Welcome to AKWN
the site of world news in Ancient Greek
After 10 years of existence, AKWN was migrated in August 2012 to this new site in order to allow Greek texts to be uploaded as real texts instead of as images. Please go to "General information" to read more about this new stage of AKWN. Please feel free to tell me your opinion about font size, etc.
Juan Coderch (University of St Andrews)
NOTE: I have published a new book, Vergil's Aeneid rephrased in prose. Vergil's own words, with vocabulary help. I you want to download a free
PDF, please go to my other website:
http://coderch-greek-latin-grammar.weebly.com

Ἡνωμένον Βασίλειον
17 Ἀπριλίου 2024
Τὸ τοῦ καπνίζειν πρόβλημα οὐδαμῶς νέον τι ἐστίν, πάντες γὰρ ἴσμεν ταύτην τὴν πρᾶξιν, τῇ ὑγιείᾳ κακίστην οὖσαν, ἐν πάσαις ταῖς χώραις μεγάλην δαπάνην τῷ κοινῷ θησαυρῷ ἐπιτιθεῖσαν, οἱ δὲ ἄρχοντες τοὺς πολίτας, ἄλλους τε καὶ τοὺς νεανίας, πείθειν πειρῶσι μὴ καπνίζειν· χθὲς οὖν ἡ τοῦ Ἡνωμένου Βασιλείου βουλὴ νέον νόμον ἐψηφίσατο καθ' ὃν μὴ καπνίζειν τοῖς νεανίαις τοῖς πρὸ τοῦ 2009ου ἔτους γενομένοις ἀπαγορευθήσεται, οὐδὲ μόνον ἡ πρᾶξις αὐτὴ ἀλλὰ καὶ τὰ εἰς τὸ καπνίζειν ἀναγκαῖα μὴ πρίασθαι.
383 μὲν βουλευταὶ τῷ νέῳ νόμῳ ἐψηφίσαντο, 67 δὲ κατ' αὐτοῦ, οἱ πλεῖστοι τούτων τῶν 67 ἑταῖροι ὄντες τοῦ πρωθυπουργοῦ ὃς τὸν νόμον προὔθηκεν.

Ἐγγὺς Ἀνατολή
15 Ἀπριλίου 2024
Προχθὲς ἐγένετο ὃ πάντες ἐφοβοῦντο μὴ γένοιτο· τὸ Ἰρᾶν τῷ Ἰσραῆλ ἐπέθετο, οὐ μὴν τὸ στράτευμα κατὰ γῆν πέμπον ἀλλὰ δρόνοις (περὶ τριακοσίοις) χρώμενον καὶ πύραυλα ἀνιέν· ὅμως δὲ κατὰ τὸν τοῦ Ἰσραῆλ ἐν τῷ τῶν Ἡνωμένων Ἐθνῶν Ὀργανισμῷ πρεσβευτὴν οἱ πλεῖστοι τούτων τῶν δρόνων διεφθάρησαν ἔτι πετόμενοι.
χθὲς δέ, τοῦ τῶν ΗΕΟ τῆς Ἀσφαλείας Συμβουλίου ὡς τάχιστα κληθέντος, ὅ τε τοῦ Ἰσραῆλ πρεσβευτὴς καὶ ὁ τοῦ Ἰρᾶν πρεσβευτὴς ἀλλήλους ᾐτιάσαντο τήν τε κατάστασιν ἐπὶ τὸ χεῖρον τρέπειν καὶ τῇ εἰρήνῃ ἐμπόδισμα εἶναι, ἑκατέρα δὲ χώρα τὸ Συμβούλιον ἐπώτρυνε τὴν ἑτέραν ζημιοῦν.

