16 Δεκεμβρίου 2025
Εἰ τὸ βούλευμα τὸ περὶ τῶν τῆς Ῥωσίας ἐν τῇ Εὐρώπῃ χρημάτων ἐκ τῆς ἀρχῆς ἀσθενὲς ἐγένετο, νῦν ὀλίγου δεῖν ἤδη ἀπέθανεν. ἡ τῆς Εὐρωπαικῆς Ἑνώσεως φερέφωνος Kaja Kallas εἶπεν τήμερον ὅτι ἀδύνατόν ἐστι πάσας τὰς χώρας περὶ τούτου ὁμολογεῖν, ἡ μὲν γὰρ Βελγία (οὗ τὰ πλεῖστα τῶν Ῥωσικῶν χρημάτων κεῖται) φοβεῖται μὴ ἡ Ῥωσία τιμωρίαν λαμβάνῃ, ἡ δὲ τῆς Ἰταλίας πρωθυπουργὸς Giorgia Meloni τοῦ βουλεύματος μετέχειν οὐ βούλεται, κτλ. ἤδη πολὺν χρόνον πολλοὶ ἔλεγον ὅτι τοῦτο τὸ βούλευμα περὶ τὸ τοῖς ἐν τῇ Εὐρώπῃ κειμένοις Ῥωσικοῖς χρήμασι χρῆσθαι ἵνα τῇ Οὐκραίνᾳ βοηθήσαιεν ἤδη τεθνηκὸς ἐκ τῆς ἀρχῆς γένοιτο.
3 Δεκεμβρίου 2025
Ἡ Εὐρωπαικὴ Ἕνωσις χρῆσθαι προτίθησι τοῖς χρήμασι ἃ ἡ Ῥωσία ἐν τῇ Εὐρώπῃ ἔχει ἵνα τῇ Οὐκραίνᾳ βοηθῇ, ἀλλὰ ἡ Βελγία τοῦτο ποιεῖν ἀπωθεῖ. τὸ κεφαλαῖον πρᾶγμα τόδε ἐστίν, ὅτι τὰ πλεῖστα τούτων τῶν χρημάτων ἐν τῇ Βελγίᾳ κεῖται, κατὰ δὲ τὸν τῶν Ἐξωτερικῶν ὑπουργὸν Maxime Prévot τοῦτο ποιεῖν ἐπικινδυνώτατον εἴη ἄν, ἐὰν γὰρ πᾶν τὸ πρᾶγμα κακῶς πράττῃ ἡ Βελγία τὸ χείριστον τοῦ ἀποβάντος μέρος οἴσεται. καὶ δὴ καὶ οὐ μόνον ἡ Βελγία ἀλλὰ καὶ ἡ Εὐρωπαικὴ Κεντρικὴ Τράπεζα πρὸς τοῦτο διχοστατεῖ, λέγει γὰρ ὅτι τοῦτο πράττοι ἂν ὅπως διὰ τῶν διεθνῶν ἀγορῶν μεγάλη ταραχὴ γενήσοιτο.
2 Δεκεμβρίου 2025
Ὁ τῆς Ῥωσίας πρόεδρος Vladimir Putin δέξεται τήμερον τῆς ἑσπέρας τὸν Steve Witkoff, ὑπὸ τοῦ Donald Trump πεμφθέντα ὡς περὶ τοῦ ἐν τῇ Οὐκραίνᾳ πολέμου διαλεξόμενον. τὸ πρῶτον εἰς τὸ εἰρήνην ποιεῖσθαι πρόγραμμα ὃ ὁ D. T. παρέσχεν ὑπὸ τῆς τε Οὐκραίνας καὶ τῆς Εὐρωπαικῆς Ἑνώσεως ἀπεώσθη ἅτε τὸ αὐτὸ ὂν καὶ ἡ τῆς Οὐκραίνας παράδοσις, ὁ δὲ S. W. εἰς τὴν Ῥωσίαν ἀφικνεῖται τήμερον νέον πρόγραμμα ἔχων. ὅμως δὲ ἤδη πρὸ τῆς ὁμιλίας λέγεται μὲν ὅτι ὁ V. P. οὐδὲν ἄλλο δέξεται ἢ τὸ πρῶτον πρόγραμμα, οὐδεὶς δὲ ἐλπίζει τὸν πόλεμον οὐ διὰ πολλοῦ τελευτήσειν.
