• Home
  • General information
    • Why a new web site?
    • Website purpose
    • Greek fonts display
    • Νέοι λόγοι
  • ΤΑ ΝΕΑ
    • ὁ ἐν τῇ Γάζῃ πόλεμος
    • ὁ ἐν τῇ Οὐκραίνᾳ πόλεμος
    • Μέση Ἀνατολή
    • ἀθλητικὰ πράγματα
    • πολιτικὰ πράγματα >
      • Ἀφρική
      • Ἀσία
      • Εὐρώπη
      • Βορεία Ἀμερική
      • Νοτία Ἀμερική
    • οἰκονομικὰ πράγματα
    • κοινονικὰ πράγματα
  • Πρότερα νέα
    • News of former years
  • Περὶ τῶν ἐμῶν βίβλων
    • Classical Greek: A New Grammar
    • Latin: A New Grammar
    • Vergil's Aeneid rephrased in prose
    • The Little Prince in Ancient Greek
    • Sherlock Holmes in Classical Greek
    • Don Camillo in Classical Greek
    • The Importance of Being Earnest in Ancient Greek and Latin
    • Diccionario Español-Griego
    • Guide to available material for teaching Greek and Latin
  • Περὶ ἐμαυτοῦ
    • Περὶ ἐμαυτοῦ
AKROPOLIS WORLD NEWS - Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
1 Ἰουνίου 2026

Καὶ εἰ πάντες προσεδόκων μετὰ τὸν τελευταῖον τοῦ περὶ τὴν Εὐρωπαίου ποδοσφαιρικοῦ πρωτείου ἀγῶνα ταραχὴν ἔσεσθαι, ἀεὶ γὰρ οὕτως γίνεται, προχθὲς μέντοι αἱ ταραχαὶ χαλεπώτεραι ἐγένοντο ἢ ἐν τοῖς πρόσθεν, ἡ δὲ τῶν Παρισίων πόλις, ἄλλοθί τε καὶ ὁ τόπος Ἠλύσια Πεδία καλούμενος, εἰς πολεμικὴν χώραν μετεβλήθη ἐν ᾗ πολλοὶ θορυβοποιοί, τῇ τῆς νίκης ἑορταζομένης προφάσει χρώμενοι, πᾶσαν τὴν ὕβριν καὶ δυνατὴν φθορὰν εἰργάζοντο. τὸ δὲ τέλος τοιοῦτο ἐγένετο· ἑπτακόσιοι καὶ ὀγδοήκοντα πολῖται ὑπὸ τῶν φυλάκων συνελήφθησαν, τριακόσιοι δὲ καὶ ἑπτὰ ἄλλοι καὶ πεντήκοντα φύλακες ἐτρώθησαν, εἷς δὲ νεανίας κατὰ συμφορὰν ἀπέθανεν. οἱ ἄρχοντες ὀκτακισχιλίους φύλακας ἐξέπεμψαν ἵνα τὴν ταραχὴν κωλύοιεν, ἀλλ᾽ τοῦτο οὐχ ἱκανὸν ἐγένετο, τὸ δὲ δεινὸν τόδε ἐστίν, ὅτι τὸ πρᾶγμα κατ' ἐνιαυτὸν μᾶλλον αὔξεται.

26 Ἀπριλίου 2026

Ἡ ποθεινοτάτη πρᾶξις ἐν τῇ τῶν ἀθλητικῶν ἀγώνων ἱστορίᾳ ἐγένετο ἀληθὴς ἐν τῷ Λονδίνῳ τήμερον, ὁ γὰρ τῆς Κενύας Sebastian Sawe  (ἕν καὶ τριάκοντα ἔτη γεγονὼς) πρῶτος τῶν ἀνθρώπων ἐγένετο ὃς τὸν περιβόητον ὅρον τοῖν δυοῖν ὁροῖν ἐν Μαραθωνίῳ δρόμῳ ἔρρηξεν. οὗτος ὁ δρομεὺς τὸ τέρμα διῆλθεν ἔμπροσθεν τοῦ Βάκιγγχαμ βασιλείου ὥρᾳ μιᾷ καὶ πεντήκοντα καὶ ἐννέα λεπτοῖς καὶ τριάκοντα δευτερολεπτοῖς χρησάμενος. ὁ S. S. ἔδραμε δυοῖν λεπτοῖν καὶ πεντήκοντα μικρολεπτοῖς καθ' χιλιόμετρον χρώμενος, ὅπερ σημαίνει συνεχῆ δρόμον εἴκοσι καὶ ἓν χιλιόμετρα καθ' ὥραν τὸ τάχος διὰ πλείονα τετταράκοντα καὶ δυοῖν χιλιομέτρων.

Ὁ δὲ χρόνος ὃν ὁ S. S. τήμερον ἔθηκεν καὶ θάττων ἐστὶν ἢ ὃν ἔθηκεν ὁ Eliud Kipchoge, ὅτε ἐν ἐπιδείξει ἐν τῇ πόλει Βιέννῃ τῷ 2019ῳ ἔτει γενομένῃ, ἄνευ δημοσίας κυρώσεως, δυοῖν λεπτοῖν καὶ τετταράκοντα μικρολεπτοῖς ἔχρήσατο.


Powered by Create your own unique website with customizable templates.