13 Ἀπριλίου 2024
Ἡ ἐπικίνδυνος κατάστασις ἡ περὶ τοῦ Ἰσραῆλ σκεδάννυται, νῦν δὲ τῇ τῶν ΗΑΠ ἀρχῇ, Φοβουμένῃ μὴ τὸ Ἰρᾶν τῷ Ἰσραῆλ ἐπιτιθῆται, στρατιώτας εἰς τὴν Μεσόγειον Θάλατταν καὶ τὴν Ἐγγὺς Ἀνατολὴν πέμπειν δοκεῖ, ὁ γὰρ Ἰρᾶν ἐν νῷ ἔχει τὴν προσβολὴν τιμωρεῖν τὴν τῇ ἐν τῷ Δαμάσκῳ πρεσβείᾳ· ταύτῃ μὲν τῇ προσβολῇ ἑπτὰ τῶν Φρουρῶν τῆς Ἰσλαμικῆς Ἐπαναστάσεως ἑταῖροι ἀπέθανον, ὁ δὲ τοῦ Ἰρᾶν πρωθυπυργὸς Ἀλὶ Χαμενεὶ ὑπέσχετο αὐτοὺς τιμωρήσειν.
χθὲς ὁ τῶν ΗΑΠ πρόεδρος Βαῖδεν εἶπεν ὅτι, καὶ εἰ αὐτὸς τὸ Ἰρᾶν ἡσυχίαν ἔχειν αἰτεῖ, ἡ προσβολὴ γενήσεσθαι μέλλει, πολλαὶ οὖν χῶραι τοῖς ἑαυτῶν πολίταις παραινοῦσι τὸ Ἰρᾶν ὡς τάχιστα ἀπολιπεῖν καὶ μηδαμῶς εἰς τὸ Ἰσραῆλ πορεύεσθαι.

Ἑλλάς
10 Ἀπριλίου 2024
Τήμερον ἦρκται τὸ ΧΙ Οἰκονομικὸν τῶν Δελφῶν Φόρουμ, οὗ τέτταρας ἡμέρας οἰκονομισταί τε καὶ πολιτικοὶ ἀπὸ πάντος τοῦ κόσμου ἀφικόμενοι περὶ τὴν τοῦ κόσμου κατάστασιν καὶ τὰ πρακτέα διαλεχθήσονται· τήμερον δὲ ἐν τῇ τοῦ Φόρουμ ἀρχῇ ἡ τῆς Ἑλλάδος πρόεδρος καὶ ἡ τῆς Σλοβενίας πρόεδρος καὶ ἡ τοῦ Μαυροβουνίου πρόεδρος καὶ ὁ τῆς Οὐκραίνας πρόεδρος Ζελένσκι (οὗτος δὴ διὰ τοῦ διαδικτύου, παρεῖναι γὰρ οὐ δυνατὸν ἦν αὐτῷ) λόγους τοῖς παροῦσιν ἐποιήσαντο.
ὅμως δὲ οὐ μόνον περὶ τῆς πολιτικῆς καὶ τῆς οἰκονομικῆς καταστάσεως διαλεχθήσονται οἱ ῥήτορες ἀλλά, τοῦ Φόρουμ ἐν τοῖς Δέλφοις γιγνομένου, καὶ περὶ τῆς ἀρχαίας Ἑλληνικῆς γλώττης, τοῦτο δὲ τῇ Παρασκευῇ γενήσεται, τῇ 12ῃ ἡμέρᾳ, περὶ τῆς πεμπτῆς ἑσπερίας ὥρας· ὅστις οὖν ἂν βούληται θεᾶσθαι δύναται τούτῳ τῷ συνδέσμῳ χρῆσθαι.

Σλοβακία
7 Ἀπριλίου 2024
Ἀρχαιρεσιῶν γενομένων, ὁ Πέτρος Πελλεγρίνι, ἑταῖρος τοῦ πρωθυπουργοῦ Ροβέρτου Φίκο, γενέσηται ὁ νέος τῆς Σλοβακίας πρόεδρος, ὃ κεφαλαῖόν ἐστι πᾶσι τοῖς περὶ τοῦ τῆς Οὐκραίνας πολέμου διαλεγομένοις. ἐπειδὴ ὁ πόλεμος ἤρξατο, ἡ Σλοβακία, ὅρου 97 χιλιόμετρα τὸ μῆκος μετὰ τῆς Οὐκραίνας μετέχουσα, ταύτῃ τῇ χώρᾳ ἐπεκούρειτο, ἀλλὰ τοῦ Ῥοβέρτου Φίκο πρωθυπουργοῦ γενομένου ἡ Σλοβακία τὴν μὲν Οὐκραίναν κατέλιπεν, τῷ δὲ Βίκτορ Ὀρβάν, βελτίστῳ τοῦ Ποῦτιν συμμάχῳ, προσεχώρησεν· νῦν οὖν ἡ τοῦ Πελλεγρίνι νίκη εὖ μὲν τῷ Ποῦτιν διάκειται ἡ Σλοβακία ἔτι μᾶλλον, αὐξάνει δὲ τὴν ἅμιλλαν τὴν πρὸς τὴν Τσεχίαν ἅτε τῇ Οὐκραίνᾳ ἐπικουρουμένην.