23 Νοεμβρίου 2025
Τήμερον ἐν τῇ Ἑλβετίᾳ συνέρχονται οἱ τῆς τε Οὐκραίνας καὶ τῆς Εὐρωπαικῆς Ἑνώσεως καὶ τῶν ΗΑΠ φερέφωνοι ἵνα περὶ τὸ πρόγραμμα ὃ ὁ πρόεδρος Trump νεωστὶ προὔθηκε διαλέγωνται, λέγεται δὲ ἤδη ὅτι τοῦτο τὸ πρόγραμμα τῷ Marco Rubio οὐκ ἀρέσκει, οὗτος γὰρ νομίζει τὸ πρόγραμμα ἄγαν σύμφορον τῇ Ῥωσίᾳ εἶναι. καὶ ἡ τοῦ Ε. Ε. πρόεδρος Ursula von der Leyen ἐντόνως τούτου τοῦ προγράμματος κατηγόρησεν, λέγει γὰρ ὅτι οὐκ ἔξεστι τοὺς ὅρους βίᾳ μεταβαλεῖν, λέγει καὶ ὅτι τὸ τῆς Οὐκραίνας στράτευμα μειῶσαι εἴη ἂν ἐξουσίαν τῷ Putin δοῦναι εἰς τὸ αὖθις ταύτῃ τῇ χώρα ἐπιθέσθαι.
20 Νοεμβρίου 2025
Ἐπέφανη χθὲς τὸ ἄγγελμα ὅτι ὁ Trump καὶ ὁ Putin λάθρα σύμβασιν περὶ τῆς Οὐκραίνας παρασκευάζουσι καθ' ἣν δεήσει τὴν Οὐκραίναν μέρος τε τῆς ἑαυτῆς χώρας τῇ Ῥωσίᾳ παραδοῦναι καὶ τὸ ἑαυτῆς στράτευμα εἰς τὸ ἥμισυ συστέλλειν, ὃ τὸ αὐτό ἐστι καὶ ἡ τῆς Οὐκραίνας παράδοσιν. ἡ δὲ Εὐρωπαικὴ Ἕνωσις, ταῦτα ἀκούσας, ταχέως ἀπεκρίνατο ὅτι οὐδαμῶς μὲν δυνατόν ἐστιν σύμβασίν τινα ὁμολογῆσαι τῆς Οὐκραίνας ἀπούσης, τοιαύτην δὲ σύμβασιν δέχεσθαι τὸ αὐτὸ εἴη ἂν καὶ αὖθις οὐ διὰ πολλοῦ πόλεμον παθεῖν, ἡ γὰρ Ῥωσία ταχέως πειράσειεν ἂν τὸ λοιπὸν τῆς Οὐκραίνας ἑλεῖν.
9 Νοεμβρίου 2025
Πάντες ἠκούσαμεν χθὲς τοῦ τῆς Οὐγγαρίας φερεφώνου ἀγγέλλοντος ὅτι ὁ τῶν ΗΑΠ πρόεδρος Trump, ὃς νεωστὶ ἀπῄλησε ταῖς χώραις αἵτινες ἂν Ῥωσικὸν πετρέλαιον ὠνῶνται, ἐξουσίαν δέδωκεν ἵνα αὕτη ἡ χώρα δύνηται τοιοῦτο πετρέλαιον ὠνεῖσθαι ὁπόσον ἂν βούληται, κατὰ γὰρ τὸν Trump τῇ Οὐγγαρίᾳ, ἅτε λιμένας οὐκ ἐχούσῃ, χαλεπώτατόν ἐστιν ἐνέργειαν κτᾶσθαι, εἴτε πετρέλαιον εἴτε ἀέριον. ὅμως δὲ ἡ διαφορὰ ἐν τῷδε κεῖται· κατὰ μὲν τὴν Οὐγγαρίαν αὕτη ἡ ἐξουσία διατελής ἐστιν, κατὰ δὲ τὰς ΗΑΠ ἡ ἐξουσία μόνον ἐτησία ἐστίν.
18 Ὀκτωβρίου 2025
Χθὲς ὁ τῶν ΗΑΠ πρόεδρος Trump καὶ ὁ τῆς Οὐκραίνας Zelenski ἐν τῇ Λευκῇ Οἰκίᾳ συνῆλθον. ὁ κεφαλαῖος τοῦ Zelenski σκοπὸς ἦν πύραυλα Tomahawk κτᾶσθαι, οἷς γὰρ χρωμένη ἡ Οὐκραίνα δύναιτο ἂν πρὸς μὲν τὰ τῆς Ῥωσίας ἐντὸς προσβαλεῖν, τὸν δὲ Putin ἀναγκάζειν τῷ πολέμῳ τέλος θεῖναι· ὅμως δὲ ὁ Trump εἶπεν ὅτι ἐν τῷ παρόντι οὐ βούλεται τοιαῦτα πύραυλα τῇ Οὐκραίνᾳ παραδοῦναι· κατὰ μὲν τὸν Trump ὁ τῆς Ῥωσίας πρόεδρος τῆς εἰρήνης ἐπιθυμεῖ (θαυμασίως διὰ ὅ τι ἐκείνως τῇ Οὐκραίνᾳ ἐπιτίθεται οὐκ εἶπεν), κατὰ δὲ τὸν Zelenski ὁπόταν ὁ Putin “εἰρήνην“ λέγει τῷ ὄντι “τὴν ὅλην τῆς Οὐκραίνας παράδοσιν“ ἐν νῷ ἔχει.
