16 Ὀκτωβρίου 2025
Ἴσως ὁ βίος ὁ τῆς ἐν τῇ Γάζῃ εἰρήνης βραχύτερος τῆς γνώμης γενήσεται, κατὰ γὰρ τὸ σύνθημα ἔδει τὴν Ἁμὰς πάντας τοὺς ἔτι ζῶντας ὁμήρους καὶ πάντα τὰ τῶν ἀποθανόντων ὁμήρων σώματα τριῶν ἡμερῶν παραδοῦναι, ἀλλὰ τῶν τριῶν ἡμερῶν ἤδη παρελθούσων ἔτι ἔνια τῶν ὁμήρων σώματα ὑπὸ τῶν ἐρειπίων μένει· τὸ οὖν Ἰσραῆλ ἤδη τῇ Ἁμὰς ἀπειλεῖ αὖθις τὰς ἐπιβολὰς ἐπαναλαβεῖν ἐὰν πάντα τὰ σώματα τὰ τῶν ὁμήρων μὴ παραδῶσιν, ἴσως εἴκοσιν, κατὰ δὲ τὴν Ἁμὰς διὰ τὴν τῆς πόλεως διαφθορὰν οὐκ ἔξεστι τὰ ἐπίλοιπα σώματα εὑρεῖν, πολλὰ γὰρ τῶν οἰκημάτων ἐν οἷς οἱ ὅμηροι ἦσαν κατεβλήθησαν.
14 Ὀκτωβρίου 2025
Οὔπω εἴκοσι καὶ τέτταρες ὥραι ἐξεληλύθασιν ἐξ οὗ τό τε Ἰσραῆλ καὶ ἡ Ἁμὰς τὴν συναλλαγὴν ὑπέγραψαν, τήμερον δὲ πέντε Παλαιστῖνοι ἀπέθανον ἐν τῇ Γάζῃ ὑπὸ τοῦ Ἰσραηλίνου στρατεύματος· κατὰ δὲ τὸν τοῦ Ἰσραῆλ φερέφωνον, οὗτοι οἱ πέντε ἄνθρωποι διὰ τοῦ ὅρου ὑπερβάντες ὃν τὸ Ἰσραῆλ τῇ Ἁμὰς συνωμολόγησεν ὡς ἀπειλὴ ἐπεφάνησαν.
10 Ὀκτωβρίου 2025
Μετὰ δύο ἔτη δεινοῦ πολέμου, τὸ στράτευμα τὸ τοῦ Ἰρσαῆλ καὶ ἡ ἑταιρεία Ἁμὰς ἐδέξαντο χθὲς τὸ εἰς τὴν εἰρήνην πρόγραμμα ὑπὸ τοῦ Trump προτεθέν, τήμερον δὲ τὸ τοῦ Ἰσραῆλ στράτευμα ἄρχεται τῆς ἐκ τῆς Γάζης ἀναχωρήσεως· ὅμως δὲ οὐδεὶς οἶδεν ὁπόσον χρόνον ἡ εἰρήνη μενεῖ, τὸ γὰρ δυσχερὲς πρᾶγμα περὶ τῆς Ἁμὰς περιίσταται· ἀφανισθήσεται αὕτη ἡ ἑταιρεία ἢ οὔ; περὶ τούτου τοῦ πράγματος ὁ Netanyahu καὶ οἱ Παλαιστῖνοι οὐχ ὁμολογοῦσιν.
4 Ὀκτωβρίου 2025
Ἡ ἑταιρεία Ἁμὰς εἶπε χθὲς ὅτι ἐθέλει τὸ βούλευμα δέχεσθαι τὸ ὑπὸ τοῦ Trump προτεθέν, καὶ εἰ οὐ παντελῶς, βούλεται γὰρ μεταβολάς τινας προθεῖναι· ὅμως δὲ ἡ Ἁμὰς τὸ κεφαλαῖον τοῦ βουλεύματος πρᾶγμα δέχεται, τοὺς ὁμήρους οὕστινας ἂν ἔτι καὶ νῦν κατέχει λῦσαι. τέως δὲ τὸ Ἰσραῆλ τὴν ἐπιβολὴν οὐ παύει καίπερ τοῦ Trump τὴν ἀνάπαυλαν αἰτοῦντος, ἀλλὰ τὴν τὴσφοδρότητα μειοῖ.
