• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
    • Νέοι λόγοι
  • ΤΑ ΝΕΑ
    • ὁ ἐν τῇ Γάζῃ πόλεμος
    • ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος
    • ἀθλητικὰ πράγματα
    • πολιτικὰ πράγματα >
      • Ἀφρική
      • Ἀσία
      • Εὐρώπη
      • Βορεία Ἀμερική
      • Νοτία Ἀμερική
    • οἰκονομικὰ πράγματα
    • κοινονικὰ πράγματα
  • Πρότερα νέα
    • News of former years
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Vergil's Aeneid rephrased in prose
    • The Little Prince in Ancient Greek
    • Sherlock Holmes in Classical Greek
    • Don Camillo in Classical Greek
    • The Importance of Being Earnest in Ancient Greek and Latin
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
7 Ἰανουαρίου 2026

Χθὲς ἡ Karoline Leavitt, φερέφωνος τῆς Λευκῆς Οἰκίας, εἶπεν ὅτι ὁ πρόεδρος D. Trump τῷ στρατεύματι χρῆσθαι οὐκ ἀπωθεῖ ἵνα τὴν νῆσον Γροιλανδίαν κτᾶται, ἔπειτα δὲ πολλῶν θορυβησάντων ὁ Marco Rubio εἶπεν ὅτι τοῦτο οὐ σημαίνει εἰς τὴν νῆσον εἰσβαλεῖν ἀλλὰ αὐτὴν πρίασθαι (κατὰ γὰρ τὸν D. Trump αἱ ΗΑΠ ταύτης τῆς νήσου δέονται τῆς ἀσφαλείας ἕνεκα). οἱ τῶν Ἐξωτερικῶν Ὑπουργοὶ οἱ τῆς Γροιλανδίας καὶ τῆς Δανίας τὸν M. R. ἀπῄτησαν συνελθεῖν ἵνα περὶ τοῦτο τὸ πρᾶγμα διαλέγωνται. 

28 Δεκεμβρίου 2025

Αὖθις ἀρχαιρεσίαι γίγνονται τήμερον ἐν τῷ Κοσόβῳ, πάντα δὲ τὰ ἀνθιστάμενα κόμματα πειρᾷ τὸν πρωθυπουργὸν Albin Kurti (τοῦ LVV κόμματος) ἐκ τῆς ἀρχῆς ἐκβαλεῖν, ἀλλὰ ταῦτα τὰ ἀνθιστάμενα κόμματα αὐτὰ οὐδαμῶς ὀμόνοιαν πρὸς ἄλληλα δείκνυσιν. ὁ μὲν A. K. καίπερ τῷ Φεβρουαρίῳ ἐν ταῖς ἀρχαιρεσίαις νικήσας καὶ πρωθυπουργὸς γενόμενος οὐχ ἱκανοὺς βουλευτὰς εἶχεν ἵνα τῆς χώρας μόνος ἄρχοι οὐδὲ ἐδυνήθη ἄλλο κόμμα εὑρεῖν ὅ τι συναρχεῖν βούλοιτο, τῆς δὲ χώρας ἐν τοιαύτῃ ἀκινήτῳ καταστάσει οὔσης ἡ πρόεδρος Vjosa Osmani τὴν βουλὴν διαλύσασα αὖθις ἀρχαιρεσίας ποιεῖσθαι ἐκέλευσεν. ἡ κεφαλαία δυσκολία ἐν τῷ βορείῳ τῆς χώρας μέρει κεῖται, ἐκεῖ γὰρ πολλοὶ πολῖται Σέρβιοι τὸ γένος ὄντες ἀεὶ προβληματικὰ πράγματα τῇ τῆς Πριστίνης ἀρχῇ παρέχουσιν.

