• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
    • Νέοι λόγοι
  • ΤΑ ΝΕΑ
    • ὁ ἐν τῇ Γάζῃ πόλεμος
    • ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος
    • ἀθλητικὰ πράγματα
    • πολιτικὰ πράγματα >
      • Ἀφρική
      • Ἀσία
      • Εὐρώπη
      • Βορεία Ἀμερική
      • Νοτία Ἀμερική
    • οἰκονομικὰ πράγματα
    • κοινονικὰ πράγματα
  • Πρότερα νέα
    • News of former years
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Vergil's Aeneid rephrased in prose
    • The Little Prince in Ancient Greek
    • Sherlock Holmes in Classical Greek
    • Don Camillo in Classical Greek
    • The Importance of Being Earnest in Ancient Greek and Latin
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
14 Ἰανουαρίου 2026

Τοῦ ἐν τῷ Ἰρᾶν διαδικτύου κατακλεισθήντος, οὐ δυνάμεθα ἀκριβῶς εἰδέναι ὅ τι ἐκεῖ νῦν γίγνεται, ἀδύνατον δέ ἐστι γνῶναι ὁπόσοι ἄνθρωποι ὑπὸ τῶν φυλάκων ἀπέθανον, οἱ μὲν γὰρ λέγουσιν ὅτι χίλιοι, οἱ δὲ ὅτι μυριάς. καὶ δὴ καὶ οἱ διαδηλοῦντες πρὸς ἀλλήλους ἅμιλλαν ἔχουσιν· καὶ εἰ παρὰ πάντων ὁμολογεῖται ὅτι ἀναγκαῖόν ἐστι τοὺς ἰσλαμιστὰς ἐκ τῆς ἀρχῆς ἐκπεσεῖν, οὐ πάντες ὁμολογοῦσιν ὅστις τούτου γενομένου ἄξιός ἐστι τῆς χώρας ἄρχειν, οἱ μὲν γὰρ βούλονται τὸν Reza Pahlevi, τὸν τοῦ τελευταίου Σιὰ υἱόν, νέον ἄρχοντα ἑλέσθαι, οἱ δέ, οὐκ ἐθέλοντες αὖθις μοναρχίαν ἐν τῇ χώρᾳ ἰδεῖν, παντελῶς τούτῳ τῷ βουλεύματι ἀνθίστανται. ἐπὶ δὲ τούτῳ οὐδεὶς οἶδε πότερον ἡ βοηθεία ἣν ὁ D. Trump πέμψαι ὑπέσχετο ἀφίξεται ἢ οὔ.


9 Ἰανουαρίου 2026


Διαμένουσιν αἱ ἐν τῷ Ἰρᾶν ἐνστάσεις, ἤδη τρισκαίδεκα ἡμέρας, ἡ δὲ τῶν ἀγιατολῶν ἀρχὴ πειρᾷ τοὺς διαδηλοῦντας βίᾳ κατέχειν, καὶ δὴ καὶ χθὲς τῆς νυκτὸς ἔδοξε τῇ ἀρχῇ τὸ διαδικτύον κατακλεῖσαι ἵνα οἱ πολῖται μὴ δύνωνται οὐ μόνον νέας ἐνστάσεις συντάττειν ἀλλὰ καὶ τὰ γιγνόμενα τοῖς ξένοις δημοσιογράφοις ἀνακοινοῦν· ὅμως δὲ ἴσμεν ὅτι ἤδη τετταράκοντα καὶ πέντε ἄνθρωποι ἀπέθανον καὶ δισχιλίοι καθείρχθησαν. κατὰ μὲν τὸν Ali Jamenei, οἱ διαδηλοῦντες μόνον βούλονται τοῖς ΗΑΠ χαρίζεσθαι, κατὰ δὲ τοὺς διαδηλοῦντας αὐτοὺς δεῖ τοὺς ἄρχοντας τῇ τῶν τιμημάτων αὐξήσει τέλος θεῖναι καὶ μείζονα πολιτικὴν ἐλευθερίαν δέχεσθαι.

5 Δεκεμβρίου 2025

Ὁ τῆς Ῥωσίας πρόεδρος Vladimir Putin ἀφίκετο χθὲς εἰς τὴν Ἰνδίαν, ὁ δὲ πρόεδρος Narendra Modi ἐν τῷ ἀερολιμένι αὐτῷ δεξάμενος αὐτὸν πρὸς τὰ ἑαυτοῦ βασίλεια ἐκόμισεν ἵνα ὡς ἄριστα ξενίζοι. πῶς γὰρ οὔ, ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος ἐν τῷ ταύτης τῆς ὁμιλίας μέσῳ ἔκειτο, ἡ μὲν γὰρ Ἰνδία Ῥωσικὸν πετρέλαιον ὠνεῖται, ὁ δὲ Donald Trump τοῦτο κωλύειν πειρώμενος ἀπειλεῖ ἐκείνοις οἵτινες ἂν Ῥωσικὸν πετρέλαιον ὠνῶνται· ὅμως δέ, καὶ εἰ ὁ D. T. βαρεῖς φόρους τῇ Ἰνδίᾳ ἐπέθηκεν, τοῦτο ὁ N. M. οὐδενὸς ποιεῖται, δείκνυσι δὲ ὅτι ποιήσει ὅ τι ἂν βούληται.

