7 Μαίου 2026
Τὸ τοῦ Διεθνοῦς Ἐμπορίου τῶν ΗΑΠ Δικαστήριον ἐκώλυσε τῇδε τῇ Πέμπτῃ ἡμέρᾳ κοινὸν τοῦ 10%τ έλος τοῖς πλείστοις τῶν εἰσαγομένων ἐμπορευμάτων ἐπιθεῖναι, κατὰ γὰρ τοὺς δικαστὰς ὁ πρόεδρος D. Trump οὐκ ὀρθῶς παλαιοτάτῳ τινὶ ἐμπορικῷ νόμῳ ἐπεκάλεσεν ἵνα τοιοῦτο τέλος ἐπιβάλοι. ἐπειδὴ ἄλλο σύστημα τοιούτων δασμῶν ὑπὸ τοῦ Ἀνωτάτου Δικαστηρίου κατηργήθη, ὁ D. Trump τὸ τέλος τοῦτο ἐν τῷ παρελθόντι μηνὶ Φεβρουαρίῳ ἐπέθηκεν. οὐ τὸ πρῶτον οἱ δικασταὶ τὸν πρόεδρον παύουσι ποιεῖν πειρῶντα ὅ τι ἂν βούληται.
2 Μαίου 2026
Μόνον ἓξ μῆνες μένουσι πρὶν τὰς τῶν ΗΑΠ μέσας ἀρχαιρεσίας γενέσθαι, ἐν αἷς μέρος τι τῆς βουλῆς ἀνανεοῦται, ἡ δὲ τοῦ D. Trump παρὰ τῷ δήμῳ εὔνοια σφόδρα καταρρεῖ. ὁ μὲν D. T. πάλιν εἰς τὴν Λευκὴν Οἰκίαν ἐπανῆλθε τὴν ὑπόσχεσιν ποιησάμενος τὴν τῶν τιμημάτων αὔξησιν κωλύσειν, τὰ δὲ τιμήματα ἔτι μᾶλλον αὐξάνεται, μάλιστα διὰ τὸν ἐν τῷ Ἰρᾶν πόλεμον ὑπὸ τῶν πλείστων πολιτῶν ἀπωθούμενον. κατὰ τὴν ὑστάτην ἐξέτασιν τῇ ἡμερίδι The Economist πεποιημένην, μόνον τὸ 37% τῶν ψηφοφόρων τὴν τοῦ προέδρου ἀρχὴν ἐπαινεῖ.
28 Ἀπριλίου 2026
Ὁ τῆς Ἀγγλίας βασιλεὺς Charles III χθὲς εἰς τὸ Οὐάσιγκτον ἀφίκετο ἵνα ἐπισκέψεως τεττάρων ἡμερῶν ἄρξηται ἐν ᾗ πειράσεται ἰσχυρότερον ποιῆσαι τὸν ταῖς ΗΑΠ σύνδεσμον νεωστὶ μετὰ τὴν τοῦ D. Trump εἰς τὴν Λευκὴν Οἰκίαν ἐπάνοδον κεκακωμένον, μάλιστα περὶ τὰ ἐμπορικὰ καὶ τὰ τῆς ἀμύνης· ὁ δὲ πρῶτος τῶν Βρεττανῶν ὑπουργὸς K. Starmer ἐλπίζει ταύτην τὴν ἐπίσκεψιν βοηθήσειν τῶν λοιδοριῶν ἐπιλαθέσθαι ἃς ὁ D. T. κατ’ τοῦ Ἡνωμένου Βασιλείου τοῖς τελευταίοις μησὶν ἐξήνεγκεν, διὰ γὰρ τὰς περὶ τοῦ ἐν τῷ Ἰρᾶν πολέμου διαφορὰς ὁ D. T. σφόδρα τῷ K. S. ἐπετίμησε διὰ τὸ μὴ ἐθέλειν τῶν κατὰ τῆς Ἰρανικῆς ἀρχῆς ἐπιθέσεων μετασχεῖν.
