ποτε τὸ κινηματογραφικὸν ἔργον “Οἱ τρεῖς σωματοφύλακες,“ οὗ ὁ πρωταγωνιστής ἐστι νεανίας τις D‘Artagnan καλούμενος; τὸ τούτου τοῦ ἀνδρὸς ὅλον ὄνομα ἦν Charles de Batz de Castelmore d'Artagnan, ὁ δὲ συγγραφεὺς Alexandre Dumas αὐτὸν λαβὼν ὡς παράδειγμα ἔγραψε τὴν ἐνδοξοτάτην βίβλον “Οἱ τρεῖς σωματοφύλακες.“ χθὲς δὲ ἐν τῇ πόλει Μαάστρικ, ἐν τῇ Ὁλανδίᾳ, ἀρχαιολόγοι τινὲς ηὗρον μὲν σῶμά τι ἐν ἱερῷ τεθαμμένον, νομίζουσιν δὲ τοῦτο τὸ τοῦ d'Artagnan σῶμα εἶναι, ὃς τῷ 1673ῳ ἔτει τοῦ Γαλλικοῦ στρατεύματος ταύτην τὴν πόλιν ἑλεῖν πειρῶντος ἀπέθανε καὶ ἐκεῖ ἐτάφη.
18 Φεβρουαρίου 2026
Ὁ τοῦ ἐνδοξοτάτου γλυφέως Bernini ἐλέφας ὃς ἐν τῇ τῆς Μινέρβας ἀγορᾷ ἕστηκε σύμβολόν ἐστι τῆς Ῥώμης, ἔχει δὲ δύο ὀδόντας, ἀλλὰ ἴσως δεῖ ἡμᾶς λέγειν “εἶχεν,“ χθὲς γὰρ τῆς νυκτὸς οὐκ ἴσμεν διὰ ὅ τι ὁ ἀριστερὸς ὀδοὺς οὐκ ἐν τῷ τοῦ ἐλέφαντος στόματι ἦν, χαμαὶ γὰρ ἔκειτο· τύχῃ δὲ ὁ ὀδοὺς οὐκ ἄφαντος ἐγένετο, οἱ οὖν αὐτὸν εὑρόντες τοῖς τεχνίτας δοῦναι ἐδυνήθησαν ἵνα τὸ ἄγαλμα ἐπισκευάζωσιν. οὐδὲ τὸ πρῶτον τοιαύτη συμφορὰ γίγνεται, τῷ γὰρ 2016ῳ ἔτει τὸ αὐτὸ συνέβη, κατὰ δὲ τύχην καὶ τότε ὁ ὀδοὺς χαμαὶ ηὑρέθη.
12 Φεβρουαρίου 2026
Τῷ Σεπτεμβρίῳ ἡ Ἀλβανία πάντας ἐξέπληξεν, ἤγγειλε γὰρ ὅτι νέον ὑπουργὸν ἔχοι, γυναῖκα Διέλλα καλουμένην, πάντες δὲ ἐθαύμασαν, αὕτη γὰρ ἡ γυνὴ ἄνθρωπος οὐκ ἔστι διότι χειροποίητος διάνοια ἔπραξεν αὐτήν. ἡ Διέλλα διοικητικὰ ἔργα ποιεῖ, οὐδὲ μόνον τοῦτο, ἀλλὰ οἱ ἄρχοντες τῷ Ὀκτωβρίῳ ἤγγειλαν ὅτι ἡ “ὑπουργὸς“ κυοῦσα τυγχάνοι καὶ ὀγδοήκοντα τρεῖς υἱοὺς τέξοιτο (προγράμματα χειροποιήτου διανοίας ἑκάστῳ τῶν ὀγδοήκοντα τριῶν τοῦ ἐν τέλει κόμματος βουλευτῶν).
ὅμως δὲ δέον τὴν “ὑπουργὸν“ ὄψιν τινὰ ἔχειν οἱ ἄρχοντες φωτογραφίᾳ μίμου τινὸς ἐχρήσαντο, Anila Bisha καλουμένης. νῦν αὕτη ἡ γυνὴ τοὺς ἄρχοντας γράφεται ὡς τῇ ἑαυτῆς ὄψει χρωμένους, ἡ οὖν “ὑπουργὸς“ κινδυνεύει τῆς ὄψεως ἀποστερεῖσθαι.