25 Νοεμβρίου 2025

Ὁ τῶν ΗΑΠ πρόεδρος Trump καὶ ὁ τῆς Σίνης Xi Jinping χθὲς τηλεφωνικῶς διελέχθησαν ἵνα τὰς συνθήκας διαφυλάττωσιν ἃς τῷ Ὀκτωβρίῳ ἐν τῇ Νοτίᾳ Κορέᾳ συνέγραψαν, ἀποβὰν δὲ ἔσχεν ὁ διάλογος, ὁ μὲν γὰρ Xi Jinping τὸν Trump παρεκάλεσεν ὡς τῷ ἐπιγιγνωμένῳ Ἀπριλίῳ εἰς τὸ Πεκίνο πορευσόμενον, ὁ δὲ Trump τὸν Xi Jinping ἐν ταῖς ΗΑΠ ξενίζειν ἐπιθυμεῖν. κατὰ δὲ τὸν Trump, ὁ διάλογος ἄριστος ἐγένετο, ὃ πολλοῖς θαυμαστόν ἐστιν, ὁ γὰρ Trump πολλοὺς μῆνας περὶ τῆς Σίνης διελέγετο ὡς ἂν αὕτη ἡ χώρα μέγιστος πολέμιος τῶν ΗΑΠ εἴη. ἴσως προσβολήν τινα ὀψόμεθα τῶν ΗΑΠ πρὸς τὴν Σίναν, ἀλλὰ ἐν ταύτῃ τῇ ἀσθενεῖ φιλίᾳ οὐδένα λανθάνει τὸ περὶ τοῦ Ταιβὰν πρᾶγμα μεγίστη δυσχέρεια ὄν.

16 Νοεμβρίου 2025

Διαμένει ἡ μεταξὺ τῆς Σίνης καὶ τῆς Ἰαπωνίας διάτασις, τήμερον γὰρ Κινεζικαὶ νῆες παρέπλευσαν ἐγγὺς τῶν νήσων ἃς ἡ Ἰαπωνία καλεῖ "Σεγκάκου," ἡ δὲ Σίνα "Διαοιοῦ"· αὗται αἱ νῆσοι ἐγγὺς τῆς νήσου Ταιβὰν κεῖνται, ἡ δὲ Σίνα αὐτὰς ἀπαιτεῖ, καὶ εἰ τῷ 1972ῳ ἔτει αἱ ΗΑΠ τῇ Ἰαπωνίᾳ αὐτὰς παρέδωκεν. πρὸς δὲ τούτῳ πολλαὶ Κινεζικαὶ ἑταιρεῖαι ἤρξαντο χθὲς τὸ ἀργύριον ἀποδοῦναι πᾶσιν οἳ πρὸς τὴν Ἰαπωνίαν πορευθησόμενοι ἤδη σύμβολα ἐπρίαντο (τῷ 2024ῳ ἔτει ἑπτὰ ἑκατομμύρια Κινεζικῶν πολιτῶν εἰς τὴν Ἰαπωνίαν ἐπῆλθον).


15 Νοεμβρίου 2025

Ἡ τῆς Σίνης ἀρχὴ παραινεῖ τοῖς ἑαυτῆς πολίταις μὴ πρὸς τὴν Ἰαπωνίαν πορεύεσθαι· καὶ εἰ ἀεὶ μικρὰ ἅμιλλα ἔκειτο τῇ τε Σίνῃ καὶ τῇ Ἰαπωνίᾳ περὶ τὸ τοῦ Ταιβὰν πρᾶγμα, αἱ δύο χῶραι φιλικῶς ἀλλήλαις διέκειντο, ἀλλὰ νεωστὶ ἡ νέα τῆς Ἰαπωνίας πρωθυπουργὸς εἶπεν ὅτι ἐὰν ἡ Σίνα τῷ Ταιβὰν ἐπιθῆται ἡ Ἰαπωνία στρατιώτας πέμψει ἵνα τῇ νήσῳ ἀμύνῃ. τοιοῦτο ἄγγελμα πράττει νῦν ὅπως ἡ τῆς Σίνης ἀρχὴ ἀντιλέγῃ, κατὰ μὲν γὰρ τὴν Σίναν τὸ Ταιβὰν μέρος τῆς Σίνης ἐστίν, κατὰ δὲ τὴν Ἰαπωνίαν δεῖ τὸ Ταιβὰν αὐτόνομον μένειν. ἡ Σίνα οὐ μόνον πρὸς τὴν Ἰαπωνίαν ἅμιλλαν ἔχει περὶ τοῦτο τὸ πρᾶγμα, ἀλλὰ καὶ πρὸς τὰς ΗΑΠ. ἡ τοῦ πρόβλημα γένεσις ἐν τῷ ἐμφυλίῳ πολέμῳ κεῖται ὃς τῷ 1949ῳ ἔτει ἐτελεύτησεν, τότε γὰρ οἱ περὶ τοῦ Chiang Kai-shek, ἡττηθέντες, εἰς ταύτην τὴν νῆσον ἀπέφυγον. 