12 Ἀπριλίου 2026
Ἐπεὶ πρῶτον τῇ 28ῃ τοῦ Φεβρουαρίου τὴν στρατιωτικὴν ἐπίθεσιν ἐξαπέστειλεν, ὁ πρόεδρος D. Trump νίκην ἐκήρυξεν ἐν τῷ πρὸς τὸ Ἰράν πολέμῳ· ὅμως δὲ οὗτος ὁ πόλεμος οὐ μόνον τοὺς ξένους τῶν ΗΑΠ συμμάχους ἀπηλλοτρίωκεν ἀλλὰ καὶ ἐν ταῖς ΗΑΠ αὐταῖς ἀληθινὸν σεισμὸν ἐποίησεν. νῦν δὲ ἐκ νέου πολλαὶ φωναὶ οὐ μόνον τοῦ δημοκρατικοῦ κόμματος ἀλλὰ καὶ τοῦ ῥεπουβλικανοῦ ἀκούονται τὴν 25ην τῆς πολιτείας διόρθωσιν ἐφαρμοσθῆναι αἰτοῦσαι ὅπως ὁ D. T. ἀπὸ τῆς ἀρχῆς διὰ γεροντικὴν μανίαν ἀφαιρεθῇ, ἡ γὰρ ἀπειλὴ αὐτοῦ ὅτι “πᾶν τι ἔθνος ταύτῃ τῇ νυκτὶ ἀπολεῖται“ ἣν τῇ Τρίτῃ πρωῒ ἀπὸ τοῦ ἑαυτοῦ ἰδίου κοινωνικοῦ δικτύου ἔπεμψε τοὺς φόβους ἐξήγειρεν.
17 Μαρτίου 2026
Σεισμὸς τοῦ βαθμοῦ 6 ἐτίναξε χθὲς τὴν Κοῦβαν, ὃ ἔτι εἰς τὸ χεῖρον ταύτην τὴν χώραν ἤδη πολλὰ παθήματα πάσχουσαν κατέστησεν, ἡ οὖν Κοῦβα ἤδη τὸν τρίτον μῆνα εἰς ἐνεργητικὴν ἀπορίαν καθίσταται, τὸ μὲν γὰρ πετρέλαιον τὸ πρότερον ἀπὸ τῆς Βενεζουέλης ἀφικνούμενον οὐκέτι ἀφικνεῖται, πολλάκις δὲ τὰ δὲκα ἑκατομμύρια ἐνοικούντων ἐν τῷ σκότει πολλὰς ὥρας μένουσιν. ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump εἶπε μὲν ἤδη πολλάκις ὅτι βούλεται ταύτης τῆς νήσου κρατεῖν, εἴτε βίᾳ εἴτε διὰ τοῦ διαλόγου, λέγει δὲ ὅτι ἡ τῆς νήσου ἀρχὴ οὐ διὰ πολλοῦ ἐκπεσεῖται· νεωστι δὲ ὁ τῆς Κούβης πρόεδρος, ὁ Miguel Díaz-Canel, εἶπεν ὅτι οἱ τῆς νήσου ἄρχοντες ταῖς ΗΑΠ διαλέγονται ἵνα λύσιν τινὰ εὕρωσιν.
26 Φεβρουαρίου 2026
Χθὲς Κουβανοὶ φύλακες ἐπὶ Ἀμερικανὸν πλοῖον ἐγγὺς τῆς Κούβας πλέον ἐπυροβόλησαν, τῶν δὲ δέκα ναυτῶν τέτταρες μὲν ἀπέθανον, ἒξ δὲ ἐτρώθησαν. κατὰ δὲ τὸν τῆς Κούβας φερέφωνον, οἱ δέκα ἄνθρωποι οἳ ἐν τῷ πλοίῳ ἐνῆσαν Κουβανοὶ μὲν πολῖται εἰσὶν ἀλλὰ ἐν ταῖς ΗΑΠ οἰκοῦσιν, ἐβούλοντο δὲ εἰς τὴν νῆσον εἰσελθόντες λαθεῖν ἵνα τρομοκρατικὰ πράγματα παρασκευάζοιεν. τὸ τῶν ΗΑΠ πρὸς τὴν Κοῦβαν σχῆμα χεῖρον γεγένηται ἐξ οὗ ὁ D. Trump ἐκέλευσεν ἀποτίθεσθαι τὸν τῆς Βενεζουέλης πρόεδρον N. Maduro, νῦν γὰρ ὁ D. Trump ταύτην τὴν χῶραν κωλύει πετρέλαιον πρὸς τὴν Κοῦβαν πέμπειν, τοῦτο δὲ μάλιστα τὴν τῆς νήσου οἰκονομίαν βλάπτει.