13 Δεκεμβρίου 2025


Αὖθις δεῖ ἡμᾶς περὶ τὸ τῆς Εἰρήνης Νόβελ ἆθλον γράφειν, τήμερον γὰρ ὁ τῆς Λευκορωσίας πρόεδρος Alexander Lukashenko, ὃς πλείονα τριάκοντα ἔτη ἐν τῇ ἀρχῇ μένει, ἑκατὸν εἴκοσι καὶ τρεῖς πολιτικοὺς δεσμώτας ἠλευθέρωσεν, ὧν δύο εἰσὶν ὁ Ales Bialiatski καὶ ἡ Maria Kolesnikova· πῶς γὰρ οὔ, ἡ ἐλευθερία οὐδέποτε προῖκα ἀφικνεῖται, ἡ γὰρ τῶν ΗΑΠ ἀρχὴ χθὲς ἀκύρας ἐποίησεν οἰκονομικὰς ζημίας τινὰς ἃς πάλαι ποτὲ τῇ Λευκορωσίᾳ ἐπέθηκεν. ὁ Α. Β, ἐξήκοντα καὶ τρία ἔτη γεγονώς, καὶ ἡ Μ. Κ., τετταράκοντα καὶ τρία ἔτη γεγονυῖα, τῷ 2020ῳ ἔτει συνελήφθησαν ἅτε ἀνθιστάμενοι τῷ A. L. τὸ τῶν ἀρχαιρεσιῶν ἀποβὰν οὐ δεχομένῳ, ὁ δὲ Α. Β. τὸ τῆς Εἰρήνης Νόβελ ἆθλον τῷ 2022ῳ ἔτει ἐδέξατο ἤδη ἐν τῷ δεσμωτηρίῳ κείμενος.

30 Νοεμβρίου 2025

Τήμερον οἱ τῆς Ἑλβετίας πολῖται ἀπέωσαν τὴν στρατείαν μεταβαλεῖν ἣν νῦν δεῖ τοὺς νεανίας κατανύτειν· ἔνιοι μὲν βουλευταὶ προύθεσαν τὴν νῦν ἀναγκαίαν στρατείαν εἰς ἄλλα ἔργα τε καὶ τέλη μεταβαλεῖν οἷα τὴν τοῦ κλίματος ἔπαλξιν καὶ τὴν καταστρωφῶν διακώλυσιν, προύθεσαν δὲ τὴν νέαν στρατείαν καὶ τὰς γυναῖκας ἐξ ἀνάγκης περιλαβεῖν (νῦν γὰρ τὸ στρατεύεσθαι τοῖς νεανίαις μόνοις ἀναγκαῖόν ἐστιν), ὅμως δὲ τῷ 84% τῶν πολιτῶν δοκεῖ τὴν στρατείαν λιπεῖν οἷα νῦν τυγχάνει οὖσα.

22 Νοεμβρίου 2025

Χθὲς Βρετανικὸς πολίτης τις Nathan Gill καλούμενος κατεγνώσθη ἅτε τῆς Ῥωσίας ὑπερπονούμενος, δέκα δὲ ἔτη ἐν τῷ δεσμωτηρίῳ μενεῖ. οὗτος ὁ ἀνήρ, νῦν πεντεκαίδεκα ἔτη γεγονώς, ἑταῖρος ἦν τοῦ κόμματος UKIP, ἔπειτα δὲ βουλευτὴς τῆς Εὐρωπαικῆς Βουλῆς γενομένος χρήματα πολλάκις ἐδέξατο ἃ Ῥωσικὸς πολίτης τις Oleg Voloshy καλούμενος αὐτῷ παρεῖχεν ἵνα ἐν τῇ Εὐρωπαικῇ Βουλῇ ὑπὲρ τῆς Ῥωσίας δημηγοροίη καὶ ἄλλους βουλευτὰς πείθοι μὴ τῇ Οὐκραίνᾳ βοηθεῖν ὁπότε ἐν ταύτῃ τῇ Βουλῇ περὶ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου διαλέγοιντο καὶ ἵνα ἐν ταῖς ἐφημερίσιν ἀγγέλματα ἐκφέροι τὴν αὐτὴν γνώμην ἀποδεικνύοντα.

18 Νοεμβρίου 2025

Ἡ τοῦ Ἡνωμένου Βασιλείου ἀρχὴ προχωρεῖ νέους τρόπους  παρασκευάζουσα ἵνα τὸν ἀριθμὸν συντέμνῃ τῶν εἴς τε τὴν χώραν παρανόμως εἰσελθεῖν καὶ τῶν ἄδειαν κτᾶσθαι πειρώντων. ἡ τῶν Ἐσωτερικῶν Ὑπουργὸς Shabana Mahmood προύθηκε χθὲς νέα βουλεύματα ἃ πολλῷ χαλεπώτερον ποιήσει ἐξουσίαν κτᾶσθαι εἰς τὸ ἐν τῇ χώρᾳ μένειν, τοῦτο δὲ ἐν νῷ ἔχουσα, ἡ S. M. ὡς παραδείγματι ἐχρήσατο ᾧ ἤδη ἐν τῇ Δανίᾳ ἐποίησαν. ὅμως δὲ μεγίστη ἐν τῇ Βρετανικῇ βουλῇ ἀντιλογία κεῖται, πότερον δεῖ ἀποπέμπειν ἐκεῖσε ὅθεν ἀφίκοντο τοὺς ἄδειαν κτᾶσθαι βουλομένους ἐὰν ἡ ἐν ἐκείνῃ τῇ χώρᾳ κατάστασις, ἥτις ἂν χώρα ᾖ, μηδαμῶς ἀκίνδυνός ἐστιν.  