25 Ἰανουαρίου 2026
Ἐν ταῖς ΗΑΠ μέγιστος χειμὼν γίγνεται νῦν· 600,000 μὲν οἰκίαι ἠλεκτρικὴν ἐνέργειαν οὐκ ἔχουσιν, 200 δὲ ἑκατομμύρια πολιτῶν πως τὰ τοῦ χειμῶνος ἀποβάντα πάσχουσιν, 10,000 δὲ πτήσεις ἄκυροι μεμερίκασιν. κατὰ δὲ τοὺς μετεωρολόγους ὁ μὲν χειμὼν ἔτι δύο ἡμέρας μενεῖ, τὸ δὲ κρύος οὕτω ἰσχυρὸν γενήσεται ὥστε ἴσως μέχρι τοὺς -45 ἀφίξεται, οἱ οὖν ἄρχοντες τοῖς πολίταις παραινοῦσι μὴ ἐκ τῶν οἰκῶν ἐξελθεῖν.
1 Ἰανουαρίου 2026
Δυστυχῶς τὸ νέον ἔτος οὐδαμῶς εὖ ἄρχεται, ἐν γὰρ τῇ Ἑλβετίᾳ, χώρᾳ οὗ ὡς ἐπὶ τὸ πολὺ πάντες νομίζομεν πάντα ὡς ἄριστα ῥεῖν, δεινὴ συμφορὰ ἐγένετο ταύτης τῆς νυκτὸς ἐν τῇ χιονοδρομικῇ θέσει Crans-Montana ἐν τῇ ἐπαρχίᾳ Valais κειμένῃ· ἐκεῖ ἐν ἑστιατορίῳ τινὶ κατὰ τοὺς ἐκεῖ παρόντας πρῶτον μὲν ἔκρηξις ἐγένετο, ἔπειτα δὲ ἔμπρησις· τὸ δὲ ἑστιατόριον μεστὸν ἦν ἀνθρώπων ἑορταζόντων καὶ τὸ νέον ἔτος δεχομένων, διὸ δὲ ἔνιοι μὲν ἄνθρωποι ἀπέθανον (οἱ τῶν φυλάκων φερέφωνοι οὐκέτι ὁπόσοι εἰρήκασιν), πολλοὶ δὲ ἄλλοι ἐτρώθησαν. τοῦ λυπηροῦ νέου νῦν ἀφικομένου, οὐκέτι ἔξεστι ἀκριβέστερα λέγειν.
30 Δεκεμβρίου 2025
Ἡ ἑταιρεία Ocean Infinity ἄρξεται τήμερον ζητοῦσα τὸ τῆς ἑταιρείας Malaysia Airlines ἀεροσκάφος MH370 ὃ τῷ 2014ῳ ἔτει ἐν τῷ Ἰνδικῷ Ὠκεάνῳ ἠφανίσθη (239 ἐπιβάται ἐν τῷ ἀεροσκάφει ἐνῆσαν). ἡ ἑταιρεία Ο. Ι. συνθήκην πεποιεῖται καθ' ἣν ἑβδομήκοντα ἑκατομμύρια δολάρων δέξεται μόνον ἐὰν τὸ ἀεροσκάφος εὕρῃ. αὕτη ἠ ἀφάνισις μυστήριον ἐγένετο, τὸ μὲν γὰρ ἀεροσκάφος ἀπὸ τῆς Κουάλα Λουμποῦρ πρὸς τὸ Πεκίνο ἐπέτετο, ἔπειτα δὲ ἠφανίσθη· ἔμπειροι δὲ τῆς τε Μαλασίας καὶ τῆς Σίνης καὶ τοῦ Βιετνὰμ τὸ ἀεροσκάφος μέχρι τοῦ 2018ου ἔτους ἐζήτουν, μάτην δέ.
17 Δεκεμβρίου 2025
Τὸ Ἡνωμένον Βασίλειον τῷ ἐπιγιγνομένῳ Ἰανουαρίῳ ἐπανελεύσεται εἰς τὸ τῆς Εὐρωπαικῆς Ἑνώσεως πρόγραμμα Erasmus ὃ πολλοῖς Εὐρωπαίοις μαθηταῖς δυνατὸν ποιεῖ πρὸς ἄλλας χώρας (ἐντὸς τῆς Ε. Ε.) πορεύεσθαι ἵνα ἐκεῖ χρόνον τινὰ μένοντες μανθάνωσιν. καὶ εἰ ἤδη χθὲς περὶ τοῦτο ἐλέγετο, τήμερον ἡ ἀρχὴ κυρίως τε καὶ δημοσίᾳ τὸ ἄγγελμα ἀγγελεῖ. τοῦ Ἡνωμένου Βασιλείου ἐκ τῆς Ε. Ε. ἐξελθόντος (ὃ πάντες “τὸ Βρέξιτ“ καλοῦσιν), οὐκέτι ἐξῆν τοῖς Βρετανικοῖς μαθηταῖς τούτῳ τῷ τῆς Ε. Ε. προγράμματι χρῆσθαι, νῦν δὲ αὖθις ἐξέσται.