21 Ὀκτωβρίου 2025

Ἡ Sanae Takaichi, ἑξήκοντα καὶ τέτταρα ἔτη γεγονυῖα, ἐγένετο τήμερον νέα πρωθυπουργὸς τῆς Ἰαπωνίας. ἐν τῇ Ἰαπωνίᾳ ἤδη πολλὰ ἔτη ἡ οἰκονομική τε καὶ πολιτικὴ κατάστασις ἀστάθμητος μένει, τὸ δὲ βέλτιστον τεκμήριον τόδε ἐστίν· πέντε πρωθυπουργοὶ πέντε ἐτῶν. περὶ δὲ τῆς S. T. αὐτῆς, λέγεται ὅτι πρὸς μὲν τὴν δεξιὰν κλίνεται, τοὺς δὲ ξένους τοὺς ἐν τῇ Ἰαπωνίᾳ οἰκοῦντας οὐ φιλεῖ (ἐν τῇ Ἰαπωνίᾳ οἱ ξένοι μόνον τὸ 3% μέρος τῶν ἐνοικούντων εἰσίν), τῇ δὲ Σίνᾳ οὐ φιλικῶς διακεῖται, τὴν δὲ πρὸς τὸ στράτευμα δαπάνην αὐξάνεσθαι βούλεται.

30 Σεπτεμβρίου 2025


Προχθὲς ἀπέθανεν ἐν τῇ Σίνῃ ἡ Xiong Shulan, ἐνενήκοντα καὶ τέτταρα ἔτη γεγονυῖα, ἣ τῇ ἐν τῇ Nanjing σφαγῇ ἐπεβίωσεν, νῦν οὖν μόνον εἴκοσι καὶ πέντε ἄνθρωποι μένουσιν οἳ τῷ 1037ῳ ἔτει ἐκείνην τὴν σφαγὴν εἶδόν τε καὶ ἔπαθον, ὅτε τὸ Ἰαπωνικὸν στράτευμα ἐν ἐκείνῃ τῇ πόλει ἓξ ἑβδομάδων 300,000 πολίτας οὐδὲν δέον ἀπέκτεινεν. καὶ εἰ ἔπειτα ἔνιοι τῶν Ἰαπωικῶν ἀρχόντων θάνατον κατεγνώσθησαν, τοῦτο τὸ πρᾶγμα ἔτι καὶ νῦν αἰτία ἁμίλλης ἐστὶ τῇ Σίνῃ πρὸς τὴν Ἰαπωνίαν, αὕτη γὰρ ἡ χώρα οὐδέποτε συγγνώμην ὑπὲρ τούτου ᾔτηται.

19 Σεπτεμβρίου 2025

Οἱ Ταλιβάνοι ἀπαγορεύουσιν ἐν ταῖς τοῦ Ἀφγανιστὰν πανεπιστημίοις τὰς βίβλους γυναιξὶ γεγραμμένας καὶ τὰ τῶν ἀνθρωπίνων δικαιωμάτων μαθήματα. οὗτος ὁ νόμος κῦρος ἔσχε προχθές.


9 Σεπτεμβρίου 2025

Ἐν τῷ Νεπὰλ οἱ πολῖται, νεανῖαι οἱ πλεῖστοι αὐτῶν, ἐπὶ τῇ πολιτικῆς ἐλευθερίας ἐνδείᾳ σχετλιάζοντες, τῇ τῆς χώρας Βουλῇ πῦρ ἐνέβαλον, καίπερ τοῦ πρωθυπουργοῦ Sharma Oli ἑκόντος τῆς ἀρχῆς ἀποστάντος. ἐξ οὗ ἡ ταραχὴ ἤρξατο, ἤδη εἴκοσι καὶ πέντε πολῖται ἀπέθανον.
Powered by Create your own unique website with customizable templates.