11 Νοεμβρίου 2025

Πάντες οἱ τοῦ Βελγίου νεανίαι οἱ νῦν ἤδη ἑπτακαίδεκα ἔτη γεγονότες ἐδέξαντο χθὲς ἐπιστολὴν ὑπὸ τοῦ τῆς Ἀμύνης Ὑπουργείου πεμφθεῖσαν ἣ ἐποτρύνει αὐτοὺς ἓν ἔτος ἑκόντας στρατεύεσθαι. καὶ εἰ ἐν ταύτῃ τῇ χώρᾳ ἡ στρατεία οὐ βιαία ἐστίν, ἡ ἀρχὴ πειρᾷ μὲν τοὺς νεανίας παρασκευάζειν ἵνα τῇ χώρᾳ ἀμύνωσιν ἐὰν ἀναγκαῖον γίγνηται, παρέχει δὲ δισχιλίους εὔρους ἐκείνοις οἵτινες ἂν τὴν ὑπόσχεσιν δέχωνται. περὶ δὲ ἄλλων χωρῶν, τῆς Ῥωσίας τῇ ἑσπερίᾳ Εὐρώπῃ ἐπὶ πλέον ἀπειλούσης ἡ μὲν τῆς Γαλλίας ἀρχὴ ἐν νῷ ἔχει ὁμοῖόν τι καταθεῖναι, ἐν δὲ τῇ Δανίᾳ νῦν ἡ στρατεία ἀναγκαία ἐστὶν οὐ μόνον τοῖς νεανίαις ἀλλὰ καὶ ταῖς κόραις.

7 Νοεμβρίου 2025


Ἡ Πολωνία βούλεται πάντας τοὺς πολίτας ἀσκεῖν ἵνα παρεσκευασμένοι ὦσιν ἐὰν ἡ Ῥωσία εἰς τὴν χώραν εἰσβάλλειν πειρᾷ, διὰ μὲν γὰρ τὴς ἱστορίας ἡ Ῥωσία δὶς εἰς τὴν Πολωνίαν εἰσέβαλεν, τῷ 1920ῳ καὶ τῷ 1939ῳ ἔτεσιν, νῦν δὲ τῆς Ῥωσίας τῇ Οὐκραίνᾳ ἐπιθεμένης ἡ Πολωνία φοβειται μὴ ὁ ἐφεξῆς τοῦ Ποῦτιν σκοπὸς γίγνηται. ἡ δὲ παρασκευὴ ῥοπὴν ἕξει οὐ μόνον τῶν πολιτῶν καὶ τοῦ στρατεύματος αὐτοῦ ἀλλὰ καὶ τῶν παίδων, ἐν γὰρ τοῖς διδασκαλείοις οἱ παῖδες μαθήσονται ὅ τι δεῖ ποιεῖν ἐὰν ἐπιβολὴ τῆς Ῥωσίας γίγνηται· ὅποι ἰέναι, ὅπως ἑαυτοὺς σκεπάζειν, κτλ. χθὲς δὲ ὁ τῆς Ἀμύνης Ὑπουργὸς Władysław Kosiniak-Kamysz τὸ πρόγραμμα ἔδειξεν.