14 Δεκεμβρίου 2025
Ἐν τῇ Αὐστραλίᾳ, ἐν τῇ πόλει Σύδνει, τρομοκρατικὴ ἐπιβολὴ ἐγένετο χθὲς πρὸς πολίτας Ἰουδαίους τὸ γένος παρὰ τῷ αἰγιαλῷ ἑορτάζοντας. δύο ἄνδρες ἐξαίφνης πρὸς τοὺς παρόντας πυροβολοῦντες ἤρξαντο, δώδεκα ἄνθρωποι ἀπέθανον· πρὸς δὲ τούτῳ πολλοὶ ἄλλοι ἐτρώθησαν, ἀλλὰ νεωστὶ ἐν ταῖς ἠλεκτρονικαῖς ἐφημερίσι πάντες περὶ τόδε διαλεγόμενοι ἤρξαντο, ὅτι πολλοὶ ἄλλοι ἀπέθανον ἂν εἰ πολίτης τις μόνος μὴ ἑνὶ τῶν τρομοκρατῶν ἀντέστη. οὗτος ὁ ἀνήρ, ὃν οἱ πλεῖστοι ἤδη ἥρωα καλοῦσιν, πολίτης ἐστὶν ὃς ἐν τῇ αὐτῇ πόλει πολητήριον καρπῶν ἔχει.
10 Δεκεμβρίου 2025
“Οἱ παῖδες νῦν σχολὴν ἕξουσι ἵνα ὡς ἀληθεῖς παῖδες διάγωσιν, οἱ δὲ γονεῖς οὐ τοσαύτας μερίμνας πείσονται.“ τοῦτό ἐστιν ὃ ὁ τῆς Αὐστραλίας πρωθυπουργὸς εἶπεν, χθὲς γὰρ ἡ ταύτης τῆς χώρας Βουλὴ ἀπαγορεύειν ἐβουλεύσατο τοὺς παῖδας οὔπω ἑκκαίδεκα ἔτη γεγονότας μὴ χρῆσθαι ᾧ “κοινωνικὰ δίκτυα“ καλοῦμεν, παραδείγματος ἕνεκα Facebook, Instagram, YouTube, κτλ. ὅμως δὲ τῷ ὄντι οὐκ ἔξεστι αὐτοὺς κωλύειν μὴ ταῦτα τὰ δίκτυα θεᾶσθαι, ἀλλὰ ὁ νέος νόμος τοὺς παῖδας ἀπαγορεύεται μὴ λογαριασμὸν ἐν τοιούτοις δικτύοις ἔχειν, τήμερον οὖν ταῦτα τὰ δίκτυα ἤδη ἤρξατο τὰ λογαριασμὰ ἀφαιροῦντα τὰ τῶν παιδῶν οὔπω ἑκκαίδεκα ἔτη γεγονότων.
7 Δεκεμβρίου 2025
Οἱ τοῦ Ἰρᾶν φύλακες συνέλαβον χθὲς τοὺς διατιθέντας ἀθλητικὸν ἀγῶνά τινα, τὸν ἐν τῇ νήσῳ Κὶζ Μαραθώνιον (αὕτη ἡ νῆσος ἐν τῇ τῆς χώρας μεσημβρίᾳ κεῖται) διότι πολλαὶ γυναῖκες τοῦ ἀγῶνος μετέσχον τῷ πέπλῳ οὐ χρώμεναι. ὁ τῆς Κὶζ κύριος δικαστὴς ὁ Ali Salemizadeh εἶπεν ὅτι οὗτος ὁ ἀγὼν τὸ τοῦ κοινοῦ ἠθικὸν κατέστρεψέ τε καὶ ἔβλαψεν. ἐν τῷ Ἰρᾶν, νῦν πολιτκῶς τε καὶ οἱκονομικῶς οὐκ εὖ πράττοντι, πολλαὶ γυναῖκες δημοσίᾳ τὸ πέπλον ἀπωθοῦσιν ἵνα τῇ τε ἀρχῇ καὶ τούτοις τοῖς νόμοις αὐτῇ κατατεθειμένοις ἀνθιστῶνται.
