1 Νοεμβρίου 2025
Χθὲς ἔτι ἐξῆν ταραχὴν ἰδεῖν ἐν τῇ Τανζανίᾳ τῶν ἀρχαιρεσιῶν ἕνεκα αἳ ταύτῃ τῇ ἑβδομάδι ἐγένοντο. ἡ μὲν τῆς χώρας πρόεδρος, Samia Suluhu Hassan, αὐτὴ ἤγγειλεν ὅτι νικήσειε τὸ 98% τῶν ψήφων κτήσασα (πῶς γὰρ οὔ;), κατὰ δὲ τὸ ἀνθιστάμενον κόμμα ἡ πρόεδρος ἡττήθη. τοῦ οὖν ἀποβάντος ἀγγελθέντος, ἤρξαντο μὲν αἱ τῶν ἀνθισταμένων διαδηλώσεις, ἄλλοθί τε καὶ ἐν τῇ πρωτευούσῃ Dar es Salam, μέχρι δὲ τοῦ νῦν ἑκατὸν πεντήκοντα ἄνθρωποι ὑπὸ τῶν φυλακῶν ἀπέθανον τοὺς διαδηλώτας καταστρεφομένων.
2 Ὀκτωβρίου 2025
Διαμένει ἡ ταραχὴ ἐν τῷ Μαρόκῳ, ἤδη γὰρ τὴν πεμπτὴν ἡμέραν οἱ νεανῖαι τοῖς ἄρχουσιν ἀνθίστανται αἰτοῦντες τοῦ πολιτικοῦ συστήματι μεταβολάς τε καὶ δημοκρατίαν καὶ ἐπιδόσεις. χθὲς τῆς νυκτὸς δύο ἄνθρωποι ὐπὸ τῶν φυλάκων ἀπέθανον ἅτε πειρῶντες οἴκημά τι τῆς ἀρχῆς βίᾳ ἑλεῖν, πολλοὶ δὲ ἄλλοι κατελήφθησαν. ἡ ἑταιρεία "Gen Z 212" καλουμένη εἰσκαλεῖ τήμερον τοὺς πολίτας ἵνα εἰρηνικῶς τὰ δικαιώματα διαδηλῶσιν.