28 Σεπτεμβρίου 2025
Χθὲς τῆς νυκτὸς ἐγένετο μεγίστη τε καὶ δεινοτάτη ἐπίθεσις πρὸς τὴν Οὐκραίναν, ἡ γὰρ Ῥωσία 600 δρόνας καὶ 40 πύραυλα ἀνῆκεν. καὶ εἰ ἡ Οὐκραίνα ἐδυνήθη τὰ πλεῖστα αὐτῶν διαλαβεῖν, ἔνια εἰς τὴν Κίεβ κατέπεσεν, πάντα εἰς κατοικήμενα μέρη τῆς πόλεως, τέτταρες δὲ πολῖται αὐτοῖς ἀπέθανον· τούτων δὲ τῶν τεττάρων δρόνων ἓν εἰς καρδιολογικὸν νοσοκομεῖον κατέπεσεν.
24 Σεπτεμβρίου 2025
Ὁ τῶν ΗΑΠ πρόεδρος Trump, τὴν ἑαυτοῦ προτεραίαν γνώμην μεταβαλών, λέγει νῦν ὅτι ἡ Οὐκραίνα οἷά τ' ἐστι τὴν νίκην κτᾶσθαι καὶ τὰ τῆς χώρας μέρη ἅτινα ἂν νῦν ἡ Ῥωσία κατέχῃ ἀναλαβεῖν, λέγει δὲ ὅτι εἰ ἡ Ῥωσία ἀληθῶς πολεμικὴν δύναμιν ἔχοι τὴν νίκην μιᾶς ἑβδομάδος ἐκτήσατο ἄν, ἐκάλεσε δὲ τὴν Ῥωσίαν “χαρτινὴν τίγριν,“ ὃ ἴσως τῷ Κλεμλίνῳ οὐ μάλιστα ἤρεσεν. αὕτη ἡ τῆς γνώμης μεταβολὴ πάντας ἀπροσδοκήτους κατέλαβεν, ὁ γὰρ Trump εἰς τὸ νῦν φίλος τῷ Putin ὢν ἐπεφαίνετο καὶ τὴν Οὐκραίναν ἐπώτρυνε μέρος τῆς χώρας τῇ Ῥωσίᾳ μεταδοῦναι.
16 Σεπτεμβρίου 2025
Δρόν τινος ἐν τῇ τῆς Πολωνίας προτευούσῃ Βαρσοβίᾳ καταβληθέντος, δύο Λευκορώσοι πολῖται συνελήφθησαν ἐν τῇ πόλει αὐτῇ χθές. ὁ τῆς χώρας πρωθυπουργὸς Donald Tusk, ὃς τοῦτο ἐν τῷ λογείῳ “Χ“ τοῖς πολίταις ἀνεκοίνωσεν, οὐκ εἶπεν πότερον οὗτοι οἱ δύο Λευκορώσοι αὐτοὶ τὸ δρὸν ἀνεῖεν ἢ τὰ δύο πράγματα κεχωρισμένα εἴη.
10 Σεπτεμβρίου 2025
Χθὲς ἔνια πύραυλα ὑπὸ τοῦ Ῥωσικοῦ στρατεύματος ἀνεθέντα εἰς τὴν Πολωνίαν κατέπεσεν. καὶ εἰ οὐδεὶς αὐτοῖς ἀπέθανεν, τοῦτο μεγάλης ταραχῆς αἰτία γεγένηται, ἡ γὰρ Πολωνία χώρα ἐστὶ τοῦ ΒΑΣΩ (τοῦ Βορείου Ἀτλαντικοῦ Συμφώνου Ὀργανισμοῦ), κατὰ δὲ τὸν τῆς χώρας πρόεδρος Donald Tusk ἡ Πολωνία οὐδέποτε τοσοῦτο ἐγγὺς τοῦ πολέμου κατέστη ἐξ οὗ ὁ Δεύτερος Παγκόσμιος Πόλεμος ἐτελεύτησεν.
9 Σεπτεμβρίου 2025
Εἴκοσι καὶ τέτταρες πολῖται ἀπέθανον τήμερον ὑπὸ τοῦ Ῥωσικοῦ στρατεύματος ἐν μικρᾷ κώμῃ τινὶ ἔνδον τῆς ἐπαρχίας Donetsk κειμένῃ· οὗτοι δὲ οἱ πολῖται ἐν τῷ τῆς κώμης κέντρῳ ἑστηκότες ἔμενον ἵνα τὴν ἔμμενον χρηματιστικὴν σύνταξιν δέχοιντο.