27 Νοεμβρίου 2025
Δεινὴ ἔμπρησις ἐγένετο χθὲς ἐν τῇ πόλει Xὸγκ Κόγκ, ἑπτὰ δὲ οἰκοδομήματα παντελῶς διεφθάρη. ἕκαστον μὲν τῶν οἰκοδομημάτων τριάκοντα καὶ δύο ὀρόφους ἔχει, ὃ χαλεπώτατον ἐποίησε τοῖς πυροσβεσταῖς τὸ ἔργον ἀποτελεῖν, ἐν δὲ τούτοις τοῖς οἰκοδομήμασι δισχίλια οἰκήματα συλλαβοῦσι τετρακισχίλιοι πολῖται ᾤκουν. κατὰ δὲ τὸν τοῦ δημαρχείου φερέφωνον, πεντήκοντα καὶ πέντε ἄνθρωποι ἀπέθανον, ἀλλὰ οὗτος ὁ ἀριθμὸς δυστυχῶς αὐξήσεται, διακόσιοι γὰρ ἑβδομήκοντα καὶ ἐννέα ἄνθρωποι ἄφαντοι μένουσιν.
12 Νοεμβρίου 2025
Δεινὸν ὄνειδος ηὕρηται ἐν τῇ Ἰταλίᾳ, περὶ ὃ διὰ πάσης τῆς οἰκουμένης νῦν διαλέγονται. ὁ Ἰταλὸς δημοσιογράφος καὶ συγγραφεὺς Ezio Gavazzeni νεωστὶ τόδε ηὗρεν, ὅτι ἐν τῷ τῆς Βοσνίας πολέμῳ πολλοὶ πλουσιώτατοι ἄνδρες, Γερμανοί τε καὶ Γάλλοι καὶ Ἰταλοὶ καὶ Καναδικοὶ καὶ Ῥωσικοὶ καὶ Ἀμερικανοὶ καὶ Ἱσπανοὶ κτλ., 100,000 εὐροὺς ἔτεισαν ἵνα τῆς πόλεως Σαραγέβου πολίτας ἀποκτείνειν δύναιντο· νῦν δέ, τριάκοντα ἐτῶν προελθόντων, ηὑρέθη αὕτη ἡ κακουργία, τὸ δὲ τῆς πόλεως Μιλάνου δικαστήριον νῦν τὸ πρᾶγμα ἐξετάζει. ὡς ἔοικεν, πολλάκις οὗτοι οἱ πλουσιώτατοι ἄνδρες ὑπὸ μὲν τοῦ Σέρβου στρατεύματος πρὸς τὰ ὄρη τὰ περὶ τῆς πόλεως Σαραγέβου ἐκομίζοντο, πρὸς δὲ τοὺς πολίτας ἐκεῖθεν πυροβολοῦντες ἥδοντο.
8 Νοεμβρίου 2025
Ἐν τετταράκοντα τῶν ἐν ταῖς ΗΑΠ ἀερολιμένων 100,000 ἐπιβάται πράγματα ἔπαθον χθὲς διὰ τὴν τῆς ἀρχῆς ἀπόκλῃσιν (ἤδη τριάκοντα καὶ ἑπτὰ ἡμέρας διαμένουσαν), ἐνακόσια μὲν γὰρ ἀεροσκάφη ἀπογειοῦσθαι οὐκ ἐδυνήθη, χίλια ἑπτακόσια δὲ ἀνεβλήθη. κατὰ δὲ τὰς πορειῶν ἑταιρείας τοῦ Δεκεμβρίου πλησιάζοντος ἡ ταραχὴ χείρων γενήσεται, ἐκείνῳ γὰρ τῷ μηνὶ πολλοὶ πολῖται πρὸς τὸ πορεύεσθαι τείνουσιν.