2 Ὀκτωβρίου 2025
Τὸ τοῦ Ἰσραῆλ ναυτικὸν πάσας τὰς ναῦς κατέλαβεν αἳ εἰς τὴν Γάζην ὠφέλειαν εἰσφέρειν πειρῶσαι ἐκεῖσε ἔπλεον. αὗται αἱ νῆες ἀπὸ τῆς Ἱσπανίας καὶ τῆς Ἰταλίας τῷ Σεπτεμβρίῳ ἀφωρμήσαντο, νῦν δὲ πάντες οἱ ναῦταί τε καὶ ἐπιβάται εἰς τὸν τῆς πόλεως Ashdod λιμένα κομισθέντες ἐκεῖ μένουσιν ἕως ἂν τὸ Ἰσραῆλ ἀναστῇ αὐτούς.
27 Σεπτεμβρίου 2025
Ἐν τῇ ἐκκλησίᾳ τῇ τοῦ Ἡνωμένων Ἐθνῶν Ὀργανισμοῦ ἣ τούτων τῶν ἡμερῶν ἐν τῇ Νέᾳ Ἰόρκῃ γίγνεται ἀήθης θέα ἐγένετο χθές, τοῦ γὰρ Netanyahu δημηγορήσειν μέλλοντος οἱ πολλῶν χωρῶν πρεσβευταὶ τὸ ἀκροατήριον κατέλιπον, βουλόμενοι τὴν ἐναντίωσιν δεικνύναι περὶ τὰ ἐν τῇ Γάζῃ γιγνόμενα.
21 Σεπτεμβρίου 2025
Ὁ Βρετανὸς πρωθυπουργὸς Keir Starmer ἀγγελεῖ τήμερον τῆς ἑσπέρας ὅτι τὸ Ἡνωμένον Βασίλειον τὴν Παλαιστίνην ὡς αὐτονόμην χώραν προσδέξεται, ἤδη γὰρ τῇ 29ῃ τοῦ Ἰουλίου ὁ K. S. ἤγγειλε ταύτην τὴν πρόσδεξιν γενήσεσθαι εἰ τὸ Ἰσραῆλ τὴν τῇ Γάζῃ ἐπίθεσιν μὴ παύοι, καὶ δὴ καὶ ταύτῃ τῇ ἑβδομάδι ἐξεταστικὴ τῶν Ἡνωμένων Ἐθνῶν ἐπιτροπὴ διέγνω ὅτι τὸ Ἰσραῆλ γενοκτονίας πρὸς τοὺς Παλαιστίνους αἴτιον ἐστίν.
17 Σεπτεμβρίου 2025
Τὸ Ἰσραῆλ ἀνέῳξε τήμερον δευτέραν ὁδὸν ἵνα οἱ τῆς Γάζης πολῖται τὴν πόλιν καταλείπωσιν. 400,000 Παλαιστῖνοι ἤδη ἐκ τῆς πόλεως ἀποπεφεύγασιν· περὶ δὲ τοῦ αὐτοῦ πολέμου, ἡ Ἱσπανία λέγει ὅτι τῆς ἑορτῆς Eurovision τῷ Μαίῳ ἐν τῇ Αὐστρίᾳ γενησομένης οὐ μεθέξει ἐὰν τὸ Ἰσραῆλ μετέχῃ (ἤδη ἀλλαι τέτταρες χῶραι τὸ αὐτὸ ἀπῄλησαν).
16 Σεπτεμβρίου 2025
Ἐν τῷ Ἰσραῆλ οὐ πάντες περὶ τῆς ἐν τῇ Δόχᾳ ἐπιθέσεως ὁμολογοῦσιν, κατὰ γὰρ τὴν ἐφημερίδα Haaretz ὁ τοῦ Mossad ἄρχων David Barnea τῇ μὲν ἐπιθέσει ἀντέστη, εἶπε δὲ ὅτι ἡ ἐπίθεσις τὴν περὶ τῆς εἰρήνης πραγματείαν διαφθεροίη.
9 Σεπτεμβρίου 2025
Ὁ ἐν τῇ Γάζῃ πόλεμος ἤδη εἰς ἄλλας χώρας σκεδάννυται, τὸ γὰρ τοῦ Ἰσραῆλ στράτευμα τήμερον οἰκήματι ἐν τῇ τῆς Qatar πρωτευούσῃ Doha κειμένῳ ἐπέθετο. ὁ τοῦ Ἰσραῆλ φερέφωνος λέγει ὅτι ὁ σκοπὸς ἦν τοῖς τοῦ Hamas ἄρχουσιν οἳ ἔτυχον ἐκεῖ ὄντες ἐπιτίθεσθαι.