12 Ὀκτωβρίου 2025

Χθὲς ὁ τῆς Γαλλίας πρόεδρος Emmanuel Macron αὖθις τὸν Sébastien Lecornu κατέστησε πρωθυπουργόν, νῦν δὲ δεήσει τοῦτον αὖθις πρωθυπουργὸν γενόμενον νέους τε ὑπουργοὺς ἑλέσθαι καὶ νέαν ἀρχὴν καταστῆσαι ἣν οἱ πολῖται ἤδη "Lecornu II" καλοῦσιν, οὗτος γὰρ τῷ Σεπτεμβρίῳ τὸ πρῶτον πρωθυπουργὸς καταστὰς τῇ προτέρᾳ ἑβδομάδι ἑκὼν ἐκ τῆς ἀρχῆς ἐξῆλθεν· οὔτε τῶν πρὸς τὴν ἀριστερὰν κλινόντων βουλευτῶν οὔτε τῶν πρὸς τὴν δεξιὰν ἐν νῷ ἐχόντων ἐπικουρεῖν αὐτῷ, κατὰ τὸ εἰκὸς αὕτη ἡ νέα ἀρχὴ οὐ διὰ πολλοῦ καταπεσεῖται. ἡ Γαλλία ἤδη τὸ δεύτερον ἔτος ἐν μεγάλῃ πολιτικῇ ἀπορίᾳ κεῖται, κατὰ δὲ τὸν πρόεδρον E. M. τὰ ἄλλα κόμματα ἀντὶ τοῦ τὴν χώραν σῴζειν πειρῶνται μόνον εἰς τὴν ἀρχὴν ἀφίκεσθαι.


8 Ὀκτωβρίου 2025

Ἡ τῆς Γερμανίας ἀρχὴ ἤγγειλε τήμερον ὅτι τοὺς νόμους μεταβαλεῖ ἵνα οἱ φύλακες καὶ τὸ στράτευμα δύνωνται τὰ δρόνα καταβαλεῖν ἅτινα ἂν τοῖς πολίταις ἐπικίνδυνα ᾖ. ὁ τῆς Γερμανίας ἄρχων Friedrich Merz εἶπε μὲν τήμερον ὅτι περὶ τοῦτο τὸ πρᾶγμα ἤδη τῷ τοῦ Ἰσραῆλ πρωθυπουργῷ καὶ τῷ τῆς Οὐκραίνας προέδρῳ διελέξατο, εἶπε δὲ ὅτι τὰ πλεῖστα τῶν δρόνων ὑπὸ τῆς Ῥωσίας πέμπεται βουλομένης τὴν τῆς Εὐρώπης ἀμυντηρίαν δύναμιν ἐξελέγχειν.

7 Ὀκτωβρίου 2025

Ὁ τῆς Γαλλίας πρωθυπουργὸς Sébastien Lecornu ἐκ τῆς ἀρχῆς ἑκὼν ἐξέστη χθές, τὴν οὖν βραχυτάτην ἀρχὴν τῆς ταύτης τῆς χώρας ἱστορίας ἔσχεν, μόνον τετταρακαίδεκα ὥρας μείνασαν, διότι καὶ εἰ ὁ S. L. τῇ 10ῃ Σεπτεμβρίου πρωθυπουργὸς κατέστη μόνον προχθές, πολλοὺς βουλευτὰς πείθειν πολλὰς ἡμέρας πειράσας ἵνα τῆς νέας ἀρχῆς μετέχοιεν, διέπραξε πάντας τοὺς νέους ὑπουργοὺς συντάττειν· ὅμως δὲ τῷ S. L., ἰδόντι τοὺς ἄλλους βουλευτὰς (καὶ πολλοὺς τοῦ ἑαυτοῦ κόμματος) οὐκ ἐπικουροῦντας, ἔδοξε ἤδη χθὲς ἐκ τῆς ἀρχῆς ἐξίστασθαι.

30 Σεπτεμβρίου 2025


Ἐν τῇ Μολδαβίᾳ, ἀρχαιρεσῖων προχθὲς γενομένων, τὸ φιλοευρωπαικὸν κόμμα ἐνίκησεν, οἱ γὰρ πλεῖστοι τῶν πολιτῶν φοβοῦνται μὴ ἡ Μολδαβίᾳ γένηται ἡ ἐπιγιγνομένη χώρα ᾗ ἡ Ῥωσία ἂν ἐπιτιθῆται, πρὸ γὰρ τῶν ἀρχαιρεσιῶν πολλὰ διελέγετο περὶ ὃ ἡ Ῥωσία ἐποίει ἵνα ἐπὶ τὸ ἀποβὰν ῥοπὴν ἔχῃ· χρήματα δοῦναι ἐκείνοις οἵτινες δύναιντο τοὺς πολίτας πείθειν ἵνα ὑπὲρ τοῦ φιλορωσικοῦ κόμματος ψηφίσαιντο, ταραχὴν παρασκευάζειν, κτλ.