10 Φεβρουαρίου 2026
Ἐξ οὗ αὖθις εἰς τὴν ἀρχὴν ἀφίκετο, ὁ τῶν ΗΑΠ πρόεδρος D. Trump τῷ Καναδὰς φιλονεικῶς διακεῖται, ἄλλως τε καὶ ταύτην τὴν χῶραν “τὴν 51ην τῶν ΗΑΠ ἐπαρχίαν“ καλεῖ ὡς ἂν εἰ μέρος τῶν ΗΑΠ εἴη, νῦν δὲ γέφυρά τις εἰς ταύτην τὴν ἅμιλλαν συμβάλλεται· τῷ 2018ῳ ἔτει αἱ δύο χῶραι γέφυραν παρασκευάζουσαι ἤρξαντο σύνδεσμον γενησομένην ταῖς ἐπαρχίαις Μίζιγαν (ΗΑΠ) καὶ Ὀντάριο (Καναδάς), οἱ δὲ ἀρχιτέκτονες ἐν νῷ ἔχουσι τούτῳ τῷ 2026ῳ ἔτει τὴν γέφυραν ἀνοῖξαι, ἀλλὰ νῦν ὁ D. T. τῷ Καναδὰς ἀπειλεῖ τὴν γέφυραν ἀποφράττειν, λέγει δὲ ὅτι “ἡ Σίνα τὸ Κανάδας ὠμὸν ἔδεται“ καὶ τοὺς τοῦ ἐπὶ πάγου χόκει ἀγῶνας ἀπερεῖ.
28 Ἰανουαρίου 2026
Ἐν τῇ Μιννεσότᾳ διαμένει ἡ ταραχὴ ἡ περὶ τῆς ICE (τῆς ἑταιρείας ἣ τοὺς τῶν ΗΑΠ ὅρους φυλάττει), ἔτι καὶ νῦν οἱ πολῖται ταύτῃ τῇ ἑταιρείᾳ ἀνθίστανται ἅτε νεωστὶ ἐξ οὐδενὸς λόγου ἄνθρωπον ἀποκτεινάσῃ), χθὲς δὲ ἡ κατάστασις χείρων ἐγένετο, ἀνήρ γάρ τις πρὸς τὴν βουλευτὴν Ilhan Omar, πρὸς τοὺς πολίτας δημηγοροῦσαν, ὑγρόν τι προσέβαλεν, ἀλλὰ οὐκ ἐδυνήθη αὐτὴν κωλύειν μὴ προσαγορεύειν, τῶν γὰρ φυλάκων ταχέως τὸν ἄνδρα συλλαβόντων ἡ Ι. Ο. τὴν δημηγορίαν ἀνέλαβεν.
ὁ πρόεδρος D. Trump πολλάκις ταύτῃ τῇ βουλευτῇ (τοῦ Δημοκρατικοῦ Κόμματος), ἣ ἐν τῇ Σομαλίᾳ γενομένη εἰς τὰς ΗΑΠ ἀφίκετο ἔτι παῖς οὖσα, μέμφεται, αὕτη γὰρ ἡ γυνὴ ὡς πλειστάκις τὴν τῆς ICE κατάλυσιν αἰτεῖ.