2 Νοεμβρίου 2025
Χθὲς τῆς ἑσπέρας ἐν τῇ Ἀγγλίᾳ δεινὴ συμφορὰ ἐγένετο ἐν σιδηροδρόμῳ ἀπὸ τῆς πόλεως Δογκάστερ πρὸς τὸ Λονδίνον πορευομένῳ. ἐξαίφνης μέν, ἐξ οὐδενὸς λόγου, δύο ἄνθρωποι μαχαίραις χρώμενοι τοῖς ἐπιβάταις ἐπέθοντο, οἱ δὲ εὐτυχῶς τοὺς φύλακας καλεῖν ἐδυνήθησαν, οἳ ὡς τάχιστα ἀφικόμενοι τοὺς δύο ἀνθρώπους κατέλαβον· ἔπειτα δὲ δέκα ἐπιβάται πρὸς τὸ νοσοκομεῖον ἠνέχθησαν, ὧν δύο ἔτι δεινωτάτην κατάστασιν πάσχοντες ἐκεῖ μένουσιν. κατὰ τὸν τῶν φυλάκων φερέφωνον, ἔτι καὶ νῦν οὐδεὶς οἶδε διὰ ὅ τι οὗτοι οἱ δύο ἄνθρωποι τοῖς ἄλλοις ἐπιβάταις προσέβαλον.
30 Ὀκτωβρίου 2025
Ὁ τεχνολογικὸς ἐν τῇ Σίνῃ ἀγὼν καθ' ἡμέραν θᾶττον τρέχει, αὕτη γὰρ ἡ χώρα βούλεται τὰ ἠλεκτρικὰ αὐτοκίνητα χρησιμότερα ἢ τὰ ἐσωτερικῇ καύσει χρώμενα γενέσθαι, ὃ δύο χαλεπὰ πράγματα παρέχει, ἀλλὰ ἡ Σίνη ταῦτα τὰ δύο πράγματα ἤδη διαλύσειν μέλλει.
πρῶτον μὲν ἔδει τὸν τοῦ γεμίζειν χρόνον μειοῦν, ἀλλὰ ἤδη ἔνια Σινικὰ αὐτοκίνητα δύναται ἀπὸ τοῦ 10% μεχρὶ τοῦ 80% δέκα λεπτοῖς γεμίζειν· ἔπειτα δὲ ἔδει τὴν τοῦ αὐτοκινήτου αὐτονομίαν αὐξάνειν, ἀλλὰ νεωστὶ ἡ Σινικὴ ἑταιρεία Chery πρωτότυπον ἔδειξε ὃ 1,300 χιλιομέτρων αὐτονομίαν ἔχει.
28 Ὀκτωβρίου 2025
Διπλοῦς κίνδυνος ἐν τῇ Καραιβικῇ καὶ ἐν τῇ Ἰνδίᾳ ἐπίκειται· ἡ μὲν Ἰνδία παρασκευάζεται ἵνα 30,000 πολίτας ἀπὸ τῆς ἀνατολικῆς παραλίας ἔνδον τῆς χώρας κομίζῃ, ὁ γὰρ τυφῶν Montha καλούμενος προσχωρεῖ (ὁ τυφῶν, νῦν ἐν τῇ θαλάττῃ ὤν, μέλλει τήμερον τῆς νυκτὸς εἰς τὴν ἤπειρον ἀφίξεσθαι)· ἐν δὲ τῇ Ἰαμαίκῃ ὅμοιόν τι γίγνεται, ἄλλος γὰρ τυφῶν, ᾧ τὸ ὄνομα Melissa ἐπέθεσαν, προσχωρεῖ καὶ μέλλει εἰς τὴν νῆσον ἀφίξεσθαι. ἴσως ἐν τῇ Ἰαμαίκῃ ἡ κατάστασις χείρων ἐστὶν ἢ ἐν τῇ Ἰνδίᾳ, ἐκεῖ γὰρ καίπερ τοῦ τυφῶνος οὐ παντελῶς εἰς τὴν νῆσον ἀφικομένου ἤδη τρεῖς ἄνθρωποι ἀπέθανον.