26 Σεπτεμβρίου 2025

Τὸ Ἡνωμένον Βασίλειον ἤγγειλε χθὲς ὅτι ἀναγκαῖον ἔσται ἠλεκτρονικὴν ἐπιγραφὴν ἔχειν πᾶσι τοῖς τε πολίταις καὶ τοῖς ξένοις τοῖς ἐν τῷ Η. Β. οἰκοῦσιν οἵτινες ἂν νέου ἔργου ἄρχωνται, λέγουσι γὰρ οἱ ἄρχοντες ὅτι τούτῳ τῷ συστήματι ῥᾷον ἔσται τοὺς εἰς τὴν χώραν παρανόμως εἰσελθεῖν βουλομένους ἀποτρέπειν καὶ πείθειν ὥστε μὴ πεῖραν ποιεῖν.


22 Σεπτεμβρίου 2025

Ἐν τῷ Μιλάνῳ πολλοὶ μὲν διαδηλωταὶ εἰς τὸν τοῦ σιδηροδρόμου σταθμὸν εἰσελθόντες τοῖς φύλαξιν ἀντέστησαν, πολλὰ δὲ διδασκαλεῖα ἐδέησε κλεῖσθαι καὶ πολλαὶ ὁδοῖ ἀποπεφραγμέναι μένουσιν, οἱ γὰρ πολῖται διαδηλοῦσι βουλόμενοι τὴν ἑαυτῶν ἐναντίωσιν τῷ ἐν τῇ Γάζῃ πολέμῳ δεικνύναι. καὶ ἐν πολλαῖς ἄλλαις τῆς Ἰταλίας πόλεσι τὸ αὐτὸ ἐγένετο τήμερον, ἀλλὰ δι' αἰτίαν τινὰ ἔτι καὶ νῦν ἄδηλον ἐν τῷ Μιλάνῳ μᾶλλον ἢ ἐν ἄλλαις πόλεσιν ἡ δυσχέρεια εἰς ἀκράτειαν εἰσέπεσεν.

19 Σεπτεμβρίου 2025


Ὁ τῆς Οὐγγαρίας πρωθυπουργὸς Viktor Orban εἶπε τήμερον ὅτι ἐν νῷ ἔχει τὸ ἀντιφασιστικὸν κίνημα “τρομοκρατικὴν ἑταιρείαν“ προαγορεύειν, ἐμακάρισε δὲ τὸν τῶν ΗΑΠ πρόεδρον Trump ἅτε νεωστὶ τὸ αὐτὸ νόημα ἀγγείλαντα.

14 Σεπτεμβρίου 2025

Χθὲς ἐν τῷ Λονδίνῳ μυρίοι πολῖται εἰς τὸ τῆς πόλεως κέντρον συνῆλθον ἵνα περὶ τὴν πλειόνων ξένων ἄφιξιν σχετλιάζοιεν, ταραχῆς δὲ γενομένης πολλοὶ μὲν τῶν διαδηλωτῶν ὑπὸ τῶν φυλάκων συνελήφθησαν, πολλοὶ δὲ τῶν φυλάκων αὐτῶν ἐτρώθησαν.


9 Σεπτεμβρίου 2025

Τῶν βουλευτῶν ψηφισαμένων, ὁ τῆς Γαλλίας πρωθυπουργὸς François Bayrou ἐκ τῆς ἀρχῆς ἄκων ἐξέπεσε τήμερον, δεήσει δὲ νῦν τὸν πρόεδρον E. Macron νέον τινὰ πρωθυπουργόν, ἤδη τὸν πεμπτόν, καταστῆσαι.

9 Σεπτεμβρίου 2025

Ἥ τε Δανία καὶ ἄλλαι τέτταρες χῶραι (ἡ Γερμανία καὶ ἡ Γαλλία καὶ ἡ Σουηδία καὶ ἡ Νορβηγία) ἐν τῇ Γροιλανδίᾳ στρατιωτικῶν ἀσκήσεων ἤρξαντο τήμερον, τοῦ γὰρ τῶν ΗΑΠ προέδρου Τrump ἐν νῷ ἔχοντος ταύτης τῆς νήσου κρατεῖν ἡ Δανία βούλεται ἐπιδεικνύναι ὅτι δύναται ἀμύνειν ὅστις ἂν πειρᾷ τῇ νήσῳ ἐπιτίθεσθαι.

Powered by Create your own unique website with customizable templates.