5 Νοεμβρίου 2025
Τοῦ Zohran Mamdani ἐν ταῖς χθὲς ἀρχαιρεσίαις νικήσαντος καὶ νέου τῆς Νέας Ἰόρκης δημάρχου γενομένου, ὁ τοῦ Ἰσραῆλ τῆς Διασπορᾶς Ὑπουργὸς Amichai Chikli εἶπε τήμερον ὅτι δεῖ τοὺς Ἰουδαίους οἳ ἐν τῇ Νέᾳ Ἰόρκῃ οἰκοῦσι ταύτην τὴν πόλιν καταλιποῦντας εἰς τὸ Ἰσραῆλ ἰέναι καὶ ἐκεῖ οἰκεῖν. κατὰ τὸν A. C., ὁ νέος δήμαρχος τὴν ἑταιρείαν Ἁμὰς εὖ φρονεῖ· ὅμως δὲ ἑταιρεῖαί τινας Ἰουδαίων τῆς Νέας Ἰόρκης πολιτῶν τῷ Z. M. εὐνοοῦσιν.
4 Νοεμβρίου 2025
Τήμερον οἱ τῆς Νέας Ἰόρκης πολῖται ἀρχαιρεσίας ποιοῦνται ἵνα τὸν νέον δήμαρχον ἕλωνται. ὁ μὲν κεφαλαῖος εἰς ἀρχὴν παραγγέλλων ἐστὶν ὁ Zohran Mamdani, τριάκοντα καὶ τέτταρα ἔτη γεγονώς, ὁ δὲ δεύτερος ἐστὶν ὁ Andrew Cuomo, ὃς τὸ μὲν πρώτερον ἔτυχεν ἑταῖρος τοῦ αὐτοῦ κόμματος ὢν ἢ ὁ Ζ. Μ., νῦν δὲ δίχα εἰς ἀρχὴν παραγγέλλει. ὁ Ζ. Μ. τῷ προέδρῳ Trump οὐκ ἀρέσκει, ὁ δὲ πρῶτον μὲν εἶπεν ὅτι ἡ τοῦ Ζ. Μ. νίκη εἴη ἂν ὁ τῆς πόλεως ὄλεθρος, ἡ ἀποκάλυψις, κτλ., ἔπειτα δὲ τῇ πόλει ἠπείλησε δημόσια χρήματα μὴ πέμψαι ἐὰν ὁ Ζ. Μ. νικᾷ, νῦν δὲ αὐτὸν μέμφεται ὅτι νεώτερός ἐστι ἢ ὥστε δήμαρχος γενέσθαι, ἀλλὰ αὕτη ἡ μέμψις ἔτι μᾶλλον τοὺς νεανίας ἐποτρύνει ἵνα τὸν Ζ. Μ. ἕλωνται.
23 Ὀκτωβρίου 2025
Ὁ πρόεδρος Trump ἐκέλευσε τήμερον καταβαλεῖν τὸ ἀριστερὸν τῆς Λευκῆς Οἰκίας μέρος (ὃ ὁ μὲν Theodore Roosevelt τῷ 1902ῳ ἔτει οἰκοδομεῖν ἐκέλευσεν, ὁ δὲ Franklin D. Roosevelt τῷ 1942ῳ ἔτει ἐπὶ τὸ βέλτιον ἐπανώρθωσεν) ἵνα ὀρχηστικὸν μέλαθρον ἐκεῖ οἰκοδομῶσιν· τούτου δὲ τοῦ βουλεύματος ἤδη πάλαι μνείαν ἐποιήσατο ὁ Trump, ἀλλὰ εἰς τὸ νῦν τὸ νόημα ἀγένητον ἔμενεν· ὡς ἐπὶ τὸ πολὺ οἱ τῶν ΗΑΠ πρόεδροι οὔποτε τὴν Λευκὴν Οἰκίαν μεταλλάττουσιν, σύμβολον γὰρ πάσης τῆς χώρας τυγχάνει ὄν, διὰ δὲ τοῦτο αὕτη ἡ μεταλλαγὴ αἰτία γίγνεται πολλῶν σχετλιασμῶν.