24 Ὀκτωβρίου 2025
Προσχωρεῖ ἡ ἡμέρα ᾗ δεῖ πάντας τοὺς τῆς Εὐρώπης πολίτας τὰ ὡρολόγια ἀναβάλλεσθαι, δὶς γὰρ κατ' ἐνιαυτὸν τοῦτο ποιοῦμεν ἵνα ταῖς τοῦ ἡλίου ἀκτίσι βέλτιον χρώμεθα, καὶ εἰ κατὰ τοὺς ἐμπείρους αὕτη ἡ χρονολογικὴ μεταβολὴ τῷ ὄντι οὐδὲν κέρδος προσφέρει· χθὲς δὲ ἐν τῇ τῆς Εὐρωπαικῆς Ἑνώσεως Βουλῇ πάντες ὡμολογήσαντο ὅτι δεῖ τούτῳ τῷ ἔθει τέλος θεῖναι, ἀλλὰ... αἱ χῶραι οὐχ ὁμολογοῦνται πότερον δεῖ τῇ θερινῇ ὥρᾳ ἢ τῇ χειμερινῇ χρῆσθαι.
19 Ὀκτωβρίου 2025
Τήμερον κλέπται τινὲς εἰς τὸ Λοῦβρε Μουσεῖον εἰσελθόντες ἐννέα κοσμήματα τῆς τοῦ Napoleon III συλλογῆς ἔκλεψαν. οἱ μὲν κλέπται προσποιούμενοι ἐργασταὶ εἶναι (νῦν ἐν τῷ Μουσαίῳ ἐπισκευὰς ποιοῦσιν) ἑπτὰ λεπτῶν τὰ κοσμήματα ἔκλεψαν. τοῦ κλέμματος γενομένου, ἐπειδὴ οἱ τοῦ Mουσείου ἐπιστάται ᾔσθοντο τὰ κοσμήματα ἀπόντα, ἐκέλευσαν πᾶν τὸ οἴκημα ἐκκενῶσαι ἵνα οἱ φύλακες ἀκριβῶς ἐξετάζειν δύνωνται.
τῇ 15ῃ τοῦ Σεπτεμβρίου κλέπται τινὲς εἰς τὸ τῆς Φυσικῆς Ἱστορίας Μουσαῖον εἰσῆλθον, οἱ δὲ φύλακες ὑποπτεύουσι τοὺς τήμερον εἰς τὸ Λοῦβρε εἰσελθόντας τοὺς αὐτοὺς εἶναι.
10 Ὀκτωβρίου 2025
Ἡ Βενεζουελάνη María Corina Machado ἐκτήσατο τήμερον τὸ Νόβελ τῆς Εἰρήνης Ἆθλον. κατὰ τοὺς συνέδρους οἳ διαγιγνώσκουσιν ὅστις ἄξιος τοῦ ἄθλου ἐστίν, οὐδεὶς ἐν τῇ Βενεζουέλῃ τοσοῦτο ὑπὲρ τῆς δημοκρατίας καὶ τῆς ἐλευθερίας πεποίηκεν ὅσον ἡ M. C. M. καὶ δὴ καὶ οἱ σύνεδροι μάλιστα μὲν τὴν τῆς Βενεζουέλης ἀρχὴν ἐμέμψαντο ὡς τοὺς τῆς χώρας πολίτας πιέζουσαν, ἀναμιμνήσκουσι δὲ πάντας ὅτι ἐξ οὗ ἡ Βενεζουέλα τοιαύτην δικτατωρείαν πάσχει οἷαν νῦν ὀκτὼ ἑκατομμύρια πολιτῶν τὴν χώραν ἑκόντες ἀπέλιπον.
24 Σεπτεμβρίου 2025
Ἡ θύελλα Ragasa καλουμένη, ᾗ ἐν τῷ Ταιβὰν τετταρακαίδεκα μὲν ἄνθρωποι ἀπέθανον, ἑκατὸν δὲ πεντήκοντα καὶ δύο ἠφανίσθησαν, ἀφίξεται τήμερον εἰς τὴν ἀνατολικὴν τῆς Σίνης παραλίαν, οὗ κεῖνται αἱ τῆς χώρας μεγαλοπόλεις, ἡ οὖν Σίνα παρασκευάζεται ἵνα τὴν βλαβὴν ὡς μάλιστα κωλύῃ.
10 Σεπτεμβρίου 2025
Ἐν τῷ Παρίσι ηὑρήκασι ζωγράφημα τοῦ ζωγράφου Rubens ὃ τῷ 1613ῳ ἔτει ἠφανίσθη. τὸ τοῦ ζωγραφήματος ὄνομά ἐστιν «Ὁ Χριστὸς ἐπὶ τῷ Σταυρῷ», τῇ δὲ 30ῃ τοῦ Νοεμβρίου ὑπὸ τῆς ἑταιρείας Osenat δημοσίᾳ ἀποκηρυχθήσεται.