5 Ὀκτωβρίου 2025
Ὁ πρόεδρος Trump ἐκέλευσε χθὲς τριακοσίους στρατιώτας τῆς οὕτω καλουμένης “ Ἐθνοφρουρᾶς“ πρὸς τὴν πόλιν Σικάγο πεμφθῆναι· ἔπειτα δὲ ὁ πρόεδρος ἐβούλετο στρατιώτας καὶ πρὸς τὴν πόλιν Πόρτλανδ πέμπειν, ἀλλὰ δικαστής τις τοῦτο εἰς τὸ παραυτίκα ἐκώλυσεν. πᾶσαι αἱ πόλεις εἰς ἃς ὁ Trump αὖθις πρόεδρος γενόμενος τὴν Ἐθνοφρουρὰν πέπομφεν ὑπὸ τοῦ Δημοκρατικοῦ Κόμματος ἄρχονται.
26 Σεπτεμβρίου 2025
Ὁ τῶν ΗΑΠ πρόεδρος Trump ἐδέξατο χθὲς τὸν τῆς Τουρκίας πρόεδρον Erdogan, ἡ δὲ σύνοδος οὐ τερπνοτάτη ἐγένετο, ὁ γὰρ Trump τοῦ Erdogan κατηγόρησεν ὅτι οὐ δημοκρατικῷ τρόπῳ ἐν τῇ ἀρχῇ μένει, εἴτε τὸ τῶν ἀρχαιρεσιῶν ἀποβὰν ἀεὶ μεταβάλλων εἴτε τοὺς ἀνθισταμένους συλλαβών, εἶπε δὲ ὅτι “οὐδεὶς πλείονα οἶδε περὶ κατεσκευασμένων ἀρχαιρεσιῶν ἢ οὗτος.“
21 Σεπτεμβρίου 2025
ὁ τῶν ΗΑΠ πρόεδρος Donald Trump βούλεται τὴν ἀεροπορικὴν βάσιν Bagram ἐν τῷ Ἀφγανιστὰν κειμένην ἀναλαβεῖν, ἀπείλησε δὲ ταύτην τὴν χώραν τιμωρίᾳ τινὶ (οὐκ εἶπεν ᾗτινι) ἐὰν ταύτην τὴν βάσιν μὴ ἀποδῷ, ἔγραψε δὲ “ἐὰν τὸ Ἀφγανιστὰν μὴ ἀποδῷ τὴν ἀεροπορικὴν βάσιν τοῖς αὐτὴν οἰκοδομήσασι κακὰ πράγματα (οὐκ ἔγραψεν ἅτινα) γενήσεται.“ αὕτη ἡ βάσις στρατηγικὴν ῥοπὴν ἔχει, ἐγγὺς γὰρ τῆς Σίνης κεῖται.
17 Σεπτεμβρίου 2025
Ὁ τῆς ἐπαρχίας Utah διώκων ἀπαιτεῖ τὴν κατάγνωσιν τοῦ θανάτου προσθεῖναι τῷ Tyler Robinson, τῷ νεανίᾳ ὃς νεωστὶ τὸν Charlie Kirk ἀπέκτεινεν· κατὰ δὲ τὸ τῶν φυλάκων φερέφωνον, ὁ T. R. ἐν τῇ τοῦ φόνου ἐπισκέψει οὐδὲν συλλαμβάνει.
12 Σεπτεμβρίου 2025
Οἱ τῶν ΗΑΠ φύλακες οὔπω ηὗρον τὸν ἄνδρα ὃς προχθὲς τὸν Charlie Kirk ἀπέκτεινεν ἐν δημοτικῇ ὁμιλίᾳ ἀγορεύοντα, τὸ δὲ FBI φωτογραφίας τινὰς διανεῖμαν ἐν αἷς ὁ φονεὺς καὶ εἰ οὐ σαφῶς ἐπιφαίνεται αἰτεῖ τοὺς πολίτας ὠφελεῖν ἵνα εὑρίσκωσιν αὐτόν.